§8.27.1ἡ δὲ Μεγάλη πόλις νεωτάτη πόλεών ἐστιν οὐ τῶν Ἀρκαδικῶν μόνον ἀλλὰ καὶ τῶν ἐν Ἕλλησι, πλὴν ὅσων κατὰ συμφορὰν ἀρχῆς τῆς Ῥωμαίων μεταβεβήκασιν οἰκήτορες·
大都市(梅加洛波利斯)是最新的一座城市,不仅在阿卡迪亚的城市中,而且在全希腊的城市中也是如此,只有那些因罗马统治的变故而迁徙居民的城市除外。
συνῆλθον δὲ ὑπὲρ ἰσχύος ἐς αὐτὴν οἱ Ἀρκάδες, ἅτε καὶ Ἀργείους ἐπιστάμενοι τὰ μὲν ἔτι παλαιότερα μόνον οὐ κατὰ μίαν ἡμέραν ἑκάστην κινδυνεύοντας ὑπὸ Λακεδαιμονίων παραστῆναι τῷ πολέμῳ, ἐπειδὴ δὲ ἀνθρώπων πλήθει τὸ Ἄργος ἐπηύξησαν καταλύσαντες Τίρυνθα καὶ Ὑσιάς τε καὶ Ὀρνεὰς καὶ Μυκήνας καὶ Μίδειαν καὶ εἰ δή τι ἄλλο πόλισμα οὐκ ἀξιόλογον ἐν τῇ Ἀργολίδι ἦν, τά τε ἀπὸ Λακεδαιμονίων ἀδεέστερα τοῖς Ἀργείοις ὑπάρξαντα καὶ ἅμα ἐς τοὺς περιοίκους ἰσχὺν γενομένην αὐτοῖς.
阿卡迪亚人为了寻求强大而聚集于此,因为他们知道阿哥斯人的先例:在更古老的时代,阿哥斯人几乎每天都面临着在战争中被斯巴达人征服的危险;但自从他们摧毁了蒂林斯、许西亚埃、奥尔内埃、迈锡尼、米底亚以及阿哥利斯境内其他微不足道的城镇,从而以大量的人口壮大了阿哥斯之后,他们不仅对斯巴达人的恐惧减轻了,同时也对周边居民获得了支配的力量。
§8.27.2γνώμῃ μὲν τοιαύτῃ συνῳκίζοντο οἱ Ἀρκάδες, τῆς πόλεως δὲ οἰκιστὴς Ἐπαμινώνδας ὁ Θηβαῖος σὺν τῷ δικαίῳ καλοῖτο ἄν·
抱着这样的意图,阿卡迪亚人进行了联合建城。 而这座城市的建国者,理所当然应当被称为底比斯人意帕密浓达。
τούς τε γὰρ Ἀρκάδας οὗτος ἦν ὁ ἐπεγείρας ἐς τὸν συνοικισμὸν Θηβαίων τε χιλίους λογάδας καὶ Παμμένην ἀπέστειλεν ἡγεμόνα ἀμύνειν τοῖς Ἀρκάσιν, εἰ κωλύειν πειρῶνται οἱ Λακεδαιμόνιοι τὸν οἰκισμόν.
因为是他激励阿卡迪亚人进行联合迁徙,并且派遣了一千名精选的底比斯士兵和指挥官帕姆美内斯,以在斯巴达人试图阻挠建城时保护阿卡迪亚人。
ᾑρέθησαν δὲ καὶ ὑπὸ τῶν Ἀρκάδων οἰκισταὶ Λυκομήδης καὶ Ὁπολέας καὶ Τίμων τε καὶ Πρόξενος, οὗτοι μὲν ἐκ Τεγέας, Λυκομήδης δὲ καὶ Ὁπολέας Μαντινεῖς, Κλειτορίων δὲ Κλεόλαος καὶ Ἀκρίφιος, Εὐκαμπίδας δὲ καὶ Ἱερώνυμος ἐκ Μαινάλου, Παρρασίων δὲ Ποσσικράτης τε καὶ Θεόξενος.
阿卡迪亚人自己也选出了建国委员:来自特格亚的蒂蒙和普罗克塞诺斯,来自曼提内亚的吕科墨得斯和霍波莱亚斯,来自克莱托尔的克莱奥劳斯和阿克里菲奥斯,来自迈纳洛斯的埃乌坎皮达斯和希埃罗纽摩斯,以及来自帕拉西亚的波西克拉特斯和狄奥克塞诺斯。
§8.27.3πόλεις δὲ τοσαίδε ἦσαν ὁπόσας ὑπό τε προθυμίας καὶ διὰ τὸ ἔχθος τὸ Λακεδαιμονίων πατρίδας σφίσιν οὔσας ἐκλιπεῖν ἐπείθοντο οἱ Ἀρκάδες, Ἀλέα Παλλάντιον Εὐταία Σουμάτειον Ἀσέα Περαιθεῖς Ἑλισσὼν Ὀρεσθάσιον Δίπαια Λύκαια· ταύτας μὲν ἐκ Μαινάλου· ἐκ δὲ Εὐτρησίων Τρικόλωνοι καὶ Ζοίτιον καὶ Χαρισία καὶ Πτολέδερμα καὶ Κναῦσον καὶ Παρώρεια· §8.27.4παρὰ δὲ Αἰγυτῶν Αἴγυς καὶ Σκιρτώνιον καὶ Μαλέα καὶ Κρῶμοι καὶ Βλένινα καὶ Λεῦκτρον· Παρρασίων δὲ Λυκοσουρεῖς Θωκνεῖς Τραπεζούντιοι Προσεῖς Ἀκακήσιον Ἀκόντιον Μακαρία Δασέα· ἐκ δὲ Κυνουραίων τῶν ἐν Ἀρκαδίᾳ Γόρτυς καὶ Θεισόα ἡ πρὸς Λυκαίῳ καὶ Λυκαιᾶται καὶ Ἀλίφηρα· ἐκ δὲ τῶν συντελούντων ἐς Ὀρχομενὸν Θεισόα Μεθύδριον Τεῦθις· προσεγένετο δὲ καὶ Τρίπολις ὀνομαζομένη, Καλλία καὶ Δίποινα καὶ Νώνακρις.
阿卡迪亚人因其热忱以及对斯巴达人的仇恨,被说服放弃自己原有的家园而迁出的城市有如此之多。 来自迈纳洛斯地区的有:阿莱亚、帕兰提翁、埃乌泰亚、苏马泰翁、阿塞亚、佩莱泰伊斯、赫利松、奥雷斯塔希翁、迪派亚、吕凯亚;来自埃乌特雷西奥斯地区的有:特里科洛诺伊、佐伊蒂翁、卡里西亚、普托莱德尔马、克瑙松、帕罗雷亚;来自艾吉泰斯地区的有:艾吉斯、斯基尔托尼翁、马莱亚、克罗莫伊、布莱尼纳、莱乌克特隆;来自帕拉西亚人的有:吕科苏拉、托克尼亚、特拉佩祖斯、普罗塞伊斯、阿卡凯西翁、阿孔提翁、马卡利亚、达塞埃;来自阿卡迪亚的库努里亚人的有:戈尔蒂斯、吕凯翁山附近的泰索阿、吕凯亚塔埃、阿里费拉;来自归属于奥尔科墨诺斯的地区有:泰索阿、梅蒂德里翁、特乌蒂斯;此外还加入了被称为“三城”(特里波利斯)的地区,即卡利亚、迪波伊纳、诺纳克里斯。
§8.27.5τὸ μὲν δὴ ἄλλο Ἀρκαδικὸν οὔτε τι παρέλυε τοῦ κοινοῦ δόγματος καὶ συνελέγοντο ἐς τὴν Μεγάλην πόλιν σπουδῇ·
此时,其余 of 阿卡迪亚人并没有违反共同的决议,急忙向大都市聚集。
Λυκαιᾶται δὲ καὶ Τρικολωνεῖς καὶ Λυκοσουρεῖς τε καὶ Τραπεζούντιοι μετεβάλοντο Ἀρκάδων μόνοι, καὶ—οὐ γὰρ συνεχώρουν ἔτι τὰ ἄστη τὰ ἀρχαῖα ἐκλιπεῖν— οἱ μὲν αὐτῶν καὶ ἄκοντες ἀνάγκῃ κατήγοντο ἐς τὴν Μεγάλην πόλιν, Τραπεζούντιοι δὲ ἐκ Πελοποννήσου
但在阿卡迪亚人中,只有吕凯亚塔埃人、特里科洛诺伊人、吕科苏拉人和特拉佩祖斯人改变了主意,因为他们不同意放弃自己古老的城市。 因此,他们中的一部分人在违背意愿的情况下被强行迁往大都市,而特拉佩祖斯人则从伯罗奔尼撒完全迁走。
§8.27.6τὸ παράπαν ἐξεχώρησαν, ὅσοι γε αὐτῶν ἐλείφθησαν καὶ μὴ σφᾶς ὑπὸ τοῦ θυμοῦ παραυτίκα διεχρήσαντο οἱ Ἀρκάδες·
这些是他们中剩下的人,没有立即被愤怒的阿卡迪亚人处死。
τοὺς δὲ αὐτῶν ἀνασωθέντας ἀναπλεύσαντας ναυσὶν ἐς τὸν Πόντον συνοίκους ἐδέξαντο μητροπολίτας τʼ ὄντας καὶ ὁμωνύμους οἱ Τραπεζοῦντα ἔχοντες τὴν ἐν τῷ Εὐξείνῳ.
他们中逃生并乘船北上至黑海的人,被黑海沿岸特拉佩祖斯的居民接纳为共同公民,因为后者将他们视为母邦同胞且同名。
Λυκοσουρεῦσι δὲ καὶ ἀπειθήσασιν ἐγένετο ὅμως παρὰ τῶν Ἀρκάδων αἰδὼς Δήμητρός τε ἕνεκα καὶ Δεσποίνης ἐλθοῦσιν ἐς τὸ ἱερόν.
然而,对于不顺从的吕科苏拉人,由于他们逃进了德墨忒尔和德斯波伊娜的神庙,阿卡迪亚人最终还是对他们表示了敬意而予以宽恕。
§8.27.7τῶν δὲ ἄλλων τῶν κατειλεγμένων πόλεων αἱ μὲν ἐς ἅπαν εἰσὶν ἐφʼ ἡμῶν ἔρημοι, τὰς δὲ ἔχουσιν οἱ Μεγαλοπολῖται κώμας, Γόρτυνα Διποίνας Θεισόαν τὴν πρὸς Ὀρχομενῷ Μεθύδριον Τεῦθιν Καλλιὰς Ἑλισσόντα·
在其他被列出的城市中,有些在我的时代已完全荒废,有些则被大都市人作为村庄占有:戈尔蒂斯、迪波伊纳、奥尔科墨诺斯附近的泰索阿、梅蒂德里翁、特乌蒂斯、卡利亚埃、赫利松。
μόνη δὲ ἐξ αὐτῶν Παλλάντιον ἔμελλεν ἄρα ἠπιωτέρου πειρᾶσθαι καὶ τότε τοῦ δαίμονος.
但其中唯有帕兰提翁注定在那时会经历命运更温和的对待。
τοῖς δὲ Ἀλιφηρεῦσι παραμεμένηκεν ἐξ ἀρχῆς πόλιν σφᾶς καὶ ἐς τόδε νομίζεσθαι.
对于阿里费拉人来说,自始至终他们都一直被视为一个城市。
§8.27.8συνῳκίσθη δὲ ἡ Μεγάλη πόλις ἐνιαυτῷ τε τῷ αὐτῷ καὶ μησίν ὀλίγοις ὕστερον ἢ τὸ πταῖσμα ἐγένετο Λακεδαιμονίων τὸ ἐν Λεύκτροις, Φρασικλείδου μὲν Ἀθήνησιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς ἑκατοστῆς Ὀλυμπιάδος καὶ δευτέρας, ἣν Δάμων Θούριος ἐνίκα στάδιον.
大都市建城的时间与斯巴达人在莱乌克特拉惨败是在同一年,且在其后仅几个月。 当时弗拉西克莱德斯在雅典任执政官,是在第102届奥林匹亚竞技会的第二年,那一届由苏里伊的达蒙赢得了短跑冠军。
§8.27.9Μεγαλοπολίταις δὲ ἐς τὴν Θηβαίων συμμαχίαν ἐγγραφεῖσιν ἀπὸ Λακεδαιμονίων δεῖμα ἦν οὐδέν.
对于大都市人而言,只要他们被列入底比斯人的同盟中,斯巴达人就不足为惧。
ὡς δὲ ἐς τὸν πόλεμον τὸν ἱερὸν ὀνομασθέντα οἱ Θηβαῖοι κατέστησαν καὶ αὐτοῖς ἐπέκειντο οἱ Φωκεῖς, τήν τε ὅμορον τῇ Βοιωτῶν ἔχοντες καὶ ὄντες οὐκ ἀδύνατοι χρήμασιν ἅτε τὸ ἱερὸν τὸ ἐν Δελφοῖς κατειληφότες,
然而,到底比斯人陷入了被称为“神圣战争”的冲突中,且福基斯人对他们施加了沉重压力时(福基斯人占领了邻近波奥蒂亚的领土,并因霸占了德尔斐的神庙而资金雄厚),