Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.30.1-8.30.10

赫利松河与梅加洛波利斯的阿戈拉

第 337 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯描述了赫利松河的流向,并详细介绍了梅加洛波利斯阿戈拉里的主要建筑与雕像,特别是吕凯奥斯宙斯的圣域、狄奥法内斯与波利比乌斯的纪念碑,以及救主宙斯的圣域。

§8.30.1ὁ δὲ Ἑλισσὼν οὗτος ἀρχόμενος ἐκ κώμης ὁμωνύμου —καὶ γὰρ τῇ κώμῃ τὸ ὄνομα Ἑλισσών ἐστι—τήν τε Διπαιέων καὶ τὴν Λυκαιᾶτιν χώραν, τρίτα δὲ αὐτὴν διεξελθὼν Μεγάλην πόλιν, εἴκοσι σταδίοις ἀπωτέρω Μεγαλοπολιτῶν τοῦ ἄστεως κάτεισιν ἐς τὸν Ἀλφειόν.
这条赫利松河发源于同名村庄——因为这个村庄的名字也叫赫利松——流经迪派亚人和吕凯亚蒂斯的土地,第三处穿过梅加洛波利斯城本身,在距离梅加洛波利斯市民的城区二十斯塔德的地方汇入阿尔斐俄斯河。
πλησίον δὲ ἤδη τῆς πόλεως Ποσειδῶνός ἐστιν Ἐπόπτου ναός· ἐλείπετο δὲ τοῦ ἀγάλματος ἡ κεφαλή.
在已经靠近城市的地方,有一座监视者波塞冬的神庙;神像只剩下了头部。
§8.30.2διαιροῦντος δὲ τὴν Μεγάλην πόλιν τοῦ ποταμοῦ τοῦ Ἑλισσόντος, καθὰ δὴ καὶ Κνίδον καὶ Μιτυλήνην δίχα οἱ εὔριποι νέμουσιν, ἐν μέρει τῷ πρὸς ἄρκτους, δεξιῷ δὲ κατὰ τὸ μετέωρον τοῦ ποταμοῦ, πεποίηταί σφισιν ἀγορά.
由于赫利松河将梅加洛波利斯城分隔开,正如海峡将克尼多斯和米蒂利尼一分为二一样,在偏北的部分,即依河流地势右侧的高处,建有他们的阿戈拉。
περίβολος δέ ἐστιν ἐν ταύτῃ λίθων καὶ ἱερὸν Λυκαίου Διός, ἔσοδος δὲ ἐς αὐτὸ οὐκ ἔστι· τὰ γὰρ ἐντός ἐστι δὴ σύνοπτα, βωμοί τέ εἰσι τοῦ θεοῦ καὶ τράπεζαι δύο καὶ ἀετοὶ ταῖς τραπέζαις ἴσοι καὶ ἄγαλμα Πανὸς λίθου πεποιημένον·
其中有一个石砌围墙和吕凯奥斯宙斯的圣域,但不能进入;因为内部完全可以一览无余,里面有该神的几座祭坛、两张桌子、与桌子等数量的鹰,以及一座石雕的潘神像。
§8.30.3ἐπίκλησις δὲ Σινόεις ἐστὶν αὐτῷ, τήν τε ἐπίκλησιν γενέσθαι τῷ Πανὶ ἀπὸ νύμφης Σινόης λέγουσι, ταύτην δὲ σὺν ἄλλαις τῶν νυμφῶν καὶ ἰδίᾳ γενέσθαι τροφὸν τοῦ Πανός.
他的异名是西诺伊斯,他们说潘神的这个异名来自仙女西诺厄,而她与其他仙女一起,并且也单独做过潘神的抚育者。
ἔστι δὲ πρὸ τοῦ τεμένους τούτου χαλκοῦν ἄγαλμα Ἀπόλλωνος θέας ἄξιον, μέγεθος μὲν ἐς πόδας δώδεκα, ἐκομίσθη δὲ ἐκ τῆς Φιγαλέων συντέλεια ἐς κόσμον τῇ Μεγάλῃ πόλει.
在这座圣域前有一尊值得一观的青铜阿波罗像,高度达十二英尺,它是作为梅加洛波利斯的装饰,从斐加利亚人的同盟中运来的。
§8.30.4τὸ δὲ χωρίον ἔνθα τὸ ἄγαλμα ἵδρυτο ἐξ ἀρχῆς ὑπὸ Φιγαλέων, ὀνομάζεται Βᾶσσαι· τῷ θεῷ δὲ ἡ ἐπίκλησις ἠκολούθηκε μὲν ἐκ τῆς Φιγαλέων, ἐφʼ ὅτῳ δὲ ὄνομα ἔσχεν Ἐπικούριος, δηλώσει μοι τὰ ἐς Φιγαλέας τοῦ λόγου.
最初由斐加利亚人安放该雕像的地方被称为巴赛;而这位神明的异名随之来自斐加利亚,但他是因为什么原因而获得“埃皮库里奥斯(救济者)”这一名称的,我关于斐加利亚的记述部分将会予以说明。
ἔστι δὲ ἐν δεξιᾷ τοῦ Ἀπόλλωνος ἄγαλμα οὐ μέγα Μητρὸς θεῶν, τοῦ ναοῦ δέ, ὅτι μὴ οἱ κίονες, ἄλλο ὑπόλοιπον οὐδέν.
在阿波罗像的右侧,有一尊不大不小的众神之母像,而神庙除了柱子之外,没有留下任何东西。
§8.30.5πρὸ δὲ τοῦ ναοῦ τῆς Μητρὸς ἀνδριὰς μὲν οὐδείς ἐστι, δῆλα δὲ ἦν τὰ βάθρα, ἐφʼ ὧν ἀνδριάντες ποτὲ ἑστήκεσαν.
在众神之母的神庙前没有任何雕像,但曾经立有雕像的基座清晰可见。
ἐλεγεῖον δὲ ἐπὶ ἑνὸς γεγραμμένον τῶν βάθρων Διοφάνους φησὶν εἶναι τὴν εἰκόνα, Διαίου μὲν υἱοῦ, συντάξαντος δὲ ἀνδρὸς πρώτου Πελοπόννησον τὴν πᾶσαν ἐς τὸν ὀνομασθέντα Ἀχαϊκὸν σύλλογον.
在其中一个基座上刻着的一首挽歌指出,该肖像是属于狄奥法内斯的,他是迪亚乌斯之子,也是第一个将整个伯罗奔尼撒组织进所谓的亚该亚同盟的人。
§8.30.6στοὰν δὲ τῆς ἀγορᾶς ὀνομαζομένην Φιλίππειον οὐ Φίλιππος ἐποίησεν ὁ Ἀμύντου, χαριζόμενοι δέ οἱ Μεγαλοπολῖται τὴν ἐπωνυμίαν διδόασιν αὐτῷ τοῦ οἰκοδομήματος.
阿戈拉中被称为“腓力皮翁”的柱廊并不是阿敏塔斯之子腓力所建,而是梅加洛波利斯人出于好意,将他的名字赋予了这座建筑。
Ἑρμοῦ δὲ Ἀκακησίου πρὸς αὐτῇ ναὸς κατεβέβλητο, καὶ οὐδὲν ἐλείπετο ὅτι μὴ χελώνη λίθου.
紧挨着它,一座阿卡凯西奥斯赫耳墨斯的神庙已被拆毁,除了一个石龟外什么也没留下。
ταύτης δὲ ἔχεται τῆς Φιλιππείου μέγεθος ἀποδέουσα ἑτέρα στοά, Μεγαλοπολίταις δὲ αὐτόθι ᾠκοδομημένα ἐστὶ τὰ ἀρχεῖα, ἀριθμὸν οἰκήματα ἕξ· ἐν ἑνὶ δέ ἐστιν αὐτῶν Ἐφεσίας ἄγαλμα Ἀρτέμιδος καὶ ἐν ἑτέρῳ χαλκοῦς Πὰν πηχυαῖος ἐπίκλησιν Σκολείτας.
紧邻着这座“腓力皮翁”,有另一座规模较小的柱廊,梅加洛波利斯人的办公官署就建在这里,共有六个房间;其中一个房间里有一尊艾菲索斯阿耳忒弥斯像,另一个房间里有一尊一肘高的青铜潘神像,异名为斯科莱塔斯。
§8.30.7μετεκομίσθη δὲ ἀπὸ λόφου τοῦ Σκολείτα· καὶ ὁ λόφος οὗτος τοῦ τείχους ἐστὶν ἐντός, ἀπὸ δὲ αὐτοῦ κάτεισιν ὕδωρ ἐς τὸν Ἑλισσόντα ἐκ πηγῆς.
它是从斯科莱塔斯山丘上迁移过来的;这座山丘在城墙之内,一处泉水从这里向下流入赫利松河。
τῶν ἀρχείων δὲ ὄπισθε ναὸς Τύχης καὶ ἄγαλμα λίθου πεποίηται ποδῶν πέντε οὐκ ἀποδέον.
在官署的后面,建有堤喀神庙和一尊不低于五英尺的石像。
στοὰν δὲ ἥντινα καλοῦσι Μυρόπωλιν, ἔστι μὲν τῆς ἀγορᾶς, ᾠκοδομήθη δὲ ἀπὸ λαφύρων, ἡνίκα τὸ πταῖσμα ἐγένετο Ἀκροτάτῳ τῷ Κλεομένους καὶ Λακεδαιμονίων τοῖς συστρατεύσασι, μαχεσαμένοις πρὸς Ἀριστόδημον τυραννίδα ἐν Μεγάλῃ πόλει τότε ἔχοντα.
至于他们称为“米罗波利斯”的柱廊也在阿戈拉,它是用战利品建造成的,当时克里昂米尼之子阿克罗塔托斯和共同参战的拉凯戴蒙人,在与当时在梅加洛波利斯实行僭主统治的阿里斯托德摩斯交战中遭遇了惨败。
§8.30.8Μεγαλοπολίταις δὲ ἐπὶ τῆς ἀγορᾶς ἐστιν ὄπισθεν τοῦ περιβόλου τοῦ ἀνειμένου τῷ Λυκαίῳ Διὶ ἀνὴρ ἐπειργασμένος ἐπὶ στήλῃ, Πολύβιος Λυκόρτα· γέγραπται δὲ καὶ ἐλεγεῖα ἐπʼ αὐτῷ λέγοντα ὡς ἐπὶ γῆν καὶ θάλασσαν πᾶσαν πλανηθείη, καὶ ὅτι σύμμαχος γένοιτο Ῥωμαίων καὶ παύσειεν αὐτοὺς ὀργῆς τῆς ἐς τὸ Ἑλληνικόν.
对于梅加洛波利斯人来说,在阿戈拉里,在献给吕凯奥斯宙斯的围墙后面,有一块石碑,上面刻着一个男人的浮雕,即吕科尔塔斯之子波利比乌斯;石碑上还刻着挽歌,说他曾漫游过所有的陆地和海洋,并且成为罗马人的同盟者,平息了他们对希腊世界的怒火。
συνέγραψε δὲ ὁ Πολύβιος οὗτος καὶ ἄλλα ἔργα Ῥωμαίων καὶ ὡς Καρχηδονίοις κατέστησαν ἐς πόλεμον, αἰτία τε ἥτις ἐγένετο αὐτοῦ καὶ ὡς ὀψὲ §8.30.9οὐκ ἄνευ κινδύνων μεγάλων Ῥωμαῖοι Σκιπίωνι ὅν τινα Καρχηδονιακὸν ὀνομάζουσι τέλος τε ἐπιθέντα τῷ πολέμῳ καὶ τὴν Καρχηδόνα καταβαλόντα ἐς ἔδαφος.
这位波利比乌斯还撰写了罗马人的其他功绩,以及他们如何与迦太基人发生战争、战争起因为何,以及最终,伴随着巨大的危险,罗马人如何在被称为卡太基尼库斯的西庇阿领导下,既为战争画上了句号,又将迦太基夷为平地。
ὅσα μὲν δὴ Πολυβίῳ παραινοῦντι ὁ Ῥωμαῖος ἐπείθετο, ἐς ὀρθὸν ἐχώρησεν αὐτῷ· ἃ δὲ οὐκ ἠκροᾶτο διδάσκοντος, γενέσθαι οἱ λέγουσιν ἁμαρτήματα.
实际上,凡是波利比乌斯提出劝告而罗马人予以听从的事情,都进展得十分顺利;而凡是不听从他教导的事情,据说都给他们带来了失误。
Ἑλλήνων δὲ ὁπόσαι πόλεις ἐς τὸ Ἀχαϊκὸν συνετέλουν, παρὰ Ῥωμαίων εὕραντο αὗται Πολύβιόν σφισι πολιτείας τε καταστήσασθαι καὶ νόμους θεῖναι.
而属于亚该亚同盟的希腊城市,都从罗马人那里争取到了由波利比乌斯为它们确立政体并制定法律的机会。
τῆς δʼ εἰκόνος τοῦ Πολυβίου τὸ βουλευτήριόν ἐστιν ἐν ἀριστερᾷ.
在波利比乌斯雕像的左侧是议事堂。
§8.30.10τοῦτο μὲν δή ἐστιν ἐνταῦθα, στοὰν δὲ τῆς ἀγορᾶς Ἀριστάνδρειον ἐπίκλησιν ἄνδρα τῶν ἀστῶν Ἀρίστανδρον οἰκοδομῆσαι λέγουσι.
这确实是在这里,而阿戈拉中被称为“阿里斯塔德里翁”的柱廊,据说是公民之一阿里斯塔德罗斯建造的。
ταύτης τῆς στοᾶς ἐστιν ἐγγυτάτω ὡς πρὸς ἥλιον ἀνίσχοντα ἱερὸν Σωτῆρος ἐπίκλησιν Διός· κεκόσμηται δὲ πέριξ κίοσι.
紧邻着这座柱廊,朝向初升太阳的方向,有一座异名为“救主”的宙斯圣域;它的四周装饰着柱子。
καθεζομένῳ δὲ τῷ Διὶ ἐν θρόνῳ παρεστήκασι τῇ μὲν ἡ Μεγάλη πόλις, ἐν ἀριστερᾷ δὲ Ἀρτέμιδος Σωτείρας ἄγαλμα.
在宝座上坐着的宙斯身旁,一侧立着梅加洛波利斯,左侧立着救主阿耳忒弥斯的雕像。
ταῦτα μὲν λίθου τοῦ Πεντελησίου Ἀθηναῖοι Κηφισόδοτος καὶ Ξενοφῶν εἰργάσαντο·
这些雕像是由雅典人凯菲索多托斯和色诺芬用彭特利库斯山的大理石制成的。

词汇与语法注释

  1. 8.30.1τρίτα δὲ — 副词性用法,意为“第三”。它标志着梅加洛波利斯是赫利松河流经的第三个地区,排在迪派亚人和吕凯亚蒂斯的土地之后。
  2. 8.30.4ὅτι μὴ — 意为“除了……之外”的惯用表达。其后紧跟主格 `οἱ κίονες`(柱子),表示神殿遗迹中仅剩下了柱子。
  3. 8.30.5συντάξαντος — 并非属格绝对结构(genitive absolute),而是属格的形容词性分词,修饰与 `Διοφάνους` 呈同位语关系的 `ἀνδρὸς`。
  4. 8.30.9Σκιπίωνι ... τέλος τε ἐπιθέντα ... καὶ τὴν Καρχηδόνα καταβαλόντα — 尽管名词 `Σκιπίωνι` 是与格,但修饰它的分词 `ἐπιθέντα` 和 `καταβαλόνта` 却是宾格(单数阳性)。这是一种破格现象(anacoluthon),即在由 `ὡς` 引导、主语为主格(`Ῥωμαῖοι`)的从句中,混入了类似于“宾格加不定式”(A.C.I.)结构中的宾格分词。

引用这一段

保萨尼亚斯, 希腊志 §8.30.1-8.30.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.30.1-8.30.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。