Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.3.1-8.3.7

吕卡翁诸子建城与卡利斯托神话

第 303 段,共 465 段 · 希腊语

内容简介

本章阐述了吕卡翁的诸子在阿卡迪亚各地建城的历史,以及其次子俄诺特罗斯对意大利发起的希腊首次海外殖民,并叙述了其女卡利斯托被变为母熊后升为大熊座的神话与相关陵墓传说。

§8.3.1τρίτῃ δὲ ὕστερον γενεᾷ μετὰ Πελασγὸν ἔς τε πόλεων καὶ ἐς ἀνθρώπων πλῆθος ἐπέδωκεν ἡ χώρα.
在皮拉斯戈斯之后的第三代,该地区在城市数量和人口上都大为增长。
Νύκτιμος μὲν γὰρ πρεσβύτατός τε ἦν καὶ εἶχε τὸ πᾶν κράτος· οἱ δὲ ἄλλοι παῖδες τοῦ Λυκάονος πόλεις ἐνταῦθα ἔκτιζον ἔνθα ἑκάστῳ μάλιστα ἦν κατὰ γνώμην.
因为尼克提穆斯是最年长的,并掌握着全部权力;而吕卡翁的其他儿子们则在各自最中意的地方建立城市。
Πάλλας μὲν καὶ Ὀρεσθεὺς καὶ Φίγαλος Παλλάντιον, Ὀρεσθεὺς δὲ Ὀρεσθάσιον, Φιγαλίαν δὲ οἰκίζει Φίγαλος.
帕拉斯、奥勒斯透斯与菲加洛斯建立了帕兰提翁,奥勒斯透斯建立了奥雷斯塔西翁,菲加洛斯则建立了菲加利亚。
§8.3.2Παλλαντίου μὲν δὴ καὶ Στησίχορος ὁ Ἱμεραῖος ἐν Γηρυονηίδι ἐποιήσατο μνήμην· Φιγαλία δὲ καὶ Ὀρεσθάσιον χρόνῳ μεταβάλλουσι τὰ ὀνόματα, Ὀρέστειόν τε ἀπὸ Ὀρέστου κληθεῖσα τοῦ Ἀγαμέμνονος καὶ Φιαλία ἀπὸ τοῦ Βουκολίωνος παιδὸς Φιάλου.
希梅拉的斯特西科罗斯在《格律翁歌》中也确实提及了帕兰提翁;而菲加利亚与奥雷斯塔西翁随着时间的流逝改变了它们的名字,后者因阿伽门农之子奥雷斯特斯而被称为奥雷斯泰翁,前者因布科利翁之子菲阿洛斯而被称为菲阿利亚。
Τραπεζεὺς δὲ καὶ Δασεάτας καὶ Μακαρεὺς καὶ Ἑλισσὼν καὶ Ἄκακός τε καὶ Θῶκνος Θωκνίαν πόλιν, ὁ δὲ Ἀκακήσιον ἔκτισεν· ἀπὸ τούτου δὲ τοῦ Ἀκάκου καὶ Ὅμηρος λόγῳ τῷ Ἀρκάδων ἐς Ἑρμῆν ἐποίησεν ἐπίκλησιν·
特拉佩泽乌斯、达塞阿塔斯、马卡雷乌斯、赫利松、阿卡科斯和托克诺斯建立了托克尼亚城,而阿卡科斯建立了阿卡凯西翁;因这位阿卡科斯,荷马也根据阿卡迪亚人的说法为赫耳墨斯创作了别称。
§8.3.3ἀπὸ δὲ Ἑλισσόντος ἥ τε πόλις καὶ ὁ ποταμὸς Ἑλισσὼν τὰ ὀνόματα ἐσχήκασιν, ὡσαύτως δὲ καὶ Μακαρία τε καὶ Δασέα καὶ Τραπεζοῦς ἀπὸ τῶν Λυκάονος ἐκλήθησαν καὶ αὗται παίδων.
赫利松城与赫利松河的名字皆因赫利松而得,同样地,马卡里亚、达塞亚和特拉佩祖斯也都是因吕卡翁的这些儿子而得名。
Ὀρχομενὸς δὲ ἐγένετο οἰκιστὴς Μεθυδρίου τε καλουμένης καὶ Ὀρχομενίων, οὓς ἐν τοῖς ἔπεσι πολυμήλους ὠνόμασεν Ὅμηρος.
奥尔科墨诺斯则成为了被称为梅斯德里翁的城镇以及奥尔科墨诺斯城的建立者,荷马在史诗中称后者的居民拥有丰富的羊群。
ὑπὸ δὲ Ὑψοῦντος καὶ Μελαινεαί τε ἐκτίσθησαν καὶ Ὑψοῦς, ἔτι δὲ Θυραῖόν τε καὶ Αἱμονιαί· δόξῃ δὲ τῇ Ἀρκάδων καὶ ἡ Θυρέα ἡ ἐν τῇ Ἀργολίδι γῇ καὶ ὁ Θυρεάτης καλούμενος κόλπος ἀπὸ τοῦ Θυραίου τούτου τὰ ὀνόματα ἐσχήκασι.
由许普苏斯建立了梅莱内埃与许普苏斯,此外还有蒂赖翁与海莫尼埃;根据阿卡迪亚人的看法,阿戈利斯地区的蒂雷亚以及被称为蒂雷亚湾的海湾也都是因这位蒂赖奥斯而得名。
§8.3.4Μαντινεὺς δὲ καὶ Τεγεάτης καὶ Μαίναλος, ὁ μὲν τῶν ἐν Ἀρκαδίᾳ πόλεων ὀνομαστοτάτην τὸ ἀρχαῖον Μαίναλον, Τεγεάτης δὲ καὶ Μαντινεὺς Τεγέαν κτίζουσι καὶ Μαντίνειαν.
在曼提内乌斯、特革阿塔斯和迈纳洛斯之中,后者建立了迈纳洛斯,这是古时阿卡迪亚诸城中最著名的,而特革阿塔斯和曼提内乌斯建立了特革亚和曼提内亚。
ὠνομάσθησαν δὲ καὶ ἀπὸ Κρώμου Κρῶμοι, καὶ Χαρισία Χαρίσιον ἔχουσα οἰκιστήν, Τρικόλωνοι δὲ ἀπὸ Τρικολώνου, καὶ ἀπὸ μὲν Περαίθου Περαιθεῖς, Ἀσέα δὲ ἀπὸ Ἀσεάτα καὶ ἀπὸ Λυκέως Λυκόα καὶ Σουματία ἀπὸ Σουματέως· Ἀλίφηρος δὲ καὶ Ἡραιεὺς ἐπώνυμοι καὶ οὗτοι πόλεσίν εἰσιν ἀμφότεροι.
此外,因克罗莫斯而得名的是克罗米,因哈里西乌斯为建城者而得名的是哈里西亚,因特里科洛诺斯而得名的是特里科洛尼,因佩赖托斯而得名的是佩赖特人之地,因阿塞阿塔斯而得名的是阿塞亚,因吕凯乌斯而得名的是吕科亚,因苏马透斯而得名的是苏马蒂亚;阿里费鲁斯和赫赖乌斯,这两位也同样都成为了城市名称的来源。
§8.3.5Οἴνωτρος δὲ ὁ τῶν παίδων νεώτατος Λυκάονι ἀρσένων Νύκτιμον τὸν ἀδελφὸν χρήματα καὶ ἄνδρας αἰτήσας ἐπεραιώθη ναυσὶν ἐς Ἰταλίαν, καὶ ἡ Οἰνωτρία χώρα τὸ ὄνομα ἔσχεν ἀπὸ Οἰνώτρου βασιλεύοντος.
吕卡翁的男孩中最小的俄诺特罗斯,向他的兄弟尼克提穆斯请求了资金与人手,便乘船渡海前往意大利,而俄诺特里亚地区便因担任国王的俄诺特罗斯而得名。
οὗτος ἐκ τῆς Ἑλλάδος ἐς ἀποικίαν στόλος πρῶτος ἐστάλη· ἀναριθμουμένῳ δὲ ἐς τὸ ἀκριβέστατον οὐδὲ ἐκ τῶν βαρβάρων οὐδένες πρότερον ἢ Οἴνωτρος ἀφίκοντο ἐς τὴν ἀλλοδαπήν.
这是从希腊出发进行殖民的第一次远征;如果进行最精确的推算,甚至在蛮族之中,也没有任何人在俄诺特罗斯之前到达过异国他乡。
§8.3.6ἐπὶ δὲ τῷ γένει παντὶ τῷ ἄρσενι θυγάτηρ Λυκάονι ἐγένετο Καλλιστώ.
除了这所有的男子后嗣之外,吕卡翁还生了一个女儿卡利斯托。
ταύτῃ τῇ Καλλιστοῖ—λέγω δὲ τὰ λεγόμενα ὑπὸ Ἑλλήνων—συνεγένετο ἐρασθεὶς Ζεύς· Ἥρα δὲ ὡς ἐφώρασεν, ἐποίησεν ἄρκτον τὴν Καλλιστώ, Ἄρτεμις δὲ ἐς χάριν τῆς Ἥρας κατετόξευσεν αὐτήν.
与这位卡利斯托——我只是讲述希腊人所说的话——宙斯因相爱而结合;但当赫拉察觉到此事后,便将卡利斯托变成了母熊,而阿耳忒弥斯为了讨好赫拉,用箭射杀了她。
καὶ ὁ Ζεὺς Ἑρμῆν πέμπει σῶσαι τὸν παῖδά οἱ προστάξας, ὃν ἐν τῇ γαστρὶ εἶχεν ἡ Καλλιστώ·
宙斯派遣赫耳墨斯,命令他救出卡利斯托腹中所怀的自己的孩子。
§8.3.7Καλλιστὼ δὲ αὐτὴν ἐποίησεν ἀστέρας καλουμένην ἄρκτον μεγάλην, ἧς καὶ Ὅμηρος ἐν Ὀδυσσέως ἀνάπλῳ παρὰ Καλυψοῦς μνήμην ἔσχε· " Πληιάδας τʼ ἐσορῶντα καὶ ὀψὲ δύοντα Βοώτην ἄρκτον θʼ, ἣν καὶ ἅμαξαν ἐπίκλησιν καλέουσιν.
而至于卡利斯托本人,他将她变成了被称为大熊座的星群,荷马在奥德修斯离开卡吕普索的航行中也曾提及此星: "注视着普勒阿得斯和迟迟落下的牧夫座,以及熊星,人们也称其为大车。
" ἔχοιεν δʼ ἂν καὶ ἄλλως τὸ ὄνομα οἱ ἀστέρες ἐπὶ τιμῇ τῇ Καλλιστοῦς, ἐπεὶ τάφον γε αὐτῆς ἀποφαίνουσιν οἱ Ἀρκάδες.
"然而,由于阿卡迪亚人指认了她的坟墓,这些星星也可能是通过其他方式因卡利斯托的荣誉而得名的。

词汇与语法注释

  1. 8.3.1Πάλλας μὲν καὶ Ὀρεσθεὺς καὶ Φίγαλος Παλλάντιον — 虽然帕拉斯、奥勒斯透斯和菲加洛斯三人并列作为帕兰提翁建城的主语出现,但此处省略了复数形式的建城动词(如 οἰκίζουσι)。鉴于后文紧接着提到奥勒斯透斯个人建立奥雷斯塔西翁、菲加洛斯个人建立菲加利亚,在此需补充理解这种在句法上由共同活动过渡到个人活动的省略结构。
  2. 8.3.4ὁ μὲν τῶν ἐν Ἀρκαδίᾳ πόλεων ὀνομαστοτάτην τὸ ἀρχαῖον Μαίναλον — 在“ὁ μὲν”(后者,即迈纳洛斯)之后省略了建城动词(如 ἔκτισε)。“Μαίναλον”是直接宾语,而“τῶν ἐν Ἀρκαδίᾳ πόλεων ὀνομαστοτάτην”(阿卡迪亚诸城中最著名的)充当其同位语或叙述性宾格,“τὸ ἀρχαῖον”则作为状语性宾格,意为“古时”或“昔日”。
  3. 8.3.7ἔχοιεν δʼ ἂν καὶ ἄλλως τὸ ὄνομα οἱ ἀστέρες ἐπὶ τιμῇ τῇ Καλλιστοῦς — “ἔχοιεν ἂν”是表示可能与推测的希求法(potential optative),意为“这些星星也可能是以其他方式”因卡利斯托的荣誉而得名。这是作者提出的一种推测性解释,旨在调和卡利斯托直接升为星座的神话与“ἐπεὶ”之后所引入的物理证据(即阿卡迪亚人指认了她在地上的实际坟墓)之间的矛盾。

引用这一段

保萨尼亚斯, 希腊志 §8.3.1-8.3.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.3.1-8.3.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。