Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.31.1-8.31.9

メガロポリスの大女神たちの聖域と神像

338 / 465 箇所 · ギリシア語

要旨

メガロポリスにある偉大なる女神たち(デメテルとコレ)の聖域とその内部の像、アプロディテの聖域、その他の四角柱の神像、およびアゴラ近辺の遺跡について記述している。

§8.31.1τὸ δὲ ἕτερον πέρας τῆς στοᾶς παρέχεται τὸ πρὸς ἡλίου δυσμῶν περίβολον θεῶν ἱερὸν τῶν Μεγάλων.
しかし、柱廊のもう一方の端で、西に向かっているものは、偉大なる女神たちの聖域の囲壁に接している。
αἱ δέ εἰσιν αἱ Μεγάλαι θεαὶ Δημήτηρ καὶ Κόρη, καθότι ἐδήλωσα ἤδη καὶ ἐν τῇ Μεσσηνίᾳ συγγραφῇ·
その偉大なる女神たちとはデメテルとコレのことであり、私がすでにメッセニアに関する記述でも明らかにした通りである。
τὴν Κόρην δὲ Σώτειραν καλοῦσιν οἱ Ἀρκάδες.
アルカディア人たちはコレをソテイラ(救済者)と呼んでいる。
ἐπειργασμένοι δὲ ἐπὶ τύπων πρὸ τῆς ἐσόδου τῇ μὲν Ἄρτεμις, τῇ δὲ Ἀσκληπιός ἐστι καὶ Ὑγεία.
入り口の前の浮き彫り(レリーフ)には、一方にアルテミスが、もう一方にはアスクレピオスとヒュギエイアが彫られている。
§8.31.2θεαὶ δὲ αἱ Μεγάλαι Δημήτηρ μὲν λίθου διὰ πάσης, ἡ δὲ Σώτειρα τὰ ἐσθῆτος ἐχόμενα ξύλου πεποίηται·
偉大なる女神たちのうち、デメテルはすべて石造りであり、ソテイラは衣服に関する部分が木製である。
μέγεθος δὲ ἑκατέρας πέντε που καὶ δέκα εἰσὶ πόδες.
それぞれの大きさはおよそ十五フィートである。
τά τε ἀγάλματα Δαμοφῶν καὶ πρὸ αὐτῶν κόρας ἐποίησεν οὐ μεγάλας, ἐν χιτῶσί τε καθήκουσιν ἐς σφυρὰ καὶ ἀνθῶν ἀνάπλεων ἑκατέρα τάλαρον ἐπὶ τῇ κεφαλῇ φέρει·
それらの像はダモポンが制作し、その前には彼が制作した大きくない乙女たちの像がある。 彼女たちはくるぶしまで届くキトンをまとい、それぞれが花で満たされた籠を頭の上に載せている。
εἶναι δὲ θυγατέρες τοῦ Δαμοφῶντος λέγονται, τοῖς δὲ ἐπανάγουσιν ἐς τὸ θειότερον δοκεῖ σφᾶς Ἀθηνᾶν τε εἶναι καὶ Ἄρτεμιν τὰ ἄνθη μετὰ τῆς Περσεφόνης συλλεγούσας.
彼女たちはダモポンの娘たちだと言われているが、より神聖な解釈をする人々にとっては、彼女たちはアテナとアルテミスであり、ペルセポネとともに花を摘んでいるのだと思われる。
§8.31.3ἔστι δὲ καὶ Ἡρακλῆς παρὰ τῇ Δήμητρι μέγεθος μάλιστα πῆχυν·
デメテルの傍らには、大きさおよそ一ペキスのヘラクレス像もある。
τοῦτον τὸν Ἡρακλέα εἶναι τῶν Ἰδαίων καλουμένων Δακτύλων Ὀνομάκριτός φησιν ἐν τοῖς ἔπεσι.
このヘラクレスは、いわゆるイダイのダクテュロスの一人であると、オノマクリトスがその叙事詩の中で述べている。
κεῖται δὲ τράπεζα ἔμπροσθεν, ἐπειργασμέναι τε ἐπʼ αὐτῇ δύο τέ εἰσιν Ὧραι καὶ ἔχων Πὰν σύριγγα καὶ Ἀπόλλων κιθαρίζων·
前には机が置かれており、その上には二人のホライ、そしてシュリンクスを持つパン、キタラを弾くアポロンが浮き彫りにされている。
ἔστι δὲ καὶ ἐπίγραμμα ἐπʼ αὐτοῖς εἶναι σφᾶς θεῶν τῶν πρώτων.
また、それらの上には、彼らが最初の神々であることを示す碑文もある。
§8.31.4πεποίηνται δὲ ἐπὶ τραπέζῃ καὶ Νύμφαι·
机の上にはニンフたちも表されている。
Νέδα μὲν Δία φέρουσά ἐστι νήπιον παῖδα, Ἀνθρακία δὲ νύμφη τῶν Ἀρκαδικῶν καὶ αὕτη δᾷδα ἔχουσά ἐστιν, Ἁγνὼ δὲ τῇ μὲν ὑδρίαν, ἐν δὲ τῇ ἑτέρᾳ χειρὶ φιάλην·
ネダは幼児のゼウスを抱いており、アルカディアのニンフの一人であるアントラキアもやはり松明を持っており、ハグノは一方の手には水瓶を、もう一方の手にはフィアレ(平皿)を持っている。
Ἀγχιρόης δὲ καὶ Μυρτωέσσης εἰσὶν ὑδρίαι τὰ φορήματα, καὶ ὕδωρ δῆθεν ἀπʼ αὐτῶν κάτεισιν.
アンキロエとムルテスサの持ち物は水瓶であり、そこからは実際に水が流れ落ちている。
τοῦ περιβόλου δέ ἐστιν ἐντὸς Φιλίου Διὸς ναός, Πολυκλείτου μὲν τοῦ Ἀργείου τὸ ἄγαλμα, Διονύσῳ δὲ ἐμφερές·
囲壁の中には親愛のゼウスの神殿があり、神像はアルゴス人ポリュクレイトスの作で、ディオニュソスに似ている。
κόθορνοί τε γὰρ τὰ ὑποδήματά ἐστιν αὐτῷ καὶ ἔχει τῇ χειρὶ ἔκπωμα, τῇ δὲ ἑτέρᾳ θύρσον, κάθηται δὲ ἀετὸς ἐπὶ τῷ θύρσῳ·
というのも、彼の履物はコトルノスであり、一方の手には杯を、もう一方の手にはテュルソスを持っており、テュルソスの上には鷲が留まっているからである。
καίτοι τοῖς γε ἐς Διόνυσον λεγομένοις τοῦτο οὐχ ὁμολογοῦν ἐστι.
しかしながら、ディオニュソスに関して語られることとは、これは合致しない。
§8.31.5τούτου δὲ ὄπισθεν τοῦ ναοῦ δένδρων ἐστὶν ἄλσος οὐ μέγα, θριγκῷ περιεχόμενον·
この神殿の背後には、石塀で囲まれた大きくない樹木の聖林がある。
ἐς μὲν δὴ τὸ ἐντὸς ἔσοδος οὐκ ἔστιν ἀνθρώποις, πρὸ δὲ αὐτοῦ Δήμητρος καὶ Κόρης ὅσον τε ποδῶν τριῶν εἰσιν ἀγάλματα.
その内部へは人は入ることができないが、その前には三フィートほどのデメテルとコレの像がある。
ἔστι δὲ ἐντὸς τοῦ περιβόλου τῶν Μεγάλων θεῶν καὶ Ἀφροδίτης ἱερόν.
偉大なる女神たちの囲壁の中には、アプロディテの聖域もある。
πρὸ μὲν δὴ τῆς ἐσόδου ξόανά ἐστιν ἀρχαῖα, Ἥρα καὶ Ἀπόλλων τε καὶ Μοῦσαι—ταῦτα κομισθῆναί φασιν ἐκ Τραπεζοῦντος—, ἀγάλματα δὲ ἐν τῷ ναῷ Δαμοφῶν §8.31.6ἐποίησεν Ἑρμῆν ξύλου καὶ Ἀφροδίτης ξόανον·
入り口の前には、ヘラ、アポロン、そしてミューズたちの古代の木像(クソアナ)があり――これらはトラペズスから運ばれたと言われている――、神殿の中の神像はダモポンが木製のヘルメス像と、アプロディテの木像を制作した。
καὶ ταύτης χεῖρές εἰσι λίθου καὶ πρόσωπόν τε καὶ ἄκροι πόδες.
このアプロディテの像の手、顔、そして足先は石造りである。
τὴν δὲ ἐπίκλησιν τῇ θεῷ Μαχανῖτιν ὀρθότατα ἔθεντο ἐμοὶ δοκεῖν·
私の見解では、彼らがこの女神にマカニティスという異名を与えたのは、きわめて正しい。
Ἀφροδίτης γὰρ ἕνεκα καὶ ἔργων τῶν ταύτης πλεῖσται μὲν ἐπιτεχνήσεις, παντοῖα δὲ ἀνθρώποις ἀνευρημένα ἐς λόγους ἐστίν.
なぜなら、アプロディテとその仕業のために、きわめて多くの策略が企てられ、人間によって言葉のあらゆる工夫がなされてきたからである。
§8.31.7ἑστήκασι δὲ καὶ ἀνδριάντες ἐν οἰκήματι, Καλλιγνώτου τε καὶ Μέντα καὶ Σωσιγένους τε καὶ Πώλου·
また、ある部屋にはカリグノトス、メンタス、ソシゲネス、そしてポロスの肖像彫刻が立っている。
καταστήσασθαι δὲ οὗτοι Μεγαλοπολίταις λέγονται πρῶτον τῶν Μεγάλων θεῶν τὴν τελετήν, καὶ τὰ δρώμενα τῶν Ἐλευσῖνί ἐστι μιμήματα.
彼らはメガロポリス市民のために、偉大なる女神たちの秘儀を最初に確立したと言われており、そこでの儀礼はエレウシスでのそれの模倣である。
κεῖται δὲ ἐντὸς τοῦ περιβόλου θεῶν τοσάδε ἄλλων ἀγάλματα τὸ τετράγωνον παρεχόμενα σχῆμα, Ἑρμῆς τε ἐπίκλησιν Ἀγήτωρ καὶ Ἀπόλλων καὶ Ἀθηνᾶ τε καὶ Ποσειδῶν, ἔτι δὲ Ἥλιος ἐπωνυμίαν ἔχων Σωτὴρ εἶναι καὶ Ἡρακλῆς.
囲壁の中には、四角柱の形をした他の神々の像がこれだけ置かれている。 すなわち、アゲトルと呼ばれるヘルメス、アポロン、アテナ、ポセイドン、さらには救済者という名を持つヘリオス、そしてヘラクレスである。
ᾠκοδόμηται δὲ καὶ ἱερόν σφισι μεγέθει μέγα, καὶ ἄγουσιν ἐνταῦθα τὴν τελετὴν ταῖς θεαῖς.
また、彼らのために規模の大きな神殿も建てられており、そこで彼らは女神たちのために秘儀を執り行う。
§8.31.8τοῦ ναοῦ δὲ τῶν Μεγάλων θεῶν ἐστιν ἱερὸν ἐν δεξιᾷ καὶ Κόρης·
偉大なる女神たちの神殿の右側には、コレの聖域もある。
λίθου δὲ τὸ ἄγαλμα ποδῶν ὀκτὼ μάλιστα· ταινίαι δὲ ἐπέχουσι διὰ παντὸς τὸ βάθρον.
その像は石造りでおよそ八フィートであり、リボン(帯)が台座の全面を覆っている。
ἐς τοῦτο τὸ ἱερὸν γυναιξὶ μὲν τὸν πάντα ἐστὶν ἔσοδος χρόνον, οἱ δὲ ἄνδρες οὐ πλέον ἢ ἅπαξ κατὰ ἔτος ἕκαστον ἐς αὐτὸ ἐσίασι.
この聖域へは、女性はいつでも入ることができるが、男性は年に一度しか入ることができない。
γυμνάσιον δὲ τῇ ἀγορᾷ συνεχὲς κατὰ ἡλίου δυσμάς ἐστιν ᾠκοδομημένον.
アゴラに隣接して、西側に体育場(ギムナシオン)が建てられている。
§8.31.9τῆς στοᾶς δὲ ἣν ἀπὸ τοῦ Μακεδόνος Φιλίππου καλοῦσι, ταύτης εἰσὶ δύο ὄπισθεν λόφοι, οὐκ ἐς ὕψος ἀνήκοντες·
マケドニアのフィリッポスにちなんで名づけられたあの柱廊の背後には、あまり高くはない二つの丘がある。
ἐρείπια δὲ Ἀθηνᾶς ἱεροῦ Πολιάδος ἐπὶ αὐτῷ, καὶ τῷ ἑτέρῳ ναός ἐστιν Ἥρας Τελείας, ὁμοίως καὶ ταῦτα ἐρείπια.
その一方の丘の上にはアテナ・ポリアスの聖域の遺跡があり、もう一方の丘にはヘラ・テレイアの神殿があるが、これらも同様に遺跡となっている。
ὑπὸ τούτῳ τῷ λόφῳ Βάθυλλος καλουμένη πηγὴ συντελεῖ καὶ αὕτη τῷ ποταμῷ Ἑλισσόντι ἐς μέγεθος.
この丘の麓には、バテュロスと呼ばれる泉があり、これもヘリッソン川の水量を増すことに貢献している。

語釈・文法注

  1. 8.31.1τὸ δὲ ἕτερον πέρας τῆς στοᾶς παρέχεται τὸ πρὸς ἡλίου δυσμῶν περίβολον — παρέχεται(中動態三人称単数)の主語は τὸ δὲ ἕτερον πέρας τῆς στοᾶς(中性単数)であり、目的語は περίβολον(男性対格)である。中動態の παρέχω は「(それ自体に)持たせる、提供する」のほかに、空間的な文脈において「〜に接している、〜を示す」という意味で用いられ、柱廊の西端が聖域の囲壁に面していることを示している。
  2. 8.31.2τὰ ἐσθῆτος ἐχόμενα — 「衣服に関する部分」の意味。関係を示す対格(いわゆる観点の対格)として機能する中性複数対格の冠詞 τά を、前置詞的に属格を支配する分詞句 ἐχόμενα(ἔχομαι +属格「〜に固執する、関わる」)が修飾している。
  3. 8.31.4καίτοι τοῖς γε ἐς Διόνυσον λεγομένοις — τοῖς γε ἐς Διόνυσον λεγομένοις は中性複数与格。主節の非人称形容詞の叙述的表現である οὐχ ὁμολογοῦν ἐστι(一致していない)が、補語として与格を支配していることによる。
  4. 8.31.6ὀρθότατα ἔθεντο ἐμοὶ δοκεῖν — ἐμοὶ δοκεῖν は絶対不定詞(infinitivus absolutus)として機能する慣用句であり、「私の見解では」「私に思われるところでは」の意味で文中に挿入されている。ἔθεντο(主語は不定の「人々」)の目的語は τὴν ἐπίκλησιν である。
  5. 8.31.7τὸ τετράγωνον παρεχόμενα σχῆμα — 現在中動分詞の中性複数である παρεχόμενα が、直前の先行詞 ἀγάλματα に係っている。「四角い形状を呈している(示している)」の意味であり、下部が四角柱の形をしたヘルメス柱(herm)式の神像を表現している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.31.1-8.31.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.31.1-8.31.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。