Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.28.1-8.28.7

ゴルテュスのアスクレピオス神殿とテウティスの伝承

335 / 465 箇所 · ギリシア語

要旨

パウサニアスは、アルカディア地方のゴルテュスとその周辺にあるアスクレピオス神殿や、驚異的な冷たさを持つゴルテュニオス川について述べ、続いてテウティス村に伝わるトロイア戦争期の伝説とアテナ女神の傷のある神像の由来、そしてメガロポリスへ至る道中の戦死者の墓について記録している。

§8.28.1ἰόντι δὲ ἀπὸ τοῦ ποταμοῦ τῶν πηγῶν, πρῶτα μέν σε ἐκδέξεται Μάραθα χωρίον, μετὰ δὲ αὐτὸ Γόρτυς κώμη τὰ ἐπʼ ἐμοῦ, τὰ δὲ ἔτι ἀρχαιότερα πόλις.
川の源流から進む者に対して、まずマラタという場所が君を迎えるだろう。 その次にあるのが、私の時代には村であるが、もっと古い時代には都市であったゴルテュスである。
ἔστι δὲ αὐτόθι ναὸς Ἀσκληπιοῦ λίθου Πεντελησίου, καὶ αὐτός τε οὐκ ἔχων πω γένεια καὶ Ὑγείας ἄγαλμα·
そこにはペンテリコン産の大理石でできたアスクレピオスの神殿があり、まだ髭のないアスクレピオス自身の像と、ヒュギエイアの像がある。
Σκόπα δὲ ἦν ἔργα.
これらはスコパスの作品であった。
λέγουσι δὲ οἱ ἐπιχώριοι καὶ τάδε, ὡς Ἀλέξανδρος ὁ Φιλίππου τὸν θώρακα καὶ δόρυ ἀναθείη τῷ Ἀσκληπιῷ·
地元の者たちはまた、フィリッポスの子アレクサンドロスが自分の胸当てと槍をアスクレピオスに捧げたのだとも言っている。
καὶ ἐς ἐμέ γε ἔτι ὁ θώραξ καὶ τοῦ δόρατος ἦν ἡ αἰχμή.
そして私の時代にまでも、その胸当てと槍の穂先は残っていた。
§8.28.2τὴν δὲ Γόρτυνα ποταμὸς διέξεισιν ὑπὸ μὲν τῶν περὶ τὰς πηγὰς ὀνομαζόμενος Λούσιος, ἐπὶ λουτροῖς δὴ τοῖς Διὸς τεχθέντος·
このゴルテュスを川が流れており、源流の近くに住む人々からは、誕生したゼウスの産湯にちなんで、ルウシオスと呼ばれている。
οἱ δὲ ἀπωτέρω τῶν πηγῶν καλοῦσιν ἀπὸ τῆς κώμης Γορτύνιον.
しかし源流から遠い人々は、あの村にちなんでゴルテュニオスと呼んでいる。
οὗτος ὁ Γορτύνιος ὕδωρ ψυχρότατον παρέχεται ποταμῶν.
このゴルテュニオス川は、あらゆる川の中で最も冷たい水を提供している。
Ἴστρον μέν γε καὶ Ῥῆνον, ἔτι δὲ Ὕπανίν τε καὶ Βορυσθένην καὶ ὅσων ἄλλων ἐν ὥρᾳ χειμῶνος τὰ ῥεύματα πήγνυται, τούτους μὲν χειμερίους κατὰ ἐμὴν δόξαν ὀρθῶς ὀνομάσαι τις ἄν, οἳ ῥέουσι μὲν διὰ γῆς τὸ πολὺ τοῦ χρόνου νειφομένης, ἀνάπλεως δὲ κρυμοῦ καὶ ὁ περὶ αὐτούς ἐστιν ἀήρ·
イストロス川やライン川、さらにはヒュパニス川やボリュステネス川、および冬の季節にその流れが凍る他のすべての川については、これらを「冬の川」と呼ぶのが、私の考えでは正しい。 なぜなら、それらは一年の大部分が雪に覆われた土地を流れており、またそれらの周囲の空気も寒気に満ちているからである。
§8.28.3ὅσοι δὲ γῆν διεξίασιν εὖ τῶν ὡρῶν ἔχουσαν καὶ θέρους σφίσι τὸ ὕδωρ πινόμενόν τε καὶ λουομένους ἀνθρώπους ἀναψύχει, χειμῶνος δὲ ἀνιαρὸν οὐκ ἔστι, τούτους ἐγώ φημι παρέχεσθαι σφᾶς ὕδωρ ψυχρόν.
しかし、気候の恵まれた土地を流れ通り、夏にはその水が、飲まれるときにも、また浴びる人々をも冷やし、冬には苦痛を与えることがないような川について、これらこそが冷たい水を提供するものだと私は言う。
ψυχρὸν μὲν δὴ ὕδωρ καὶ Κύδνου τοῦ διεξιόντος Ταρσεῖς καὶ Μέλανος τοῦ παρὰ Σίδην τὴν Παμφύλων·
タルソスを流れるキュドノス川の水も、パンピュリアのシデの傍らを流れるメラス川の水も確かに冷たい。
Ἄλεντος δὲ τοῦ ἐν Κολοφῶνι καὶ ἐλεγείων ποιηταὶ τὴν ψυχρότητα ᾄδουσι.
またコロポンにあるアレス川の冷たさについては、哀歌作家たちも歌っている。
Γορτύνιος δὲ προήκει καὶ ἐς πλέον ψυχρότητος, μάλιστα δὲ ὥρᾳ θέρους.
しかしゴルテュニオス川は、とりわけ夏の季節において、さらに冷たさの点で勝っている。
ἔχει μὲν δὴ τὰς πηγὰς ἐν Θεισόᾳ τῆ Μεθυδριεῦσιν ὁμόρῳ·
それは、メテュドリオスの人々と境を接するテイソアに源流を持っている。
καθότι δὲ τῷ Ἀλφειῷ τὸ ῥεῦμα ἀνακοινοῖ, καλοῦσι Ῥαιτέας.
そしてその流れがアルペイオス川と合流する場所を、人々はライテアイと呼んでいる。
§8.28.4τῇ χώρᾳ δὲ τῇ Θεισόᾳ προσεχὴς κώμη Τεῦθίς ἐστι·
テイソアの地に隣接して、テウティスという村がある。
πάλαι δὲ ἦν πόλισμα ἡ Τεῦθις.
古くは、テウティスは町であった。
ἐπὶ δὲ τοῦ πολέμου τοῦ πρὸς Ἰλίῳ ἰδίᾳ παρείχοντο οἱ ἐνταῦθα ἡγεμόνα·
トロイアに対する戦争の際、ここの住民は独自に指揮官を提供した。
ὄνομα δὲ αὐτῷ Τεῦθιν, οἱ δὲ Ὄρνυτόν φασιν εἶναι.
彼の名はテウティスであったが、ある人々はオルニュトスであったと言う。
ὡς δὲ τοῖς Ἕλλησιν οὐκ ἐγίνετο ἐπίφορα ἐξ Αὐλίδος πνεύματα, ἀλλὰ ἄνεμος σφᾶς βίαιος ἐπὶ χρόνον εἶχεν ἐγκλείσας, ἀφίκετο ὁ Τεῦθις Ἀγαμέμνονι ἐς ἀπέχθειαν καὶ ὀπίσω τοὺς Ἀρκάδας ὧν ἦρχεν ἀπάξειν ἔμελλεν.
ギリシア人たちにアウリスからの追い風が吹かず、むしろ激しい風が彼らをしばらくの間閉じ込めていたとき、テウティスはアガメムノンと不和になり、自分が率いていたアルカディア人たちを連れ戻そうとした。
§8.28.5ἐνταῦθα Ἀθηνᾶν λέγουσι Μέλανι τῷ Ὦπος εἰκασμένην ἀποτρέπειν τῆς ὁδοῦ Τεῦθιν τῆς οἴκαδε·
その際、オプスの子メラスの姿に化けたアテナが、テウティスが帰路につくのを引き留めようとしたと言われている。
ὁ δέ, ἅτε οἰδοῦντος αὐτῷ τοῦ θυμοῦ, παίει τὴν θεὸν τῷ δόρατι ἐς τὸν μηρόν, ἀπήγαγε δὲ καὶ ἐκ τῆς Αὐλίδος ὀπίσω τὸν στρατόν.
しかし彼は、怒りがこみ上げていたため、槍で女神の太ももを突き、そしてアウリスからも軍勢を連れ戻してしまった。
ἀναστρέψας δὲ ἐς τὴν οἰκείαν, τὴν θεὸν ἔδοξεν αὐτὴν τετρωμένην φανῆναί οἱ τὸν μηρόν·
故郷に戻ると、太ももを傷つけられた女神自身が彼に現れたかのように思われた。
τὸ δὲ ἀπὸ τούτου κατέλαβε Τεῦθιν φθινώδης νόσος, μόνοις τε Ἀρκάδων τοῖς ἐνταῦθα οὐκ ἀπεδίδου καρπὸν οὐδένα ἡ γῆ.
その後、テウティスは消耗性の病にかかり、アルカディア人のうち、ここの住民に対してだけ、土地は全く実りをもたらさなかった。
§8.28.6χρόνῳ δὲ ὕστερον ἄλλα τε ἐχρήσθη σφίσιν ἐκ Δωδώνης, ὁποῖα δρῶντες ἱλάσεσθαι τὴν θεὸν ἔμελλον, καὶ ἄγαλμα ἐποιήσαντο Ἀθηνᾶς ἔχον τραῦμα ἐπὶ τοῦ μηροῦ.
後になって、彼らに対して、女神をなだめるためにどのようなことを行うべきか、ドドナから他の神託が下され、そして彼らは、太ももに傷のあるアテナの像を作った。
τοῦτο καὶ αὐτὸς τὸ ἄγαλμα εἶδον, τελαμῶνι πορφυρῷ τὸν μηρὸν κατειλημένον.
この神像は私も自分で見たが、太ももが紫色の帯で包まれていた。
καὶ ἄλλα ἐν Τεύθιδι, Ἀφροδίτης τε ἱερὸν καὶ Ἀρτέμιδός ἐστι.
テウティスには、他にもアプロディテの神殿とアルテミスの神殿がある。
§8.28.7ταῦτα μὲν δὴ ἐνταῦθά ἐστι·
これらは確かにここにある。
κατὰ δὲ τὴν ὁδὸν τὴν ἐκ Γόρτυνος ἐς Μεγάλην πόλιν πεποίηται μνῆμα τοῖς ἀποθανοῦσιν ἐν τῇ πρὸς Κλεομένην μάχῃ.
ゴルテュスからメガロポリスへ向かう道沿いには、クレオメネスとの戦いで戦死した人々のための墓が建てられている。
τὸ δὲ μνῆμα τοῦτο ὀνομάζουσιν οἱ Μεγαλοπολῖται Παραιβασίον, ὅτι ἐς αὐτοὺς παρεσπόνδησεν ὁ Κλεομένης.
メガロポリスの人々はこの墓をパライバシオンと呼んでいる。 なぜなら、クレオメネスが彼らに対して休戦協定を破ったからである。
Παραιβασίου δὲ ἔχεται πεδίον ἑξήκοντα σταδίων μάλιστα·
パライバシオンに接して、およそ六十スタディオンの平野が広がっている。
καὶ πόλεως ἐρείπια Βρένθης ἐστὶν ἐν δεξιᾷ τῆς ὁδοῦ, καὶ ποταμὸς ἔξεισιν αὐτόθεν Βρενθεάτης καὶ ὅσον σταδίους προελθόντι πέντε κάτεισιν ἐς τὸν Ἀλφειόν.
そして道の右側には、都市ブレンテの遺跡があり、そこからブレンテアテス川が流れ出て、およそ五スタディオン進んだところでアルペイオス川に合流する。

語釈・文法注

  1. 8.28.1ἰόντι — 現在分詞能動態男性単수与格。地理的な道案内において「(川の源流から)進んでいく者にとって」という視点や方向を示す「判断の与格」(dativus iudicantis)として機能している。
  2. 8.28.3εὖ τῶν ὡρῶν ἔχουσαν — εὖ ἔχω +属格の構文で「〜に関して良い状態にある、恵まれている」を意味する。ここでは属格 τῶν ὡρῶν(季節、気候)を伴い、「気候の恵まれた(土地)」を表している。
  3. 8.28.7προελθόντι — アオリスト分詞能動態男性単数与格。8.28.1 の ἰόντι と同様に、距離の測定において「(そこから5スタディオンほど)進んだ者にとって」という基準を示す与格として用いられている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.28.1-8.28.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.28.1-8.28.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。