§8.25.1ἐς δὲ Θέλπουσαν ἰόντι ἐκ Ψωφῖδος πρῶτα μὲν χωρίον Τρόπαιά ἐστιν ὀνομαζόμενον ἐν ἀριστερᾷ τοῦ Λάδωνος, Τροπαίων δὲ ἔχεται δρυμὸς Ἀφροδίσιον·
プソピスからテルプサへと向かうと、まず第一に、ラドンの左側にトロパイアと呼ばれる場所があり、トロパイアに隣接してアプロディシオンと呼ばれる森がある。
τρίτα δέ ἐστιν ἀρχαῖα ἐν στήλῃ γράμματα,
"
ὅροι Ψωφιδίοις πρὸς τὴν Θελπουσίαν χώραν.
第三には、碑石の上に古い文字があり、 "プソピス人とテルプサ領との境界。 "とある。
"
ἐν δὲ τῇ γῇ τῇ Θελπουσίᾳ ποταμός ἐστιν Ἄρσην καλούμενος·
テルプサの地にはアルセンと呼ばれる川がある。
τοῦτον οὖν διαβήσῃ καὶ ὅσον πέντε ἀπʼ αὐτοῦ σταδίοις ἀφίξῃ καὶ εἴκοσι ἐπὶ ἐρείπια Καοῦντος κώμης καὶ ἱερὸν Ἀσκληπιοῦ Καουσίου πεποιημένον ἐν τῇ ὁδῷ.
それゆえ、この川を渡り、そこから約二十五スタディオン進むと、カウスという村の遺跡と、道沿いに建てられたカウシオスのアスクレピオス神殿に到着する。
§8.25.2τοῦ δὲ ἱεροῦ τούτου σταδίους τεσσαράκοντα μάλιστα ἀφέστηκεν ἡ πόλις·
この神殿からその都市はおよそ四十スタディオン離れている。
τεθῆναι δὲ αὐτῇ ὄνομα ἀπὸ νύμφης λέγουσι Θελπούσης, ταύτην δὲ θυγατέρα εἶναι Λάδωνος.
都市の名前はニンフのテルプサにちなんで名付けられたと言われており、彼女はラドンの娘であるとされる。
τῷ δὲ Λάδωνι ἄρχεται μὲν τὸ ὕδωρ ἐν πηγαῖς τῆς Κλειτορίας, καθὰ ὁ λόγος ἐδήλωσεν ἤδη μοι·
ラドン川については、すでに私の記述が明らかにしたように、クレイトリアの泉にその水が始まる。
ῥεῖ δὲ πρῶτον μὲν παρὰ Λευκάσιον χωρίον καὶ Μεσόβοα καὶ διὰ τῶν Νάσων ἐπί τε Ὄρυγα τὸν καὶ Ἁλοῦντα ὀνομαζόμενον, ἐξ Ἁλοῦντος δὲ ἐπὶ Θαλιάδας τε καὶ ἐπὶ Δήμητρος ἱερὸν κάτεισιν Ἐλευσινίας.
そして川は、まずレウカシオンという場所とメソボアの傍らを流れ、ナソイを通り抜けて、オリュクスおよびハルスと呼ばれる場所に至り、ハルスからはタリアダス、そしてエレウシニアのデメテルの神殿へと下っていく。
§8.25.3τὸ δὲ ἱερὸν τοῦτο ἔστι μὲν Θελπουσίων ἐν ὅροις·
この神殿はテルプサ人の境界の内にある。
ἀγάλματα δὲ ἐν αὐτῷ, ποδῶν ἑπτὰ οὐκ ἀποδέον ἕκαστον, Δήμητρός ἐστι καὶ ἡ παῖς καὶ ὁ Διόνυσος, τὰ πάντα ὁμοίως λίθου.
そしてその中にある神像は、それぞれ高さが七プースを下回らないもので、デメテルと娘、そしてディオニュソスの像であり、すべて同様に石でできている。
μετὰ δὲ τῆς Ἐλευσινίας τὸ ἱερὸν καὶ Θέλπουσαν τὴν πόλιν ὁ Λάδων παρέξεισιν ἐν ἀριστερᾷ, κειμένην μὲν ἐπὶ λόφου μεγάλου, τὰ πλείω δὲ ἐφʼ ἡμῶν ἔρημον, ὥστε καὶ τὴν ἀγορὰν ἐπὶ τῷ πέρατι οὖσάν φασιν ἐν τῷ μεσαιτάτῳ ποιηθῆναι τὸ ἐξ ἀρχῆς.
エレウシニアの神殿を過ぎると、ラドン川はテルプサの都市を左側に残して流れる。 都市は大きな丘の上に位置しているが、我々の時代にはその大部分が荒れ地となっており、そのため、今では端にあるアゴラも、当初はちょうど中央に造られたのだ、と言われている。
ἔστι δὲ ἐν Θελπούσῃ ναὸς Ἀσκληπιοῦ καὶ θεῶν ἱερὸν τῶν δώδεκα·
テルプサにはアスクレピオスの神殿と十二神の神殿がある。
§8.25.4τούτου τὰ πολλὰ ἐς ἔδαφος ἔκειτο ἤδη.
この神殿の大部分はすでに地面に倒れていた。
μετὰ δὲ Θέλπουσαν ἐπὶ τὸ ἱερὸν τῆς Δήμητρος ὁ Λάδων κάτεισι τὸ ἐν Ὀγκείῳ·
テルプサを過ぎると、ラドン川はオンケイオンにあるデメテルの神殿へと下っていく。
καλοῦσι δὲ Ἐρινὺν οἱ Θελπούσιοι τὴν θεόν, ὁμολογεῖ δέ σφισι καὶ Ἀντίμαχος ἐπιστρατείαν Ἀργείων ποιήσας ἐς Θήβας·
テルプサの人々はその女神をエリニュスと呼んでおり、アルゴス人のテーバイ遠征を作詩したアンティマコスも彼らと一致している。
καί οἱ τὸ ἔπος ἔχει,
"
Δήμητρος τόθι φασὶν Ἐρινύος εἶναι ἔδεθλον.
そして、彼の詩にはこうある。 "そこにはエリニュスたるデメテルの住処があると言われている。
"
ὁ μὲν δὴ Ὄγκιος Ἀπόλλωνός ἐστι κατὰ τὴν φήμην καὶ ἐν τῇ Θελπουσίᾳ περὶ τὸ χωρίον ἐδυνάστευε τὸ Ὄγκιον, τῇ θεῷ δὲ Ἐρινὺς γέγονεν ἐπίκλησις·
"伝承によれば、オンキオスはアポロンの子であり、テルプサ領のオンケイオンという場所の周辺を支配していた。 そして女神にとって「エリニュス」が通り名となった。
§8.25.5πλανωμένῃ γὰρ τῇ Δήμητρι, ἡνίκα τὴν παῖδα ἐζήτει, λέγουσιν ἕπεσθαί οἱ τὸν Ποσειδῶνα ἐπιθυμοῦντα αὐτῇ μιχθῆναι, καὶ τὴν μὲν ἐς ἵππον μεταβαλοῦσαν ὁμοῦ ταῖς ἵπποις νέμεσθαι ταῖς Ὀγκίου, Ποσειδῶν δὲ συνίησεν ἀπατώμενος καὶ συγγίνεται τῇ Δήμητρι ἄρσενι ἵππῳ καὶ αὐτὸς εἰκασθείς.
というのも、デメテルが娘を捜してさまよっていたとき、ポセイドンが彼女と交わることを望んで彼女の後を追った、と言されているからである。 そして彼女は牝馬に姿を変え、オンキオスの牝馬たちと一緒に草を食んでいたが、ポセイドンは自分が欺かれていることに気づき、自らも牡馬に姿を似せて、デメテルと交わった。
§8.25.6τὸ μὲν δὴ παραυτίκα τὴν Δήμητρα ἐπὶ τῷ συμβάντι ἔχειν ὀργίλως, χρόνῳ δὲ ὕστερον τοῦ τε θυμοῦ παύσασθαι καὶ τῷ Λάδωνι ἐθελῆσαί φασιν αὐτὴν λούσασθαι·
そのとき、デメテルは起きたことに対して最初は怒りを抱いていたが、のちに怒りを静め、ラドン川で身を洗うことを望んだ、と言われている。
ἐπὶ τούτῳ καὶ ἐπικλήσεις τῇ θεῷ γεγόνασι, τοῦ μηνίματος μὲν ἕνεκα Ἐρινύς, ὅτι τὸ θυμῷ χρῆσθαι καλοῦσιν ἐρινύειν οἱ Ἀρκάδες, Λουσία δὲ ἐπὶ τῷ λούσασθαι τῷ Λάδωνι.
このことに基づいて女神にいくつかの通り名が生じた。 すなわち、怒りのために「エリニュス」。 というのも、アルカディア人は怒りを表すことを「エリニュエイン」と呼ぶからである。 また、ラドン川で身を洗ったことから「ルシア」である。
τὰ δὲ ἀγάλματά ἐστι τὰ ἐν τῷ ναῷ ξύλου, πρόσωπα δέ σφισι καὶ χεῖρες ἄκραι καὶ πόδες εἰσὶ Παρίου λίθου·
この神殿にある神像は木製であるが、その顔、手先、足先はパロス島産の白大理石でできている。