§8.24.8ὁ δὲ Ἀλκμαίων ἡνίκα τὴν μητέρα ἀποκτείνας ἔφυγεν ἐξ Ἄργους, τότε ἐς τὴν Ψωφῖδα ἐλθών, Φηγίαν ἔτι ἀπὸ τοῦ Φηγέως ὀνομαζομένην, συνῴκησεν Ἀλφεσιβοίᾳ τῇ Φηγέως θυγατρὶ καὶ αὐτῇ δῶρα ὡς τὸ εἰκὸς καὶ ἄλλα καὶ τὸν ὅρμον δίδωσιν.
アルクマイオンは、母親を殺害してアルゴスから逃亡したとき、当時まだペゲウスにちなんでペギアと呼ばれていたプソピスへとやって来て、ペゲウスの娘アルペシボイアと結婚し、彼女に、当然のことながら他の様々な贈り物とともに、あの首飾りを与えた。
ὡς δὲ οἰκοῦντι αὐτῷ παρὰ τοῖς Ἀρκάσιν οὐδὲν ἐγίνετο ἡ νόσος ῥᾴων, κατέφυγεν ἐπὶ τὸ μαντεῖον τὸ ἐν Δελφοῖς, καὶ αὐτὸν ἡ Πυθία διδάσκει τὸν Ἐριφύλης ἀλάστορα ἐς ταύτην οἱ μόνην χώραν οὐ συνακολουθήσειν, ἥτις ἐστὶ νεωτάτη καὶ ἡ θάλασσα τοῦ μητρῴου μιάσματος ἀνέφηνεν ὕστερον αὐτήν.
しかし、彼がアルカディア人たちのもとに暮らしていても、病が少しも軽くならなかったので、彼はデルポイの託宣所に逃れ、ピュティアは彼に、エリピュレの復讐の神が彼を追ってこないのは、最も新しく、かつ母親を殺したことによる穢れよりも後に海が浮き上がらせたその土地だけであろう、と告げた。
§8.24.9καὶ ὁ μὲν ἐξευρὼν τοῦ Ἀχελῴου τὴν πρόσχωσιν ἐνταῦθα ᾤκησε, καὶ γυναῖκα ἔσχε Καλλιρόην τοῦ Ἀχελῴου θυγατέρα λόγῳ τῷ Ἀκαρνάνων, καί οἱ παῖδες Ἀκαρνάν τε καὶ Ἀμφότερος ἐγένοντο·
そこで彼はアケロオス川の堆積(によって新しくできた土地)を見つけ出してそこに住み、アカルニア人の伝承によれば、アケロオス川の娘カッリロエを妻とし、彼に息子たち、アカルナンとアンポテロスが生まれた。
ἀπὸ δὲ τοῦ Ἀκαρνᾶνος τοῖς ἐν τῇ ἠπείρῳ ταύτῃ τὸ ὄνομα τὸ νῦν γενέσθαι λέγουσι τὰ πρὸ τούτου Κούρησι καλουμένοις.
それまでクレーテスと呼ばれていたが、この地の大陸部に住む人々に現在の名が生じたのは、このアカルナンに由来する、と人々は言っている。
ἐς ἐπιθυμίας δὲ ἀνοήτους πολλοὶ μὲν ἄνδρες, γυναῖκες δὲ ἔτι πλέον ἐξοκέλλουσιν.
ところで、愚かな欲望に多くの男たちが、そして女たちはさらに多く難破するものである。
§8.24.10ἐπεθύμησεν ἡ Καλλιρόη τῆς Ἐριφύλης οἱ γενέσθαι τὸν ὅρμον καὶ διʼ αὐτὸ ἐς τὴν Φηγίαν τὸν Ἀλκμαίωνα ἔστειλεν ἄκοντα, καὶ αὐτὸν ὑπὸ Φηγέως τῶν παίδων Τημένου καὶ Ἀξίονος δολοφονηθέντα ἐπέλαβεν ἡ τελευτή.
カッリロエは、エリピュレの首飾りが自分のものになることを望み、そのためにアルクマイオンを気の進まないままペギアへと送り出したが、彼はペゲウスの息子たちであるテメノスとアクシオンによって謀殺され、死が彼を襲った。
τοῦ Φηγέως δὲ οἱ παῖδες τῷ Ἀπόλλωνι ἀναθεῖναι τῷ ἐν Δελφοῖς λέγονται τὸν ὅρμον.
ペゲウスの息子たちは、その首飾りをデルポイのアポロンに奉納したと言われている。
καὶ ἐπὶ τούτων βασιλευόντων ἐν Φηγίᾳ τότε ἔτι καλουμένῃ τῇ πόλει στρατεῦσαί φασιν Ἕλληνας ἐς Τροίαν·
そして、彼らが、当時まだペギアと呼ばれていたその都市で王として支配していたときに、ギリシア人がトロイアへと遠征したと言われている。
σφᾶς δὲ οἱ Ψωφίδιοι τοῦ στόλου φασὶν οὐ μετασχεῖν, ὅτι αὐτῶν τοῖς βασιλεῦσιν οἱ Ἀργείων ἀπηχθάνοντο ἡγεμόνες, κατὰ γένος τε τῷ Ἀλκμαίωνι οἱ πολλοὶ προσήκοντες καὶ τῆς ἐπιστρατείας αὐτῷ κοινωνήσαντες τῆς ἐς Θήβας.
しかしプソピスの人々は、自分たちがその遠征に加わらなかったのは、アルゴス人の指導者たちが彼らの王たちに嫌われていたからである、と主張している。 その指導者たちの多くは血統的にアルクマイオンと親戚であり、テーバイへの遠征を彼と共にしたからであった。
§8.24.11τὰς δὲ Ἐχινάδας νήσους ὑπὸ τοῦ Ἀχελῴου μὴ σφᾶς ἤπειρον ἄχρι ἡμῶν ἀπειργάσθαι γέγονε δὴ αἰτία τὸ Αἰτωλῶν ἔθνος, γεγόνασι δὲ αὐτοί τε ἀνάστατοι καὶ ἡ γῆ σφισι πᾶσα ἠρήμωται·
アケロオス川によってエキナデス諸島が私たちの時代にいたるまで陸地化されなかった原因は、実にアイトリアの民にある。 彼ら自身が荒廃させられ、彼らの土地すべてが不毛の地となったからである。
ταῖς Ἐχινάσιν οὖν ἅτε ἀσπόρου μενούσης τῆς Αἰτωλίας οὐχ ὁμοίως ὁ Ἀχελῷος ἐπάγει τὴν ἰλύν.
それゆえ、アイトリアが耕作されずに放置されているために、アケロオス川はエキナデス諸島に以前ほどには泥を運ばない。
μαρτύριον δέ μοι τοῦ λόγου·
私の主張の証明はこうである。
ὁ γὰρ Μαίανδρος διὰ τῆς Φρυγῶν καὶ Καρῶν ἀρουμένης ὅσα ἔτη ῥέων τὴν μεταξὺ Πριήνης καὶ Μιλήτου θάλασσαν ἐν οὐ πολλῷ χρόνῳ πεποίηκεν ἤπειρον.
すなわち、マイアンドロス川は、フリュギア人とカリア人の耕作地を毎年流れることで、プριエネとミレトスの間の海を、短期間のうちに陸地にしてしまったからである。
§8.24.12Ψωφιδίοις δὲ καὶ παρὰ τῷ Ἐρυμάνθῳ ναός ἐστιν Ἐρυμάνθου καὶ ἄγαλμα.
また、プソピスの人々にはエリュマントス川のほとりにエリュマントス川神の神殿と像がある。
ποιεῖται δὲ πλὴν τοῦ Αἰγυπτίου Νείλου ποταμοῖς τοῖς ἄλλοις λίθου λευκοῦ τὰ ἀγάλματα· τῷ Νείλῳ δέ, ἅτε διὰ τῆς Αἰθιόπων κατιόντι ἐς θάλασσαν, μέλανος λίθου τὰ ἀγάλματα ἐργάζεσθαι νομίζουσιν.
エジプトのナイル川を除いて、他の川の神像は白い石で作られるが、ナイル川については、エチオピア人たちの土地を通り抜けて海へと下るため、黒い石で神像を作るのが習慣となっている。
§8.24.13ὃν δὲ ἤκουσα ἐν Ψωφῖδι ἐπὶ Ἀγλαῷ λόγον ἀνδρὶ Ψωφιδίῳ κατὰ Κροῖσον τὸν Λυδὸν ὄντι ἡλικίαν, ὡς ὁ Ἀγλαὸς τὸν χρόνον τοῦ βίου πάντα γένοιτο εὐδαίμων, οὔ με ἔπειθεν ὁ λόγος.
しかし、リュディアのクロイソスと同時代の人であったプソピス人アグラオスについて、私がプソピスで聞いた、アグラオスは生涯を通じてずっと幸福であったという話は、私を納得させなかった。
ἀλλὰ ἀνθρώπων μὲν τῶν ἐφʼ ἑαυτοῦ κακὰ ἄν τις ἐλάσσονα ἀναδέξαιτο, καθὰ καὶ ναῦς ἧσσον ἂν χειμασθείη νεὼς ἄλλης·
なるほど、同時代の人々の中で、ある者が他よりも少ない災いを受けるということはあり得るだろう。 それはちょうど、ある船が他の船よりも嵐に遭うことが少ないのと同じである。
§8.24.14ἄνδρα δὲ συμφορῶν ἀεὶ στάντα ἐκτὸς ἢ τὰ πάντα οὐρίῳ ναῦν χρησαμένην πνεύματι οὐκ ἔστιν ὅπως δυνησόμεθα ἐξευρεῖν, ἐπεὶ καὶ Ὅμηρος κατακείμενον παρὰ τῷ Διὶ ἀγαθῶν πίθον, τὸν δὲ ἕτερον κακῶν ἐποίησεν, ὑπὸ τοῦ ἐν Δελφοῖς θεοῦ δεδιδαγμένος, ὃς αὐτόν ποτε Ὅμηρον κακοδαίμονά τε προσεῖπε καὶ ὄλβιον ὡς φύντα ἐπὶ ἀμφοτέροις ὁμοίως.
しかし、常に不幸の外に立っていた男や、すべての航海で追い風に恵まれた船を見つけ出すことなど、到底不可能である。 なぜなら、ホメロスでさえも、ゼウスの傍らには一方は善きものの瓶が、もう一方は悪きものの瓶が置かれていると詩に詠んだからであり、彼は、かつてホメロス自身を不幸にして幸福、すなわち両方の定めのもとに等しく生まれた者と呼んだデルポイの神によって、そう教えられたのである。