Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.24.1-8.24.7

普索菲斯的传说与埃里曼托斯河

第 328 段,共 465 段 · 希腊语

内容简介

本段记述了普索菲斯城的多种神话起源、埃里曼托斯河的源头与地理特征、赫拉克勒斯捕猎野猪的传说,以及城内埃律喀娜的阿佛洛狄忒神殿和阿尔克迈翁之墓。

§8.24.1Ψωφῖδος δὲ οἱ μέν φασιν οἰκιστὴν γενέσθαι Ψώφιδα τὸν Ἄρρωνος τοῦ Ἐρυμάνθου τοῦ Ἀρίστα τοῦ Παρθάονος τοῦ Περιφήτου τοῦ Νυκτίμου· τοῖς δέ ἐστιν εἰρημένα θυγατέρα Ψωφῖδα εἶναι Ξάνθου τοῦ Ἐρυμάνθου τοῦ Ἀρκάδος.
关于普索菲斯,有人说创建者是普索菲斯,他是阿龙之子,阿龙是埃里曼托斯之子,埃里曼托斯是阿里斯塔斯之子,阿里斯塔斯是帕尔塔翁之子,帕尔塔翁是佩里费托斯之子,佩里费托斯是纽克提墨斯之子;但另有人说,普索菲斯是克桑托斯之女,克桑托斯是埃里曼托斯之子,埃里曼托斯是阿卡斯之子。
τάδε μὲν οὖν οὕτω κατὰ τὴν Ἀρκάδων ἐς τοὺς βασιλέας ἔχει μνήμην·
这些是阿卡迪亚人关于他们国王的记忆。
§8.24.2ὁ δὲ ἀληθέστατος τῶν λόγων ἐστὶν Ἔρυκος τοῦ ἐν Σικανίᾳ δυναστεύσαντος παῖδα εἶναι τὴν Ψωφῖδα, ᾗ συγγενόμενος Ἡρακλῆς ἀγαγέσθαι μὲν αὐτὴν ἐς τὸν οἶκον οὐκ ἠξίου, καταλείπει δὲ ἔχουσαν ἐν τῇ γαστρὶ παρὰ Λυκόρτᾳ, ξένῳ μὲν ὄντι αὐτοῦ, παροικοῦντι δὲ ἐν πόλει Φηγίᾳ, πρὸ δὲ τοῦ Φηγέως τῆς βασιλείας Ἐρυμάνθῳ καλουμένῃ·
但最真实的传说是,普索菲斯是统治西卡尼亚的埃律克斯之女。 赫拉克勒斯与她结合,但认为不宜带她回自己的家,于是将怀有身孕的她留在了吕科尔塔斯那里,吕科尔塔斯是他的客人,居住在斐吉亚城(在斐格乌斯统治之前被称为埃里曼托斯)。
ἐπιτραφέντες δὲ αὐτόθι Ἐχέφρων καὶ Πρόμαχος Ἡρακλέους τε ὄντες καὶ τῆς γυναικὸς τῆς Σικανῆς μετέθεντο τῇ Φηγίᾳ τὸ ὄνομα Ψωφῖδα ἀπὸ τῆς μητρός.
在那里抚养长大的埃克弗龙和普罗马科斯,作为赫拉克勒斯与那名西卡尼亚妇女的儿子,将斐吉亚的名字改为普索菲斯,以纪念他们的母亲。
§8.24.3ἔστι δὲ καὶ Ζακυνθίων τῇ ἀκροπόλει Ψωφὶς ὄνομα, ὅτι ναυσὶν ἐς τὴν νῆσον ἐπεραιώθη πρῶτος καὶ ἐγένετο οἰκιστὴς ἀνὴρ Ψωφίδιος, Ζάκυνθος ὁ Δαρδάνου.
此外,扎昆索斯人的卫城也名叫普索菲斯,因为最早乘船渡到该岛并成为创建者的是一个普索菲斯人,即达耳达诺斯之子扎昆索斯。
Σειρῶν μὲν δὴ σταδίοις ἐστὶν ἀπωτέρω τριάκοντα ἡ Ψωφίς· παρὰ δὲ αὐτὴν ὅ τε Ἀροάνιος ποταμὸς καὶ ὀλίγον ἀπωτέρω τῆς πόλεως Ἐρύμανθος ῥέουσιν.
普索菲斯距离塞赖有三十斯塔迪翁;阿罗阿尼奥斯河从它身旁流过,而在距离城市稍远的地方流淌着埃里曼托斯河。
§8.24.4ἔχει δὲ τὰς πηγὰς ὁ Ἐρύμανθος ἐν ὄρει Λαμπείᾳ, τὸ δὲ ὄρος τοῦτο ἱερὸν εἶναι Πανὸς λέγεται· εἴη δʼ ἂν τοῦ ὄρους τοῦ Ἐρυμάνθου μοῖρα ἡ Λάμπεια.
埃里曼托斯河发源于兰培亚山,据说这座山是属于潘的圣山;兰培亚应当是埃里曼托斯山的一部分。
ἐποίησε δὲ Ὅμηρος ὡς ἐν Ταϋγέτῳ τε καὶ Ἐρυμάνθῳ θηρευτὴς οὖν τῆς Λαμπείας ὁ Ἐρύμανθος, καὶ Ἀρκαδίαν διεξελθὼν ἐν δεξιᾷ μὲν τὸ ὄρος ἔχων τὴν Φολόην, ἐν ἀριστερᾷ δὲ πάλιν Θέλπουσαν χώραν, κάτεισιν ἐς τὸν Ἀλφειόν.
荷马曾作诗描述阿耳忒弥斯在泰格托斯和埃里曼托斯当猎人;埃里曼托斯河便从兰培亚流出,穿过阿卡迪亚,右侧是佛洛埃山,左侧则是塞尔普萨领地,最后汇入阿尔斐乌斯河。
§8.24.5λέγεται δὲ ὡς Ἡρακλῆς κατὰ πρόσταγμα Εὐρυσθέως παρὰ τῷ Ἐρυμάνθῳ θηράσειεν ὗν μεγέθει καὶ ἀλκῇ τοὺς ἄλλους ὑπερηρκότα.
据说赫拉克勒斯奉欧律斯透斯之命,在埃里曼托斯河畔捕猎了一头在体型和力量上都远超其他的野猪。
Κυμαῖοι δὲ οἱ ἐν Ὀπικοῖς συὸς ὀδόντας ἀνακειμένους παρὰ σφίσιν ἐν Ἀπόλλωνος ἱερῷ λόγῳ μὲν λέγουσιν ὡς οἱ ὀδόντες ὑὸς εἶεν τοῦ Ἐρυμανθίου, τῷ λόγῳ δὲ αὐτῶν οὐδὲ ἐπʼ ὀλίγον μέτεστι τοῦ εἰκότος.
而在奥皮科伊地区的库迈人,谈到他们阿波罗神庙中奉纳的野猪牙时,声称这些牙齿属于埃里曼托斯野猪,但他们的说法甚至没有一丁点合理性。
§8.24.6Ψωφιδίοις δὲ ἐν τῇ πόλει τοῦτο μὲν Ἀφροδίτης ἱερὸν Ἐρυκίνης ἐστὶν ἐπίκλησιν— ἐρείπια ἐφʼ ἡμῶν ἐλείπετο αὐτοῦ μόνα, ἐλέγοντο δὲ οἱ Ψωφῖδος αὐτὸ ἱδρύσασθαι παῖδες, καὶ τῷ λόγῳ τὸ εἰκὸς πρόσεστι· ἔστι γὰρ καὶ ἐν Σικελίᾳ τῆς Ἐρυκίνης ἱερὸν ἐν τῇ χώρᾳ τῇ Ἔρυκος, ἁγιώτατόν τε ἐκ παλαιοτάτου καὶ οὐκ ἀποδέον πλούτῳ τοῦ ἱεροῦ τοῦ ἐν Πάφῳ— §8.24.7Προμάχου δὲ καὶ Ἐχέφρονος τῶν Ψωφῖδος οὐκ ἐπιφανῆ κατʼ ἐμὲ ἔτι ἦν τὰ ἡρῷα.
对普索菲斯人来说,城中一方面有别名为埃律喀娜的阿佛洛狄忒圣所——在我的时代只剩下了它的废墟,据说它是由普索菲斯的孩子们创建的,这一说法颇为可信;因为在西西里埃律克斯的土地上也有一座埃律喀娜的圣所,自古以来最为神圣,且其财富不亚于帕福斯的圣所—— 但在我的时代,普索菲斯之子普罗马科斯和埃克弗龙的英雄庙已不再显眼。
τέθαπται δὲ καὶ Ἀλκμαίων ἐν Ψωφῖδι ὁ Ἀμφιαράου, καί οἱ τὸ μνῆμά ἐστιν οἴκημα οὔτε μεγέθει μέγα οὔτε ἄλλως κεκοσμημένον· περὶ δὲ αὐτὸ κυπάρισσοι πεφύκασιν ἐς τοσοῦτον ὕψος ἀνήκουσαι, ὥστε καὶ τὸ ὄρος τὸ πρὸς τῇ Ψωφῖδι κατεσκιάζετο ὑπʼ αὐτῶν.
安菲阿拉俄斯之子阿尔克迈翁也葬在普索菲斯,他的陵墓是一座既不宏大也无其他装饰的建筑;墓旁生长着柏树,高度惊人,甚至连紧邻普索菲斯的山都被它们的阴影所遮蔽。
ταύτας οὐκ ἐθέλουσιν ἐκκόπτειν ἱερὰς τοῦ Ἀλκμαίωνος νομίζοντες· καλοῦνται δὲ ὑπὸ τῶν ἐπιχωρίων παρθένοι.
人们认为这些树是阿尔克迈翁的圣树,因而不愿砍伐;当地人称它们为“少女们”。

词汇与语法注释

  1. 8.24.1τοῖς δέ ἐστιν εἰρημένα — 使用中性复数完成时被动分词(εἰρημένα)的无人称结构,带示施动者的与格 τοῖς δέ(被其他人),意为“被其他人说起”。
  2. 8.24.4ἐποίησε δὲ Ὅμηρος ὡς ἐν Ταϋγέτῳ τε καὶ Ἐρυμάνθῳ θηρευτὴς οὖν τῆς Λαμπείας ὁ Ἐρύμανθος — 抄本中的 θηρευτής(猎人)在句法上存在困难,现代校勘通常将其修改为 ῥέων(流过)。本译文在理解上补足了荷马史诗中阿耳忒弥斯在这些山上狩猎的背景(《奥德赛》6.102-104),同时联系了埃里曼托斯河发源于兰培亚山的前后文。
  3. 8.24.6τοῦτο μὲν — 预示后续对比的副词性表达。在没有明确给出对应的 τοῦτο δέ(另一方面)的情况下,经过插入语(§8.24.6)后,语境上的对比转移到了以 Προμάχου δὲ... 开始的句子(§8.24.7)。

引用这一段

保萨尼亚斯, 希腊志 §8.24.1-8.24.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.24.1-8.24.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。