Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.29.1-8.29.5

巴托斯的巨人传说与巴西利斯周边的废墟

第 336 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯记述了阿尔斐俄斯河附近被称为巴托斯之地的祭仪和诸神与巨人交战的传说,并通过荷马史诗以及在奥龙特斯河床发现的巨人骸骨来论证巨人实为凡人,最后描述了巴西利斯和索克尼亚等地的废墟。

§8.29.1διαβάντων δὲ Ἀλφειὸν χώρα τε καλουμένη Τραπεζουντία καὶ πόλεώς ἐστιν ἐρείπια Τραπεζοῦντος.
渡过阿尔斐俄斯河后,有被称为特拉佩尊提亚的地区以及特拉佩尊斯城的废墟。
καὶ αὖθις ἐπὶ τὸν Ἀλφειὸν ἐν ἀριστερᾷ καταβαίνοντι ἐκ Τραπεζοῦντος, οὐ πόρρω τοῦ ποταμοῦ Βάθος ἐστὶν ὀνομαζόμενον, ἔνθα ἄγουσι τελετὴν διὰ ἔτους τρίτου θεαῖς Μεγάλαις· καὶ πηγή τε αὐτόθι ἐστὶν Ὀλυμπιὰς καλουμένη, τὸν ἕτερον τῶν ἐν αὐτῶν οὐκ ἀπορρέουσα, καὶ πλησίον τῆς πηγῆς πῦρ ἄνεισι.
从特拉佩尊斯向左朝着阿尔斐俄斯河下行,离河不远的地方有一个被称为巴托斯的地方,他们在那里每三年为伟大的女神们举行一次祭仪;那里还有一口被称为奥林匹亚斯的泉水,它隔年不流出水来,泉水附近有火升起。
λέγουσι δὲ οἱ Ἀρκάδες τὴν λεγομένην γιγάντων μάχην καὶ θεῶν ἐνταῦθα καὶ οὐκ ἐν τῇ Θρᾳκίᾳ γενέσθαι Παλλήνῃ, καὶ θύουσιν ἀστραπαῖς αὐτόθι καὶ θυέλλαις τε καὶ βρονταῖς.
阿卡迪亚人说,所谓的巨人和诸神之战发生在这一带,而不是在色雷斯的帕勒涅,并在那里向闪电、暴风和雷霆献祭。
§8.29.2γιγάντων δὲ ἐν μὲν Ἰλιάδι οὐδεμίαν ἐποιήσατο Ὅμηρος μνήμην· ἐν Ὀδυσσείᾳ δὲ ἔγραψε μὲν ὡς ταῖς Ὀδυσσέως ναυσὶ Λαιστρυγόνες ἐπέλθοιεν γίγασι καὶ οὐκ ἀνδράσιν εἰκασμένοι, ἐποίησε δὲ καὶ τὸν βασιλέα τῶν Φαιάκων λέγοντα εἶναι τοὺς Φαίακας θεῶν ἐγγὺς ὥσπερ Κύκλωπας καὶ τὸ γιγάντων ἔθνος.
荷马在《伊利亚特》中完全没有提到巨人;但在《奥赛德》中,他写道莱斯特律戈涅斯人袭击了奥德修斯的船只,他们长得像巨人而不是普通人,他还让斐阿基亚人的国王说,斐阿基亚人如同库克罗普斯和巨人族一样,都与神明相近。
ἔν τε οὖν τούτοις δηλοῖ θνητοὺς ὄντας καὶ οὐ θεῖον γένος τοὺς γίγαντας καὶ σαφέστερον ἐν τῷδε ἔτι, " ὅς ποθʼ ὑπερθύμοισι γιγάντεσσιν βασίλευεν· ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός.
因此,在这些地方他表明巨人是凡人,而非神圣的族群,并且在以下这节诗中更加明确: “他曾统治傲慢的巨人;但他毁灭了那狂妄的族民,自己也一同灭亡。
" ἐθέλουσι δʼ αὐτῷ λαὸς ἐν τοῖς ἔπεσιν ἀνθρώπων οἱ πολλοὶ καλεῖσθαι.
” 而对他而言,在其诗句中的“民”通常是指人类。
§8.29.3δράκοντας δὲ ἀντὶ ποδῶν τοῖς γίγασιν εἶναι, πολλαχῇ τε ὁ λόγος ἄλλῃ καὶ ἐν τῷδε ἐδείχθη μάλιστα ὡς ἔστιν εὐήθης.
至于巨人用大蛇代替双脚的说法,在其他许多方面,尤其是在以下这件事上,都被证明是极其愚蠢的。
Ὀρόντην τὸν Σύρων ποταμὸν οὐ τὰ πάντα ἐν ἰσοπέδῳ μέχρι θαλάσσης ῥέοντα, ἀλλὰ ἐπὶ κρημνόν τε ἀπορρῶγα καὶ ἐς κάταντες ἀπʼ αὐτοῦ φερόμενον, ἠθέλησεν ὁ Ῥωμαίων βασιλεὺς ἀναπλεῖσθαι ναυσὶν ἐκ θαλάσσης ἐς Ἀντιόχειαν πόλιν· ἔλυτρον οὖν σὺν πόνῳ τε καὶ δαπάνῃ χρημάτων ὀρυξάμενος ἐπιτήδειον ἐς τὸν ἀνάπλουν, ἐξέτρεψεν ἐς τοῦτο τὸν ποταμόν.
叙利亚人的奥龙特斯河并非一直流经平原直至大海,而是流向陡峭悬崖并从此倾泻而下;罗马皇帝希望船只能够从大海逆流而上,直达安条克城;于是,他耗费劳力和巨资,挖出一条适合航行的水道,并将河水引入其中。
§8.29.4ἀναξηρανθέντος δὲ τοῦ ἀρχαίου ῥεύματος, κεραμεᾶ τε ἐν αὐτῷ σορὸς πλέον ἢ ἑνός τε καὶ δέκα εὑρέθη πηχῶν καὶ ὁ νεκρὸς μέγεθός τε ἦν κατὰ τὴν σορὸν καὶ ἄνθρωπος διὰ παντὸς τοῦ σώματος.
当古河道干涸时,在其中发现了一具长十一肘以上的陶制棺椁,里面的尸体大小与棺椁相符,且全身上下完全是人类的形体。
τοῦτον τὸν νεκρὸν ὁ ἐν Κλάρῳ θεός, ἀφικομένων ἐπὶ τὸ χρηστήριον τῶν Σύρων, εἶπεν Ὀρόντην εἶναι, γένους δὲ αὐτὸν εἶναι τοῦ Ἰνδῶν.
当叙利亚人前往神谕所时,克拉罗斯的神明宣告这具尸体是奥龙特斯,并且他属于印度人族群。
εἰ δὲ τὴν γῆν τὸ ἀρχαῖον οὖσαν ὑγρὰν ἔτι καὶ ἀνάπλεων νοτίδος θερμαίνων ὁ ἥλιος τοὺς πρώτους ἐποίησεν ἀνθρώπους, ποίαν εἰκός ἐστιν ἄλλην χώραν ἢ προτέραν τῆς Ἰνδῶν ἢ μείζονας ἀνεῖναι τοὺς ἀνθρώπους, ἥ γε καὶ ἐς ἡμᾶς ἔτι καὶ ὄψεως τῷ παραλόγῳ καὶ μεγέθει διάφορα ἐκτρέφει θηρία;
如果说在太古时代,太阳加热了依然湿润且充满水分的土地,从而创造了第一批人类,那么,除了直到我们这个时代依然哺育着在外观之奇特和体型之巨大上都绝无仅有的野兽的印度土地之外,还有哪片土地更可能比它更早或者生出更巨大的普通人类呢?
§8.29.5τοῦ δὲ χωρίου τοῦ ὀνομαζομένου Βάθους σταδίους ὡς δέκα ἀφέστηκεν ἡ καλουμένη Βασιλίς· ταύτης ἐγένετο οἰκιστὴς Κύψελος ὁ Κρεσφόντῃ τῷ Ἀριστομάχου τὴν θυγατέρα ἐκδούς· ἐπʼ ἐμοῦ δὲ ἐρείπια ἡ Βασιλὶς ἦν καὶ Δήμητρος ἱερὸν ἐν αὐτοῖς ἐλείπετο Ἐλευσινίας.
距离被称为巴托斯的地方约十斯塔德,坐落着被称为巴西利斯的地方;这里的建立者是屈普塞洛斯,他曾将女儿嫁给阿里斯托马科斯之子克雷斯丰特斯;在我的时代,巴西利斯已成废墟,其中只留存着一座厄琉息斯德墨忒尔的神庙。
ἐντεῦθεν δὲ προϊὼν τὸν Ἀλφειὸν αὖθις διαβήσῃ καὶ ἐπὶ Θωκνίαν ἀφίξῃ, τὸ ὄνομα ἀπὸ Θώκνου τοῦ Λυκάονος ἔχουσαν, ἐς ἅπαν δὲ ἐφʼ ἡμῶν ἔρημον· ἐλέγετο δὲ ὁ Θῶκνος ἐν τῷ λόφῳ κτίσαι τὴν πόλιν.
从这里前行,你将再次渡过阿尔斐俄斯河并抵达索克尼亚,该地得名于吕卡翁之子索克诺斯,但在我们这个时代已完全荒凉;据说索克诺斯是在那座丘陵上建立这座城市的。
ποταμὸς δὲ ὁ Ἀμίνιος ῥέων παρὰ τὸν λόφον ἐς τὸν Ἑλισσόντα ἐκδίδωσι, καὶ οὐ πολὺ ἄπωθεν ἐς τὸν Ἀλφειὸν ὁ Ἑλισσών.
阿米尼奥斯河流经那座丘陵旁,注入赫利松河,而赫利松河在不远处汇入阿尔斐俄斯河。

词汇与语法注释

  1. 8.29.1διαβάντων — 省略主语的属格独立结构,表示“当旅行者渡过时”这一一般性动作。这是保萨尼亚斯地理描写中常见的用法,在功能上等同于与格的 `διαβᾶσι`。
  2. 8.29.1τὸν ἕτερον τῶν ἐνιαυτῶν — 时间的宾格,意为“两年之中的一年”,即指该泉水“隔年”处于干涸状态。
  3. 8.29.2ἐθέλουσι — 动词 `ἐθέλω` 在主语为非生物、抽象概念或特定惯用语中,可表示“倾向于”、“习惯于”或“通常意指”。在此处表示在史诗中“民”这一词通常指的是“人类”。
  4. 8.29.4εἰ δὲ ... ποίαν εἰκός ἐστιν ... ἀνεῖναι — 条件从句使用 `εἰ`(直陈语气),而主句则采用修辞性疑问句 `ποίαν εἰκός ἐστιν`(支配不定式 `ἀνεῖναι`),整体上构成强烈的反问否定:“如果说……那么除了印度之外,还有什么地方更可能……呢?(没有)”。

引用这一段

保萨尼亚斯, 希腊志 §8.29.1-8.29.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.29.1-8.29.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。