§8.27.1ἡ δὲ Μεγάλη πόλις νεωτάτη πόλεών ἐστιν οὐ τῶν Ἀρκαδικῶν μόνον ἀλλὰ καὶ τῶν ἐν Ἕλλησι, πλὴν ὅσων κατὰ συμφορὰν ἀρχῆς τῆς Ῥωμαίων μεταβεβήκασιν οἰκήτορες·
メガロポリスは、アルカディアの都市だけでなく、ギリシア全体においても、ローマ帝国の支配のもとで災難によって住民が移住した都市を除けば、最も新しい都市である。
συνῆλθον δὲ ὑπὲρ ἰσχύος ἐς αὐτὴν οἱ Ἀρκάδες, ἅτε καὶ Ἀργείους ἐπιστάμενοι τὰ μὲν ἔτι παλαιότερα μόνον οὐ κατὰ μίαν ἡμέραν ἑκάστην κινδυνεύοντας ὑπὸ Λακεδαιμονίων παραστῆναι τῷ πολέμῳ, ἐπειδὴ δὲ ἀνθρώπων πλήθει τὸ Ἄργος ἐπηύξησαν καταλύσαντες Τίρυνθα καὶ Ὑσιάς τε καὶ Ὀρνεὰς καὶ Μυκήνας καὶ Μίδειαν καὶ εἰ δή τι ἄλλο πόλισμα οὐκ ἀξιόλογον ἐν τῇ Ἀργολίδι ἦν, τά τε ἀπὸ Λακεδαιμονίων ἀδεέστερα τοῖς Ἀργείοις ὑπάρξαντα καὶ ἅμα ἐς τοὺς περιοίκους ἰσχὺν γενομένην αὐτοῖς.
アルカディア人が強大になるためにこの都市に集まったのは、アルゴス人の先例を知っていたからである。 すなわち、アルゴス人はさらに古い時代には、スパルタ人によって毎日のように戦争で降伏させられかねない危険にさらされていたが、ティリュンス、ヒュシア、オルネア、ミュケナイ、ミデイア、およびアルゴリスにある他の取るに足らない町々を破壊して人口を増大させてからは、スパルタ人に対する恐怖が和らぎ、同時に周辺住民に対して支配的な力を獲得するに至ったのを知っていたのである。
§8.27.2γνώμῃ μὲν τοιαύτῃ συνῳκίζοντο οἱ Ἀρκάδες, τῆς πόλεως δὲ οἰκιστὴς Ἐπαμινώνδας ὁ Θηβαῖος σὺν τῷ δικαίῳ καλοῖτο ἄν·
このような意図のもとでアルカディア人は共同移住を行ったが、この都市の建国者は正当にもテーバイのエパメイノンダスと呼ばれるべきであろう。
τούς τε γὰρ Ἀρκάδας οὗτος ἦν ὁ ἐπεγείρας ἐς τὸν συνοικισμὸν Θηβαίων τε χιλίους λογάδας καὶ Παμμένην ἀπέστειλεν ἡγεμόνα ἀμύνειν τοῖς Ἀρκάσιν, εἰ κωλύειν πειρῶνται οἱ Λακεδαιμόνιοι τὸν οἰκισμόν.
なぜなら、アルカディア人に共同移住を促したのは彼であり、スパルタ人が移住を妨げようとする場合にアルカディア人を救援するため、テーバイの精鋭千名と指揮官としてパンメネスを派遣したのも彼だからである。
ᾑρέθησαν δὲ καὶ ὑπὸ τῶν Ἀρκάδων οἰκισταὶ Λυκομήδης καὶ Ὁπολέας καὶ Τίμων τε καὶ Πρόξενος, οὗτοι μὲν ἐκ Τεγέας, Λυκομήδης δὲ καὶ Ὁπολέας Μαντινεῖς, Κλειτορίων δὲ Κλεόλαος καὶ Ἀκρίφιος, Εὐκαμπίδας δὲ καὶ Ἱερώνυμος ἐκ Μαινάλου, Παρρασίων δὲ Ποσσικράτης τε καὶ Θεόξενος.
また、アルカディア人自身によっても建国委員が選ばれた。 テゲアからはティモンとプロクセノス、マンティネイアからはリュコメデスとホポレアス、クレイトルからはクレオラオスとアクリピオス、マイナロスからはエウカンピダスとヒエロニュモス、パッラシアからはポッシクラテスとテオクセノスである。
§8.27.3πόλεις δὲ τοσαίδε ἦσαν ὁπόσας ὑπό τε προθυμίας καὶ διὰ τὸ ἔχθος τὸ Λακεδαιμονίων πατρίδας σφίσιν οὔσας ἐκλιπεῖν ἐπείθοντο οἱ Ἀρκάδες, Ἀλέα Παλλάντιον Εὐταία Σουμάτειον Ἀσέα Περαιθεῖς Ἑλισσὼν Ὀρεσθάσιον Δίπαια Λύκαια· ταύτας μὲν ἐκ Μαινάλου·
アルカディア人が、その熱意とスパルタ人への憎しみから、それまで故郷であったのを捨てるよう説得された都市は、これほど多数にのぼった。 マイナロス地方からは、アレア、パッランティオン、エウタイア、スマテイオン、アセア、ペライテイス、ヘリッソン、オレスタシオン、ディパイア、リュカイア。
ἐκ δὲ Εὐτρησίων Τρικόλωνοι καὶ Ζοίτιον καὶ Χαρισία καὶ Πτολέδερμα καὶ Κναῦσον καὶ Παρώρεια·
エウトレシオス地方からは、トリコロノイ、ゾイティオン、カリシア、プトレデルマ、クナウソン、パロレイア。
§8.27.4παρὰ δὲ Αἰγυτῶν Αἴγυς καὶ Σκιρτώνιον καὶ Μαλέα καὶ Κρῶμοι καὶ Βλένινα καὶ Λεῦκτρον·
アイギュテス地方からは、アイギュス、スキルトニオン、マレア、クロモイ、ブレニナ、レウクトロン。
Παρρασίων δὲ Λυκοσουρεῖς Θωκνεῖς Τραπεζούντιοι Προσεῖς Ἀκακήσιον Ἀκόντιον Μακαρία Δασέα·
パッラシア人からは、リュコスラ、トクネイア、トラペズス、プロセイス、アカケシオン、アコンティオン、マカリア、ダセア。
ἐκ δὲ Κυνουραίων τῶν ἐν Ἀρκαδίᾳ Γόρτυς καὶ Θεισόα ἡ πρὸς Λυκαίῳ καὶ Λυκαιᾶται καὶ Ἀλίφηρα·
アルカディアのキュヌリア人からは、ゴルテュス、リュカイオン山近くのテイソア、リュカイア、アリペラ。
ἐκ δὲ τῶν συντελούντων ἐς Ὀρχομενὸν Θεισόα Μεθύδριον Τεῦθις·
オルコメノスに属していた地域からは、テイソア、メテュドリオオン、テウティス。
προσεγένετο δὲ καὶ Τρίπολις ὀνομαζομένη, Καλλία καὶ Δίποινα καὶ Νώνακρις.
さらに、トリポリスと呼ばれる地域、すなわちカッリア、ディポイナ、ノナクリスも加わった。
§8.27.5τὸ μὲν δὴ ἄλλο Ἀρκαδικὸν οὔτε τι παρέλυε τοῦ κοινοῦ δόγματος καὶ συνελέγοντο ἐς τὴν Μεγάλην πόλιν σπουδῇ·
他のアルカディア人たちは共同の決定に何ら違反せず、急いでメガロポリスへと集まってきた。
Λυκαιᾶται δὲ καὶ Τρικολωνεῖς καὶ Λυκοσουρεῖς τε καὶ Τραπεζούντιοι μετεβάλοντο Ἀρκάδων μόνοι, καὶ—οὐ γὰρ συνεχώρουν ἔτι τὰ ἄστη τὰ ἀρχαῖα ἐκλιπεῖν— οἱ μὲν αὐτῶν καὶ ἄκοντες ἀνάγκῃ κατήγοντο ἐς τὴν Μεγάλην πόλιν, Τραπεζούντιοι δὲ ἐκ Πελοποννήσου
しかし、アルカディア人の中で、リュカイア、トリコロノイ、リュコスラ、トラペズスの人々だけは方針を翻し、古い都市を立ち去ることに同意しなかった。 そのため、彼らのうちある者は意に反して無理やりメガロポリスへと移住させられたが、トラペズスの人々はペロポネソスから完全に立ち去った。
§8.27.6τὸ παράπαν ἐξεχώρησαν, ὅσοι γε αὐτῶν ἐλείφθησαν καὶ μὴ σφᾶς ὑπὸ τοῦ θυμοῦ παραυτίκα διεχρήσαντο οἱ Ἀρκάδες·
それは、アルカディア人が怒りに任せてその場で処刑しなかった、生き残りの人々であった。
τοὺς δὲ αὐτῶν ἀνασωθέντας ἀναπλεύσαντας ναυσὶν ἐς τὸν Πόντον συνοίκους ἐδέξαντο μητροπολίτας τʼ ὄντας καὶ ὁμωνύμους οἱ Τραπεζοῦντα ἔχοντες τὴν ἐν τῷ Εὐξείνῳ.
彼らのうち逃げ延びた人々は、船でポントスへ渡り、黒海沿岸のトラペズスを領有していた人々によって、彼らが母都市の住民であり同名であることから、共同市民として受け入れられた。
Λυκοσουρεῦσι δὲ καὶ ἀπειθήσασιν ἐγένετο ὅμως παρὰ τῶν Ἀρκάδων αἰδὼς Δήμητρός τε ἕνεκα καὶ Δεσποίνης ἐλθοῦσιν ἐς τὸ ἱερόν.
一方、命令に従わなかったリュコスラの人々に対しては、彼らがデメテルとデスポイナの神殿に逃げ込んだため、アルカディア人たちも敬意を払って容赦した。
§8.27.7τῶν δὲ ἄλλων τῶν κατειλεγμένων πόλεων αἱ μὲν ἐς ἅπαν εἰσὶν ἐφʼ ἡμῶν ἔρημοι, τὰς δὲ ἔχουσιν οἱ Μεγαλοπολῖται κώμας, Γόρτυνα Διποίνας Θεισόαν τὴν πρὸς Ὀρχομενῷ Μεθύδριον Τεῦθιν Καλλιὰς Ἑλισσόντα·
リストに挙げられたその他の都市のうち、あるものは私の時代には完全に荒廃しているが、他はメガロポリス人が村として領有している。 すなわち、ゴルテュス、ディポイナ、オルコメノス近くのテイソア、メテュドリオオン、テウティス、カッリア、ヘリッソンである。
μόνη δὲ ἐξ αὐτῶν Παλλάντιον ἔμελλεν ἄρα ἠπιωτέρου πειρᾶσθαι καὶ τότε τοῦ δαίμονος.
しかし、それらのうちパッランティオンだけは、その時にも運命のより慈悲深い扱いを経験することになっていた。
τοῖς δὲ Ἀλιφηρεῦσι παραμεμένηκεν ἐξ ἀρχῆς πόλιν σφᾶς καὶ ἐς τόδε νομίζεσθαι.
またアリペラの人々は、最初から今日に至るまで都市として認められ続けている。
§8.27.8συνῳκίσθη δὲ ἡ Μεγάλη πόλις ἐνιαυτῷ τε τῷ αὐτῷ καὶ μησίν ὀλίγοις ὕστερον ἢ τὸ πταῖσμα ἐγένετο Λακεδαιμονίων τὸ ἐν Λεύκτροις, Φρασικλείδου μὲν Ἀθήνησιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς ἑκατοστῆς Ὀλυμπιάδος καὶ δευτέρας, ἣν Δάμων Θούριος ἐνίκα στάδιον.
メガロポリスが創建されたのは、レウクトラでスパルタ人が敗北を遣したのと同じ年、その数ヶ月後のことであり、アテナイではプラシクレイデスがアルコンを務めており、第102回オリンピア競技会の2年目、トゥリオイのダモンが短距離競走で優勝した年であった。
§8.27.9Μεγαλοπολίταις δὲ ἐς τὴν Θηβαίων συμμαχίαν ἐγγραφεῖσιν ἀπὸ Λακεδαιμονίων δεῖμα ἦν οὐδέν.
メガロポリスの人々にとって、テーバイの同盟に加わっている間は、スパルタ人に対する恐れは何もなかった。
ὡς δὲ ἐς τὸν πόλεμον τὸν ἱερὸν ὀνομασθέντα οἱ Θηβαῖοι κατέστησαν καὶ αὐτοῖς ἐπέκειντο οἱ Φωκεῖς, τήν τε ὅμορον τῇ Βοιωτῶν ἔχοντες καὶ ὄντες οὐκ ἀδύνατοι χρήμασιν ἅτε τὸ ἱερὸν τὸ ἐν Δελφοῖς κατειληφότες,
しかし、テーバイ人がいわゆる神聖戦争に突入し、ボイオティアに隣接する領地を持ち、デルポイの神殿を占拠して豊かな資金力を有していたフォキス人が彼らを圧迫するようになると、