§8.27.10τηνικαῦτα οἱ Λακεδαιμόνιοι προθυμίας μὲν ἕνεκα Ἀρκάδας τε ἂν τοὺς ἄλλους καὶ τοὺς Μεγαλοπολίτας ἐποίησαν ἀναστάτους, ἀμυνομένων δὲ τῶν τότε οὐκ ἀθύμως καὶ ἅμα τῶν περιοίκων ἀπροφασίστως σφίσιν ἐπικουρούντων, λόγου μὲν συνέπεσεν οὐδὲν ἄξιον γενέσθαι παρὰ οὐδετέρων·
その時、スパルタ人は、意図としては、他のアルカディア人とメガロポリス人を故郷から追い出したであろうが、当時の人々が怯まずに防戦し、同時に周辺住民がためらうことなく彼らを支援したため、結果としてどちら側からも特筆に値することは何一つ起こらなかった。
Φίλιππον δὲ τὸν Ἀμύντου καὶ Μακεδόνων τὴν ἀρχὴν οὐχ ἥκιστα αὐξηθῆναι τὸ ἔχθος τὸ Ἀρκάδων ἐς Λακεδαιμονίους ἐποίησε, καὶ Ἕλλησιν ἐν Χαιρωνείᾳ καὶ αὖθις περὶ Θεσσαλίαν τοῦ ἀγῶνος οὐ μετέσχον οἱ Ἀρκάδες.
また、アルカディア人のスパルタ人に対する憎しみが、アミュンタスの子フィリッポスとマケドニア人の支配力がきわめて大きく増大する原因となり、カイロネイアにおける、そしてさらにその後のテッサリアをめぐるギリシア人の戦いにアルカディア人は参加しなかった。
§8.27.11χρόνον δὲ οὐ μετὰ πολὺν Ἀριστόδημος Μεγαλοπολίταις ἀνέφυ τύραννος, Φιγαλεὺς μὲν γένος καὶ υἱὸς Ἀρτύλα, ποιησαμένου δὲ αὐτὸν Τριταίου τῶν οὐκ ἀδυνάτων ἐν Μεγάλῃ πόλει·
それから間もなくして、アリストデモスがメガロポリスの僭主として台頭した。 彼は生まれはピガレイア人でアルテュラスの息子であったが、メガロポリスの有力者の一人であるトリタイオスが彼を養子にしたのである。
τούτῳ τῷ Ἀριστοδήμῳ καὶ τυραννοῦντι ἐξεγένετο ὅμως ἐπικληθῆναι Χρηστῷ.
このアリストデモスは、僭主であったにもかかわらず、それでも「善人(クレストス)」と称される幸運を得た。
ἐπὶ τούτου τυραννοῦντος ἐσβάλλουσιν ἐς τὴν Μεγαλοπολῖτιν στρατιᾷ Λακεδαιμόνιοι καὶ τοῦ βασιλέως Κλεομένους ὁ πρεσβύτατος τῶν παίδων Ἀκρότατος·
彼が僭主を務めていた時期に、スパルタ人と、王クレオメネスの子らのうち最年長のアクロタトスが、軍勢を率いてメガロポリス領内に侵入した。
ἐγενεαλόγησα δὲ ἤδη τά τε ἐς τοῦτον καὶ ἐς τὸ πᾶν γένος τῶν ἐν Σπάρτῃ βασιλέων.
私はすでに、彼についても、またスパルタの王たちのすべての家系についても、系譜を明らかにしておいた。
γενομένης δὲ ἰσχυρᾶς μάχης καὶ ἀποθανόντων πολλῶν παρʼ ἀμφοτέρων κρατοῦσιν οἱ Μεγαλοπολῖται τῇ συμβολῇ·
激しい戦闘が起こり、双方に多くの死者が出たが、メガロポリス人がこの衝突で勝利を収めた。
καὶ ἄλλοι τε διεφθάρησαν Σπαρτιατῶν καὶ Ἀκρότατος, οὐδέ οἱ τὴν πατρῴαν παραλαβεῖν ἐξεγένετο ἀρχήν.
スパルタ人の他の多くの者とともにアクロタトスも戦死し、父の王位を継承することは叶わなかった。
§8.27.12μετὰ δὲ Ἀριστόδημον τελευτήσαντα δύο μάλιστα ὕστερον γενεαῖς ἐτυράννησε Λυδιάδης, οἴκου μὲν οὐκ ἀφανοῦς, φύσιν δὲ φιλότιμος ὢν καὶ οὐχ ἥκιστα, ὡς ἐπέδειξεν ὕστερον, καὶ φιλόπολις.
アリストデモスの死後、およそ二世代のちに、リディアデスが僭主となった。 彼は名の知られた家柄の出身で、生まれつき野心家であったが、後に示したように、きわめて愛国心に富む人物でもあった。
ἔσχε μὲν γὰρ ἔτι νέος ὢν τὴν ἀρχήν· ἐπεὶ δὲ ἤρχετο φρονεῖν, κατέπαυεν ἑαυτὸν ἑκὼν τυραννίδος, καίπερ ἐς τὸ ἀσφαλὲς ἤδη οἱ τῆς ἀρχῆς καθωρμισμένης.
というのも、彼はまだ若いうちに支配権を手に入れたが、分別がつくようになると、彼の支配はすでに盤石なものとなっていたにもかかわらず、自ら進んで僭主の座を退いたからである。
Μεγαλοπολιτῶν δὲ συντελούντων ἤδη τότε ἐς τὸ Ἀχαϊκόν, ὁ Λυδιάδης ἔν τε αὐτοῖς Μεγαλοπολίταις καὶ ἐν τοῖς πᾶσιν Ἀχαιοῖς ἐγένετο οὕτω δόκιμος ὡς Ἀράτῳ παρισωθῆναι τὰ ἐς δόξαν.
当時すでにメガロポリスはアカイア同盟に加盟していたため、リディアデスはメガロポリス市民の間でも、アカイア人全体の間でもきわめて高い評価を得て、名声の点においてアラトスに比肩するほどであった。
§8.27.13Λακεδαιμόνιοι δὲ αὐτοί τε πανδημεὶ καὶ ὁ τῆς οἰκίας βασιλεὺς τῆς ἑτέρας Ἆγις ὁ Εὐδαμίδου στρατεύουσιν ἐπὶ Μεγάλην πόλιν παρασκευῇ μείζονι καὶ ἀξιολογωτέρᾳ τῆς ὑπὸ Ἀκροτάτου συναχθείσης·
スパルタ人は、全市民を挙げ、もう一方の王家の王、エウダミダスの子アギスとともに、アクロタトスが集めたものよりも大規模で強力な軍備を整えて、メガロポリスに対して遠征した。
καὶ μάχῃ τε ἐπεξελθόντας τοὺς Μεγαλοπολίτας ἐνίκησαν καὶ μηχάνημα ἰσχυρὸν προσάγοντες τῷ τείχει τὸν πύργον τὸν ταύτῃ διʼ αὐτοῦ σείουσι καὶ ἐς τὴν ὑστεραίαν καταρρίψειν τῷ μηχανήματι ἤλπιζον.
そして、立ち向かって打って出てきたメガロポリス人を戦闘で破り、城壁に強力な攻城兵器を押し当ててその場所の塔を揺るがし、翌日にはその兵器で崩し落とせるものと期待していた。
§8.27.14ἔμελλε δὲ ἄρα οὐχ Ἕλλησιν ὁ Βορέας ἔσεσθαι μόνον τοῖς πᾶσιν ὄφελος, τοῦ Μήδων ναυτικοῦ ταῖς Σηπιάσι προσράξας τὰς πολλάς, ἀλλὰ καὶ Μεγαλοπολίτας ὁ ἄνεμος οὗτος ἐρρύσατο μὴ ἁλῶναι·
しかし、北風(ボレアス)が、かつてペルシア(メディア)の艦隊の大部分をセピアスの岬にたたきつけて、すべてのギリシア人にとっての救いとなっただけでなく、この風はメガロポリスの人々をも陥落から救う運命にあったのである。
κατέλυσέ τε γὰρ τὸ μηχάνημα τοῦ Ἄγιδος καὶ διεφόρησεν ἐς ἀπώλειαν παντελῆ βιαίῳ τῷ πνεύματι ὁμοῦ καὶ συνεχεῖ.
なぜなら、激しく吹き荒れ続ける強風によって、それはアギスの攻城兵器を打ち倒し、完全に破壊し去ったからである。
ὁ δὲ Ἆγις ὅτῳ τὰ ἐκ τοῦ Βορέου μὴ ἑλεῖν τὴν Μεγαλόπολιν ἐγένετο ἐμποδών, ἔστιν ὁ τὴν ἐν Ἀχαΐᾳ Πελλήνην ἀφαιρεθεὶς ὑπὸ Ἀράτου καὶ Σικυωνίων καὶ ὕστερον πρὸς Μαντινείᾳ χρησάμενος τῷ τέλει.
北風の働きによってメガロポリス攻略を阻まれたこのアギスこそは、アカイアのペレネをアラトスとシキョン人によって奪われ、その後にマンティネイアの近くで最期を迎えた人物である。
§8.27.15μετὰ δὲ οὐ πολὺν χρόνον Κλεομένης ὁ Λεωνίδου Μεγαλόπολιν κατέλαβεν ἐν σπονδαῖς.
それから間もなくして、レオニダスの子クレオメネスが、休戦期間中にメガロポリスを占領した。
Μεγαλοπολιτῶν δὲ οἱ μὲν ἐν τῇ νυκτὶ εὐθὺς τότε ἀμύνοντες τῇ πατρίδι ἐπεπτώκεσαν, ἔνθα καὶ Λυδιάδην ἀγωνιζόμενον ἀξίως λόγου κατέλαβεν ἐν τῇ μάχῃ τὸ χρεών·
メガロポリス人のうち、ある者はその夜ただちに祖国を守る戦いの中で討ち死にし、その戦闘で、特筆すべき戦いぶりを見せたリディアデスも運命の死を迎えた。
τοὺς δὲ αὐτῶν Φιλοποίμην ὁ Κραύγιδος ὅσον τε τὰ δύο μέρη τῶν ἐν ἡλικίᾳ καὶ παῖδας ἅμα ἔχων καὶ γυναῖκας διέφυγεν ἐς τὴν Μεσσηνίαν.
しかし残りの人々は、クラウギスの子フィロポイメンが、軍役年齢にある者の約3分の2と、同時に子供や女性たちを率いて、メッセニアへと逃れさせた。
§8.27.16Κλεομένης δὲ τούς τε ἐγκαταληφθέντας ἐφόνευε καὶ κατέσκαπτέ τε καὶ ἔκαιε τὴν πόλιν.
クレオメネスは、取り残された人々を虐殺し、都市を破壊して焼き払った。
Μεγαλοπολῖται μὲν δὴ τρόπον ὁποῖον ἀνεσώσαντο τὴν αὑτῶν καὶ ὁποῖα κατελθοῦσιν αὖθις ἐπράχθη σφίσι, δηλώσει τοῦ λόγου μοι τὰ ἐς Φιλοποίμενα·
メガロポリスの人々がいかなる方法で自らの都市を取り戻し、帰還した後に彼らによっていかなる行動がなされたかについては、フィロポイメンに関する私の記述の中で明らかにする。
Λακεδαιμονίων δὲ τῷ δήμῳ τοῦ τῶν Μεγαλοπολιτῶν παθήματος μέτεστιν αἰτίας οὐδέν, ὅτι σφίσιν ἐκ βασιλείας μετέστησεν ἐς τυραννίδα ὁ Κλεομένης τὴν πολιτείαν.
しかし、スパルタの一般市民には、メガロポリスの人々の災難に対する責任は全くない。 なぜなら、クレオメネスが彼らの国制を王政から僭主政へと変えてしまっていたからである。
§8.27.17Μεγαλοπολίταις δὲ καὶ Ἡραιεῦσι κατὰ τὰ εἰρημένα ἤδη μοι τοῦ Βουφάγου ποταμοῦ περὶ τὰς πηγάς εἰσιν ὅροι τῆς χώρας.
メガロポリス人とヘライア人の土地の境界は、私がすでに述べたように、ブパゴス川の源流付近にある。
γενέσθαι δὲ τῷ ποταμῷ τὸ ὄνομα ἀπὸ Βουφάγου φασὶν ἥρωος, εἶναι δὲ Ἰαπετοῦ τε παῖδα αὐτὸν καὶ Θόρνακος.
この川の名は英雄ブパゴスに由来すると言われており、彼はイアペトスとトルナクスの子であったという。
ταύτην καὶ ἐν τῇ Λακωνικῇ Θόρνακα ὀνομάζουσι.
この女性のトルナクスにちなんで、ラコニアでもトルナクスと呼ぶ場所がある。
λέγουσι δὲ καὶ ὡς ἐν Φολόῃ τῷ ὄρει τοξεύσειεν Ἄρτεμις Βουφάγον ἔργα τολμήσαντα οὐχ ὅσια ἐς τὴν θεόν.
また、ポロエ山において、アルテミスの神に対して不敬な行為を企てたため、アルテミスがブパゴスを射殺したという話もある。