§8.2.1Λυκάων δὲ ὁ Πελασγοῦ τοσάδε εὗρεν ἢ ὁ πατήρ οἱ σοφώτερα·
ペラスゴスの息子リュカオンは、父親よりもこれほどに知恵に富んだことを考案した。
Λυκόσουράν τε γὰρ πόλιν ᾤκισεν ἐν τῷ ὄρει τῷ Λυκαίῳ καὶ Δία ὠνόμασε Λυκαῖον καὶ ἀγῶνα ἔθηκε Λύκαια.
というのも、彼はリュカイオン山にリュコスラという都市を創建し、ゼウスを「リュカイオス」と名付け、リュカイア競技会を創設したからである。
οὐκέτι δὲ τὰ παρʼ Ἀθηναίοις Παναθήναια τεθῆναι πρότερα ἀποφαίνομαι·
アテナイ人におけるパナテナイア祭がこれより先に創設されたとは、私は主張しない。
τούτῳ γὰρ τῷ ἀγῶνι Ἀθήναια ὄνομα ἦν, Παναθήναια δὲ κληθῆναί φασιν ἐπὶ Θησέως, ὅτι ὑπὸ Ἀθηναίων ἐτέθη συνειλεγμένων ἐς μίαν ἁπάντων πόλιν.
というのも、この(アテナイの)競技会は(元々は)アテナイアという名前であり、テセウスの時代にパナテナイアと呼ばれるようになったと言われているからである。 それは、すべてのアテナイ人が一つの都市に集められた上で、彼らによって創設されたからである。
§8.2.2ὁ δὲ ἀγὼν ὁ Ὀλυμπικὸς—ἐπανάγουσι γὰρ δὴ αὐτὸν ἐς τὰ ἀνωτέρω τοῦ ἀνθρώπων γένους, Κρόνον καὶ Δία αὐτόθι παλαῖσαι λέγοντες καὶ ὡς Κούρητες δράμοιεν πρῶτοι—τούτων ἕνεκα ἐκτὸς ἔστω μοι τοῦ παρόντος λόγου.
オリンピア競技会については――というのも、彼らはそれを人類の時代よりもさらに古い時代に帰し、クロノスとゼウスがそこで格闘したとか、クーレースたちが最初に走ったと言っているからであるが――これらの理由のゆえに、私の現在の議論から除外することにしよう。
δοκῶ δὲ ἔγωγε Κέκροπι ἡλικίαν τῷ βασιλεύσαντι Ἀθηναίων καὶ Λυκάονι εἶναι τὴν αὐτήν, σοφίᾳ δὲ οὐχ ὁμοίᾳ σφᾶς ἐς τὸ θεῖον χρήσασθαι.
私自身は、アテナイの王であったケクロプスとリュカオンの時代は同じであったと思うが、彼らが神的なものに対して用いた知恵は同様ではなかったと考える。
§8.2.3ὁ μὲν γὰρ Δία τε ὠνόμασεν Ὕπατον πρῶτος, καὶ ὁπόσα ἔχει ψυχήν, τούτων μὲν ἠξίωσεν οὐδὲν θῦσαι, πέμματα δὲ ἐπιχώρια ἐπὶ τοῦ βωμοῦ καθήγισεν, ἃ πελάνους καλοῦσιν ἔτι καὶ ἐς ἡμᾶς Ἀθηναῖοι·
というのも、一方(ケクロプス)はゼウスを最初に「ヒュパトス(至高者)」と名付け、命あるものは何も犠牲に捧げようとせず、祭壇の上で地元の菓子を捧げたが、それは今日に至るまでアテナイ人がペラノスと呼んでいるものである。
Λυκάων δὲ ἐπὶ τὸν βωμὸν τοῦ Λυκαίου Διὸς βρέφος ἤνεγκεν ἀνθρώπου καὶ ἔθυσε τὸ βρέφος καὶ ἔσπεισεν ἐπὶ τοῦ βωμοῦ τὸ αἷμα, καὶ αὐτὸν αὐτίκα ἐπὶ τῇ θυσίᾳ γενέσθαι λύκον φασὶν ἀντὶ ἀνθρώπου.
これに対して、リュカオンはリュカイオス・ゼウスの祭壇へ人間の赤ん坊を連れて行き、その赤ん坊を犠牲として捧げ、祭壇にその血を注いだ。 そしてその犠牲式の直後に、彼自身が人間の代わりに狼になったと言われている。
§8.2.4καὶ ἐμέ γε ὁ λόγος οὗτος πείθει, λέγεται δὲ ὑπὸ Ἀρκάδων ἐκ παλαιοῦ, καὶ τὸ εἰκὸς αὐτῷ πρόσεστιν.
そしてこの話は私を納得させるものであり、古くからアルカディア人によって語られており、妥当性も備わっている。
οἱ γὰρ δὴ τότε ἄνθρωποι ξένοι καὶ ὁμοτράπεζοι θεοῖς ἦσαν ὑπὸ δικαιοσύνης καὶ εὐσεβείας, καί σφισιν ἐναργῶς ἀπήντα παρὰ τῶν θεῶν τιμή τε οὖσιν ἀγαθοῖς καὶ ἀδικήσασιν ὡσαύτως ἡ ὀργή, ἐπεί τοι καὶ θεοὶ τότε ἐγίνοντο ἐξ ἀνθρώπων, οἳ γέρα καὶ ἐς τόδε ἔτι ἔχουσιν ὡς Ἀρισταῖος καὶ Βριτόμαρτις ἡ Κρητικὴ καὶ Ἡρακλῆς ὁ Ἀλκμήνης καὶ Ἀμφιάραος ὁ Ὀικλέους, ἐπὶ δὲ αὐτοῖς Πολυδεύκης τε καὶ Κάστωρ.
というのも、当時の人々は正義と敬虔さのゆえに、神々の客人であり、食卓を共にする仲間であったからであり、優れた者たちには神々から誉れが、同様に不義を働いた者たちにはその怒りが、はっきりと現れたのである。 なぜなら、当時、人間から神になる者たちもいたからであり、彼らは今日に至るまでその栄誉を保持している。 例えば、アリスタイオス、クレタのブリトマルティス、アルクメネの息子ヘラクレス、オイクレスの息子アムフィアラオス、そして彼らに加えてポリュデウケスとカストルである。
§8.2.5οὕτω πείθοιτο ἄν τις καὶ Λυκάονα θηρίον καὶ τὴν Ταντάλου Νιόβην γενέσθαι λίθον.
このようにして、人はリュカオンが野獣に、またタンタロスの娘ニオベが石になったということも信じることができるだろう。
ἐπʼ ἐμοῦ δὲ—κακία γὰρ δὴ ἐπὶ πλεῖστον ηὔξετο καὶ γῆν τε ἐπενέμετο πᾶσαν καὶ πόλεις πάσας—οὔτε θεὸς ἐγίνετο οὐδεὶς ἔτι ἐξ ἀνθρώπου, πλὴν ὅσον λόγῳ καὶ κολακείᾳ πρὸς τὸ ὑπερέχον, καὶ ἀδίκοις τὸ μήνιμα τὸ ἐκ τῶν θεῶν ὀψέ τε καὶ ἀπελθοῦσιν ἐνθένδε ἀπόκειται.
しかし私の時代には――というのも、邪悪さが大いに増大し、すべての土地とすべての都市に蔓延したからであるが――もはや人間から神になる者は誰もおらず(ただ権力者に対する言葉や追従においてそう言われる場合を除いて)、また、不義を働く者に対する神々からの怒りは、遅れて、しかも彼らがこの世を去った後に用意されているのである。
§8.2.6ἐν δὲ τῷ παντὶ αἰῶνι πολλὰ μὲν πάλαι συμβάντα, τὰ δὲ καὶ ἔτι γινόμενα ἄπιστα εἶναι πεποιήκασιν ἐς τοὺς πολλοὺς οἱ τοῖς ἀληθέσιν ἐποικοδομοῦντες ἐψευσμένα.
しかし、すべての時代を通じて、古くに起こった多くのこと、そして現在もなお起こっているいくつかのことを、真実の上に虚偽を積み重ねる者たちが、多くの人々にとって信じがたいものにしてしまっている。
λέγουσι γὰρ δὴ ὡς Λυκάονος ὕστερον ἀεί τις ἐξ ἀνθρώπου λύκος γίνοιτο ἐπὶ τῇ θυσίᾳ τοῦ Λυκαίου Διός, γίνοιτο δὲ οὐκ ἐς ἅπαντα τὸν βίον·
というのも、リュカオンの後にも、リュカイオス・ゼウスの犠牲式の際に、常に誰かしらが人間から狼になったと言われているからである。 ただし、生涯ずっと狼のままであるわけではない。
ὁπότε δὲ εἴη λύκος, εἰ μὲν κρεῶν ἀπόσχοιτο ἀνθρωπίνων, ὕστερον ἔτει δεκάτῳ φασὶν αὐτὸν αὖθις ἄνθρωπον ἐκ λύκου γίνεσθαι, γευσάμενον δὲ ἐς ἀεὶ μένειν θηρίον.
彼が狼である時に、もし彼が人間の肉を口にするのを避けたならば、その後10年目に彼は再び狼から人間になると言われているが、もし味わってしまったなら、永久に野獣のままで留まると言われている。
§8.2.7ὡσαύτως δὲ καὶ Νιόβην λέγουσιν ἐν Σιπύλῳ τῷ ὄρει θέρους ὥρᾳ κλαίειν.
同様に、ニオベもシピュロス山で夏の季節に涙を流すと言われている。
ἤδη δὲ καὶ ἄλλα ἤκουσα, τοῖς γρυψὶ στίγματα ὁποῖα καὶ ταῖς παρδάλεσιν εἶναι, καὶ ὡς οἱ Τρίτωνες ἀνθρώπου φωνῇ φθέγγοιντο·
私はすでに他のことも聞いたことがある。 グリフィンにはヒョウのような斑点があることや、トリトンたちが人間の声で言葉を発することなどである。
οἱ δὲ καὶ φυσᾶν διὰ κόχλου τετρυπημένης φασὶν αὐτούς.
また、彼らが穴の開いた法螺貝で息を吹き鳴らすと言う者たちもいる。
ὁπόσοι δὲ μυθολογήμασιν ἀκούοντες ἥδονται, πεφύκασι καὶ αὐτοί τι ἐπιτερατεύεσθαι· καὶ οὕτω τοῖς ἀληθέσιν ἐλυμήναντο, συγκεραννύντες αὐτὰ ἐψευσμένοις.
しかし、神話を聞いて楽しむ人々は、彼ら自身もさらに大げさな嘘を付け加える傾向があり、このようにして彼らは、真実に虚偽を混入させることによって、真実を損なってきたのである。