§8.24.1Ψωφῖδος δὲ οἱ μέν φασιν οἰκιστὴν γενέσθαι Ψώφιδα τὸν Ἄρρωνος τοῦ Ἐρυμάνθου τοῦ Ἀρίστα τοῦ Παρθάονος τοῦ Περιφήτου τοῦ Νυκτίμου·
プソピスについては、ある人々は、ニュクティモスの息子ペリペトス、その息子パルタオン、その息子アリスタス、その息子エリュマントス、その息子アロン、その息子であるプソピスが創建者となったと言う。
τοῖς δέ ἐστιν εἰρημένα θυγατέρα Ψωφῖδα εἶναι Ξάνθου τοῦ Ἐρυμάνθου τοῦ Ἀρκάδος.
また別の人々によっては、アルカスの息子エリュマントス、その息子クサントスの娘プソピスがそれであると言われている。
τάδε μὲν οὖν οὕτω κατὰ τὴν Ἀρκάδων ἐς τοὺς βασιλέας ἔχει μνήμην·
これらは、王たちに関するアルカディア人の記憶においてこのようになっている。
§8.24.2ὁ δὲ ἀληθέστατος τῶν λόγων ἐστὶν Ἔρυκος τοῦ ἐν Σικανίᾳ δυναστεύσαντος παῖδα εἶναι τὴν Ψωφῖδα, ᾗ συγγενόμενος Ἡρακλῆς ἀγαγέσθαι μὲν αὐτὴν ἐς τὸν οἶκον οὐκ ἠξίου, καταλείπει δὲ ἔχουσαν ἐν τῇ γαστρὶ παρὰ Λυκόρτᾳ, ξένῳ μὲν ὄντι αὐτοῦ, παροικοῦντι δὲ ἐν πόλει Φηγίᾳ, πρὸ δὲ τοῦ Φηγέως τῆς βασιλείας Ἐρυμάνθῳ καλουμένῃ·
しかし、伝承の中で最も真実味があるのは、プソピスはシカニアで支配者であったエリュクスの娘であるというものである。 ヘラクレースは彼女と交わったが、彼女を自分の家に連れて行くことはよしとせず、懐妊した彼女を、自分の客人であり、ペギアと呼ばれる(しかしペゲウスの治世以前にはエリュマントスと呼ばれていた)街に住んでいたリュコルタスのもとに残した。
ἐπιτραφέντες δὲ αὐτόθι Ἐχέφρων καὶ Πρόμαχος Ἡρακλέους τε ὄντες καὶ τῆς γυναικὸς τῆς Σικανῆς μετέθεντο τῇ Φηγίᾳ τὸ ὄνομα Ψωφῖδα ἀπὸ τῆς μητρός.
そこで育てられたエケプロンとプロマコスは、ヘラクレースとあのシカニアの女との息子たちであったが、ペギアの名を自分たちの母にちなんでプソピスへと変更した。
§8.24.3ἔστι δὲ καὶ Ζακυνθίων τῇ ἀκροπόλει Ψωφὶς ὄνομα, ὅτι ναυσὶν ἐς τὴν νῆσον ἐπεραιώθη πρῶτος καὶ ἐγένετο οἰκιστὴς ἀνὴρ Ψωφίδιος, Ζάκυνθος ὁ Δαρδάνου.
またザキュントス人のアクロポリスにもプソピスという名がある。 なぜなら、船でその島へ最初に渡り、創建者となったのはプソピス出身の男、ダルダノスの息子ザキュントスだったからである。
Σειρῶν μὲν δὴ σταδίοις ἐστὶν ἀπωτέρω τριάκοντα ἡ Ψωφίς· παρὰ δὲ αὐτὴν ὅ τε Ἀροάνιος ποταμὸς καὶ ὀλίγον ἀπωτέρω τῆς πόλεως Ἐρύμανθος ῥέουσιν.
さて、プソピスはセイライから三十スタディオンほど離れており、そのそばをアロアニオス川が流れ、町から少し離れたところをエリュマントス川が流れている。
§8.24.4ἔχει δὲ τὰς πηγὰς ὁ Ἐρύμανθος ἐν ὄρει Λαμπείᾳ, τὸ δὲ ὄρος τοῦτο ἱερὸν εἶναι Πανὸς λέγεται·
エリュマントス川はラムペイア山に水源を持っており、この山はパンの聖なる山と言われている。
εἴη δʼ ἂν τοῦ ὄρους τοῦ Ἐρυμάνθου μοῖρα ἡ Λάμπεια.
ラムペイアはエリュマントス山の一部であろう。
ἐποίησε δὲ Ὅμηρος ὡς ἐν Ταϋγέτῳ τε καὶ Ἐρυμάνθῳ θηρευτὴς οὖν τῆς Λαμπείας ὁ Ἐρύμανθος, καὶ Ἀρκαδίαν διεξελθὼν ἐν δεξιᾷ μὲν τὸ ὄρος ἔχων τὴν Φολόην, ἐν ἀριστερᾷ δὲ πάλιν Θέλπουσαν χώραν, κάτεισιν ἐς τὸν Ἀλφειόν.
ホメロスは、タイゲトスやエリュマントスで[アルテミスが]狩人をすると詩に詠んだ。 それゆえ、エリュマントス川はラムペイアから流れ出て、アルカディアを通り抜け、右手にポロエ山を、左手にはテルプサの領土を見ながら、アルペイオス川へと流れ下る。
§8.24.5λέγεται δὲ ὡς Ἡρακλῆς κατὰ πρόσταγμα Εὐρυσθέως παρὰ τῷ Ἐρυμάνθῳ θηράσειεν ὗν μεγέθει καὶ ἀλκῇ τοὺς ἄλλους ὑπερηρκότα.
また、ヘラクレースがエウリュステウスの命令に従って、エリュマントスのそばで、大きさと強さにおいて他のものを遥かに凌駕するイノシシを狩ったと言われている。
Κυμαῖοι δὲ οἱ ἐν Ὀπικοῖς συὸς ὀδόντας ἀνακειμένους παρὰ σφίσιν ἐν Ἀπόλλωνος ἱερῷ λόγῳ μὲν λέγουσιν ὡς οἱ ὀδόντες ὑὸς εἶεν τοῦ Ἐρυμανθίου, τῷ λόγῳ δὲ αὐτῶν οὐδὲ ἐπʼ ὀλίγον μέτεστι τοῦ εἰκότος.
しかしオピコイ地方のクマエ人たちは、自分たちのもとにあるアポロンの聖域に奉納されているイノシシの牙について、それがエリュマントスのイノシシの牙であると主張しているが、彼らの言葉には、いささかの真実味も含まれていない。
§8.24.6Ψωφιδίοις δὲ ἐν τῇ πόλει τοῦτο μὲν Ἀφροδίτης ἱερὸν Ἐρυκίνης ἐστὶν ἐπίκλησιν— ἐρείπια ἐφʼ ἡμῶν ἐλείπετο αὐτοῦ μόνα, ἐλέγοντο δὲ οἱ Ψωφῖδος αὐτὸ ἱδρύσασθαι παῖδες, καὶ τῷ λόγῳ τὸ εἰκὸς πρόσεστι·
プソピスの人々には、町の中に一方ではエリュキナという異名を持つアプロディテの聖域があり――私たちの時代にはその遺跡だけが残されていたが、それはプソピスの子供たちが創建したと言われており、この話にはもっともらしさがある。
ἔστι γὰρ καὶ ἐν Σικελίᾳ τῆς Ἐρυκίνης ἱερὸν ἐν τῇ χώρᾳ τῇ Ἔρυκος, ἁγιώτατόν τε ἐκ παλαιοτάτου καὶ οὐκ ἀποδέον πλούτῳ τοῦ ἱεροῦ τοῦ ἐν Πάφῳ— §8.24.7Προμάχου δὲ καὶ Ἐχέφρονος τῶν Ψωφῖδος οὐκ ἐπιφανῆ κατʼ ἐμὲ ἔτι ἦν τὰ ἡρῷα.
というのも、シケリアのエリュクスの地にもエリュキナの聖域があり、それは極めて古くから最も神聖であり、パポスの聖域に劣らぬほど富んでいるからである―― プソピスの息子たちであるプロマコスとエケプロンの英雄廟は、私の時代にはもはや目立つものではなかった。
τέθαπται δὲ καὶ Ἀλκμαίων ἐν Ψωφῖδι ὁ Ἀμφιαράου, καί οἱ τὸ μνῆμά ἐστιν οἴκημα οὔτε μεγέθει μέγα οὔτε ἄλλως κεκοσμημένον·
またアンピアラオスの息子アルクマイオンもプソピスに埋葬されており、彼の記念碑は、大きさとしても大きくなく、他に見るべき装飾もない建物である。
περὶ δὲ αὐτὸ κυπάρισσοι πεφύκασιν ἐς τοσοῦτον ὕψος ἀνήκουσαι, ὥστε καὶ τὸ ὄρος τὸ πρὸς τῇ Ψωφῖδι κατεσκιάζετο ὑπʼ αὐτῶν.
しかしその周囲にはイトスギが生えており、それらは非常に高く伸びていて、プソピスに隣接する山さえもそれらの影に覆われるほどであった。
ταύτας οὐκ ἐθέλουσιν ἐκκόπτειν ἱερὰς τοῦ Ἀλκμαίωνος νομίζοντες·
人々はこれらをアルクマイオンの聖なるものとみなして、切り倒すことを望まない。
καλοῦνται δὲ ὑπὸ τῶν ἐπιχωρίων παρθένοι.
地元の住民からは「乙女たち」と呼ばれている。