§8.24.8ὁ δὲ Ἀλκμαίων ἡνίκα τὴν μητέρα ἀποκτείνας ἔφυγεν ἐξ Ἄργους, τότε ἐς τὴν Ψωφῖδα ἐλθών, Φηγίαν ἔτι ἀπὸ τοῦ Φηγέως ὀνομαζομένην, συνῴκησεν Ἀλφεσιβοίᾳ τῇ Φηγέως θυγατρὶ καὶ αὐτῇ δῶρα ὡς τὸ εἰκὸς καὶ ἄλλα καὶ τὸν ὅρμον δίδωσιν.
阿尔克迈翁杀母后逃离阿耳戈斯,那时他来到普索菲斯(当时仍因斐格乌斯而被称为斐吉亚),与斐格乌斯之女阿尔斐西玻亚同居,并按照常理赠送她各种礼物以及那条首饰。
ὡς δὲ οἰκοῦντι αὐτῷ παρὰ τοῖς Ἀρκάσιν οὐδὲν ἐγίνετο ἡ νόσος ῥᾴων, κατέφυγεν ἐπὶ τὸ μαντεῖον τὸ ἐν Δελφοῖς, καὶ αὐτὸν ἡ Πυθία διδάσκει τὸν Ἐριφύλης ἀλάστορα ἐς ταύτην οἱ μόνην χώραν οὐ συνακολουθήσειν, ἥτις ἐστὶ νεωτάτη καὶ ἡ θάλασσα τοῦ μητρῴου μιάσματος ἀνέφηνεν ὕστερον αὐτήν.
然而,尽管他住在阿卡迪亚人那里,他的病痛却未见丝毫减轻,于是他逃往德尔斐的神谕所,皮提亚指示他:埃里菲勒的复仇之灵唯一不会追随他的地方,是那块最年轻的、由大海在母亲的污染之后才显露出来的土地。
§8.24.9καὶ ὁ μὲν ἐξευρὼν τοῦ Ἀχελῴου τὴν πρόσχωσιν ἐνταῦθα ᾤκησε, καὶ γυναῖκα ἔσχε Καλλιρόην τοῦ Ἀχελῴου θυγατέρα λόγῳ τῷ Ἀκαρνάνων, καί οἱ παῖδες Ἀκαρνάν τε καὶ Ἀμφότερος ἐγένοντο· ἀπὸ δὲ τοῦ Ἀκαρνᾶνος τοῖς ἐν τῇ ἠπείρῳ ταύτῃ τὸ ὄνομα τὸ νῦν γενέσθαι λέγουσι τὰ πρὸ τούτου Κούρησι καλουμένοις.
于是,他找到了阿克洛奥斯河的冲积地并在那里定居,根据阿卡纳尼亚人的传说,他娶了阿克洛奥斯河之女卡里罗厄为妻,并育有二子,即阿卡南和安福特洛斯;据说这块大陆上的居民如今的名字就是因阿卡南而得,而在这之前他们被称为库雷特斯。
ἐς ἐπιθυμίας δὲ ἀνοήτους πολλοὶ μὲν ἄνδρες, γυναῖκες δὲ ἔτι πλέον ἐξοκέλλουσιν.
然而,许多男人,尤其是女人,更容易在愚蠢的欲望中触礁沉沦。
§8.24.10ἐπεθύμησεν ἡ Καλλιρόη τῆς Ἐριφύλης οἱ γενέσθαι τὸν ὅρμον καὶ διʼ αὐτὸ ἐς τὴν Φηγίαν τὸν Ἀλκμαίωνα ἔστειλεν ἄκοντα, καὶ αὐτὸν ὑπὸ Φηγέως τῶν παίδων Τημένου καὶ Ἀξίονος δολοφονηθέντα ἐπέλαβεν ἡ τελευτή.
卡里罗厄渴望得到埃里菲勒的首饰,为此违背阿尔克迈翁的意愿将其派往斐吉亚,而阿尔克迈翁被斐格乌斯的儿子们特墨诺斯和阿克西翁阴谋杀害,生命至此终结。
τοῦ Φηγέως δὲ οἱ παῖδες τῷ Ἀπόλλωνι ἀναθεῖναι τῷ ἐν Δελφοῖς λέγονται τὸν ὅρμον.
据说斐格乌斯的儿子们将这条首饰奉献给了德尔斐的阿波罗。
καὶ ἐπὶ τούτων βασιλευόντων ἐν Φηγίᾳ τότε ἔτι καλουμένῃ τῇ πόλει στρατεῦσαί φασιν Ἕλληνας ἐς Τροίαν· σφᾶς δὲ οἱ Ψωφίδιοι τοῦ στόλου φασὶν οὐ μετασχεῖν, ὅτι αὐτῶν τοῖς βασιλεῦσιν οἱ Ἀργείων ἀπηχθάνοντο ἡγεμόνες, κατὰ γένος τε τῷ Ἀλκμαίωνι οἱ πολλοὶ προσήκοντες καὶ τῆς ἐπιστρατείας αὐτῷ κοινωνήσαντες τῆς ἐς Θήβας.
据说,在他们统治这座当时仍被称为斐吉亚的城市期间,希腊人远征特洛伊;但普索菲斯人声称他们没有参加这次远征,因为阿耳戈斯人的领袖们被他们的国王所憎恶,这些领袖大多在血缘上与阿尔克迈翁相近,并曾与他一同参加了针对底比斯的远征。
§8.24.11τὰς δὲ Ἐχινάδας νήσους ὑπὸ τοῦ Ἀχελῴου μὴ σφᾶς ἤπειρον ἄχρι ἡμῶν ἀπειργάσθαι γέγονε δὴ αἰτία τὸ Αἰτωλῶν ἔθνος, γεγόνασι δὲ αὐτοί τε ἀνάστατοι καὶ ἡ γῆ σφισι πᾶσα ἠρήμωται· ταῖς Ἐχινάσιν οὖν ἅτε ἀσπόρου μενούσης τῆς Αἰτωλίας οὐχ ὁμοίως ὁ Ἀχελῷος ἐπάγει τὴν ἰλύν.
事实上,直到我们的时代,阿克洛奥斯河仍未将埃基纳得斯群岛变为陆地的原因,完全在于埃托利亚人,因为他们自己流离失所,所有的土地都荒芜了;因此,由于埃托利亚保持着未耕作的状态,阿克洛奥斯河带到埃基纳得斯群岛的泥沙就不如以往那样多。
μαρτύριον δέ μοι τοῦ λόγου· ὁ γὰρ Μαίανδρος διὰ τῆς Φρυγῶν καὶ Καρῶν ἀρουμένης ὅσα ἔτη ῥέων τὴν μεταξὺ Πριήνης καὶ Μιλήτου θάλασσαν ἐν οὐ πολλῷ χρόνῳ πεποίηκεν ἤπειρον.
我的论点有一个证据:因为迈安德罗斯河流经弗里吉亚人和卡里亚人耕作的土地,每年奔流不息,在不长的时间内,就已将普里埃内和米利都之间的海洋变成了陆地。
§8.24.12Ψωφιδίοις δὲ καὶ παρὰ τῷ Ἐρυμάνθῳ ναός ἐστιν Ἐρυμάνθου καὶ ἄγαλμα.
对于普索菲斯人来说,在埃里曼托斯河畔还有一座埃里曼托斯河神的庙宇和神像。
ποιεῖται δὲ πλὴν τοῦ Αἰγυπτίου Νείλου ποταμοῖς τοῖς ἄλλοις λίθου λευκοῦ τὰ ἀγάλματα· τῷ Νείλῳ δέ, ἅτε διὰ τῆς Αἰθιόπων κατιόντι ἐς θάλασσαν, μέλανος λίθου τὰ ἀγάλματα ἐργάζεσθαι νομίζουσιν.
除了埃及的尼罗河之外,其他河流的神像都用白石雕刻;但对于尼罗河,因为它是穿过埃塞俄比亚人的土地流入海洋,他们习惯用黑石来雕刻其神像。
§8.24.13ὃν δὲ ἤκουσα ἐν Ψωφῖδι ἐπὶ Ἀγλαῷ λόγον ἀνδρὶ Ψωφιδίῳ κατὰ Κροῖσον τὸν Λυδὸν ὄντι ἡλικίαν, ὡς ὁ Ἀγλαὸς τὸν χρόνον τοῦ βίου πάντα γένοιτο εὐδαίμων, οὔ με ἔπειθεν ὁ λόγος.
但是,我在普索菲斯听到的关于阿格劳斯(一个与吕底亚人克罗伊索斯同龄的普索菲斯人)的一生都幸福无忧的传说,并未能说服我。
ἀλλὰ ἀνθρώπων μὲν τῶν ἐφʼ ἑαυτοῦ κακὰ ἄν τις ἐλάσσονα ἀναδέξαιτο, καθὰ καὶ ναῦς ἧσσον ἂν χειμασθείη νεὼς ἄλλης·
当然,在同代人中,也许有人承受的灾祸会少一些,正如一艘船比另一艘船遭受的风暴要少一样;但若说一个永远置身于不幸之外的人,或一艘在所有航程中都享有顺风的船,我们无论如何也无法找到。
§8.24.14ἄνδρα δὲ συμφορῶν ἀεὶ στάντα ἐκτὸς ἢ τὰ πάντα οὐρίῳ ναῦν χρησαμένην πνεύματι οὐκ ἔστιν ὅπως δυνησόμεθα ἐξευρεῖν, ἐπεὶ καὶ Ὅμηρος κατακείμενον παρὰ τῷ Διὶ ἀγαθῶν πίθον, τὸν δὲ ἕτερον κακῶν ἐποίησεν, ὑπὸ τοῦ ἐν Δελφοῖς θεοῦ δεδιδαγμένος, ὃς αὐτόν ποτε Ὅμηρον κακοδαίμονά τε προσεῖπε καὶ ὄλβιον ὡς φύντα ἐπὶ ἀμφοτέροις ὁμοίως.
因为连荷马都写过,在宙斯身旁放着一罐好事,另一罐则是坏事,这是他受到德尔斐神明的指引而得知的,这位神明曾称荷马自己既是不幸的又是幸福的,因为他同样是在这两者的命运下诞生的。