Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.23.1-8.23.9

アレアとカピュアイの聖域および首吊りアルテミス

327 / 465 箇所 · ギリシア語

要旨

パウサニアスはアレアとカピュアイの町々、およびそれらの聖域や伝説について記述し、特に「首吊りアルテミス」の由来について語る。続いて、カピュアイからプソピス方面への道とソロンの森に触れる。

§8.23.1μετὰ δὲ Στύμφαλόν ἐστιν Ἀλέα, συνεδρίου μὲν τοῦ Ἀργολικοῦ μετέχουσα καὶ αὕτη, Ἄλεον δὲ τὸν Ἀφείδαντος γενέσθαι σφίσιν ἀποφαίνουσιν οἰκιστήν.
アレアはステュンパロスの次にあり、これもアルゴス同盟に加わっている。 彼らはアペイダスの息子アレアスが自分たちの創建者であったと主張している。
θεῶν δὲ ἱερὰ αὐτόθι Ἀρτέμιδός ἐστιν Ἐφεσίας καὶ Ἀθηνᾶς Ἀλέας, καὶ Διονύσου ναὸς καὶ ἄγαλμα.
神々の聖域としては、そこにはエペソのアルテミスとアレアのアテナの聖域があり、またディオニュソスの神殿と神像がある。
τούτῳ παρὰ ἔτος Σκιέρεια ἑορτὴν ἄγουσι, καὶ ἐν Διονύσου τῇ ἑορτῇ κατὰ μάντευμα ἐκ Δελφῶν μαστιγοῦνται γυναῖκες, καθὰ καὶ οἱ Σπαρτιατῶν ἔφηβοι παρὰ τῇ Ὀρθίᾳ.
この神のために、彼らは隔年でスキエレイアという祭儀を執り行い、そのディオニュソスの祭儀において、デルポイの神託に従って女たちが鞭打たれる。 それはちょうど、スパルタの若者たちがオルティアのそばで鞭打たれるのと同様である。
§8.23.2ἐδήλωσα δὲ ἐν τῷ λόγῳ τῷ ἐς Ὀρχομενίους ὡς πρῶτα μὲν παρὰ τὴν χαράδραν ἐστὶν ἡ εὐθεῖα, τὸ ἀπὸ τούτου δὲ ἐν ἀριστερᾷ τοῦ ὕδατος τοῦ λιμνάζοντος.
オルコメノス人に関する記述の中で私は明らかにしたように、最初は急流に沿って直進路があり、その先は冠水した水の左手にある。
ἐν δὲ τῷ πεδίῳ τῷ Καφυῶν πεποίηται γῆς χῶμα, διʼ οὗ ἀπείργεται τὸ ὕδωρ τὸ ἐκ τῆς Ὀρχομενίας μὴ εἶναι Καφυεῦσιν βλάβος τῇ ἐνεργῷ.
カピュアイの平野には土の堤防が築かれており、それによってオルコメノスの地からの水が遮られ、耕作地においてカピュアイの人々の害にならないようになっている。
κατὰ δὲ τὸ ἐντὸς τοῦ χώματος παρέξεισιν ὕδωρ ἄλλο, πλήθει μὲν ὅσον τε εἶναι ποταμόν, κατερχόμενον δὲ ἐς χάσμα γῆς ἄνεισιν αὖθις παρὰ Νάσους καλουμένας·
堤防の内側を別の水が通り抜けていくが、その量は川と言えるほどであり、地の裂け目へと流れ下り、ナソイと呼ばれる場所のそばで再び現れる。
τὸ δὲ χωρίον ἔνθα ἄνεισιν ὀνομάζεται Ῥεῦνος·
それが湧き出る場所はレウノスと呼ばれている。
ἀνατείλαντος δὲ ἐνταῦθα, τὸ ὕδωρ τὸ ἀπὸ τούτου παρέχεται ποταμὸν ἀέναον Τράγον.
そこで水が湧き出ると、そこからの水は、絶え間なく流れるトラゴス川となる。
§8.23.3τὸ δὲ ὄνομά ἐστι μὲν δῆλον ἀπὸ Κηφέως τοῦ Ἀλέου τῇ πόλει γεγονός, ὀνομάζεσθαι δὲ αὐτὴν φωνῇ τῇ Ἀρκάδων Καφυὰς ἐκνενίκηκε.
この町の名はアレアスの息子ケペウスに由来することは明らかであるが、アルカディア人の言葉でカピュアイと呼ばれることが定着した。
φασὶ δὲ οἱ Καφυεῖς τὰ ἄνωθεν ἐκ τῆς Ἀττικῆς εἶναι χώρας, ἐκβληθέντες δὲ ὑπὸ Αἰγέως ἐξ Ἀθηνῶν ἐς Ἀρκαδίαν φυγεῖν καὶ ἱκέται γενόμενοι Κηφέως οἰκῆσαι ἐνταῦθα.
カピュアイの人々は、自分たちがもともとアッティカ地方の出身であり、アイゲウスによってアテナイから追放されてアルカディアへ逃れ、ケペウスの嘆願者となってここに住み着いたと言っている。
τὸ μὲν δὴ πόλισμα ἐπὶ τοῦ πεδίου τῷ πέρατι ὀρῶν οὐκ ἄγαν ὑψηλῶν παρὰ τοῖς ποσίν ἐστι·
町は平野の端、それほど高くない山の麓にある。
Καφυάταις δὲ ἱερὰ θεῶν Ποσειδῶνός ἐστι καὶ ἐπίκλησιν Κνακαλησίας Ἀρτέμιδος.
カピュアイの人々には、ポセイドンの、またクナカレシアという異名を持つアルテミスの聖域がある。
§8.23.4ἔστι δὲ αὐτοῖς καὶ ὄρος Κνάκαλος, ἔνθα ἐπέτειον τελετὴν ἄγουσι τῇ Ἀρτέμιδι.
彼らにはまたクナカロスという山があり、そこでアルテミスのために年に一度の祭儀を執り行う。
ὀλίγον δὲ ὑπὲρ τὴν πόλιν πηγή τέ ἐστι καὶ ἐπὶ τῇ πηγῇ πλάτανος μεγάλη καὶ εὐειδὴς πέφυκε·
町から少し上ったところに泉があり、その泉のほとりに大きくて見事なプラタナスの木が生えている。
καλοῦσι δὲ αὐτὴν Μενελαΐδα, Μενέλαον στρατὸν ἀθροίζοντα ἐς Τροίαν ἀφικέσθαι τε ἐνταῦθα καὶ ἐπὶ τῇ πηγῇ τὴν πλάτανον φυτεῦσαι λέγοντες·
人々はそれをメネライスと呼んでいる。 メネラオスがトロイアへの軍勢を集めていた時にここへやって来て、泉のほとりにこのプラタナスを植えたと言われているからである。
ἐφʼ ἡμῶν δὲ καὶ τὴν πηγὴν κατὰ ταὐτὰ τῇ πλατάνῳ καλοῦσι Μενελαΐδα.
私たちの時代には、人々は泉をもプラタナスと同様にメネライスと呼んでいる。
§8.23.5εἰ δὲ Ἑλλήνων τοῖς λόγοις ἑπόμενον καταριθμήσασθαι δεῖ με ὁπόσα δένδρα σῶα ἔτι καὶ τεθηλότα λείπεται, πρεσβύτατον μὲν ἡ λύγος ἐστὶν αὐτῶν ἡ ἐν τῷ Σαμίων πεφυκυῖα ἱερῷ Ἥρας, μετὰ δὲ αὐτὴν ἡ ἐν Δωδώνῃ δρῦς καὶ ἐλαία τε ἡ ἐν ἀκροπόλει καὶ ἡ παρὰ Δηλίοις·
もしギリシア人の伝承に従って、いまだ無事で青々と茂って残っている木がどれほどあるかを私が数え上げなければならないとすれば、それらの中で最も古いものは、サモス人のヘラの聖域に生えているセイヨウニンジンボクであり、その次にはドドナのオーク、アクロポリスのオリーブ、そしてデロス人のもとにあるオリーブである。
τρίτα δὲ ἕνεκα ἀρχαιότητος νέμοιεν ἂν τῇ δάφνῃ τῇ παρὰ σφίσιν οἱ Σύροι·
第三の古さとしては、シリア人たちが自分たちのところにある月桂樹にそれを認めるかもしれない。
τῶν δὲ ἄλλων ἡ πλάτανός ἐστιν αὕτη παλαιότατον.
しかし、その他の木々の中では、このプラタナスが最も古いものである。
§8.23.6Καφυῶν δὲ ἀφέστηκεν ὅσον στάδιον Κονδυλέα χωρίον, καὶ Ἀρτέμιδος ἄλσος καὶ ναός ἐστιν ἐνταῦθα καλουμένης Κονδυλεάτιδος τὸ ἀρχαῖον·
カピュアイから一スタディオンほど離れたところにコンデュレアという場所があり、そこには古くはコンデュレアティスと呼ばれていたアルテミスの聖林と神殿がある。
μετονομασθῆναι δὲ ἐπὶ αἰτίᾳ τὴν θεόν φασι τοιαύτῃ.
女神の名称が変わったのは、次のような理由によるものだと言われている。
παιδία περὶ τὸ ἱερὸν παίζοντα—ἀριθμὸν δὲ αὐτῶν οὐ μνημονεύουσιν—ἐπέτυχε καλῳδίῳ, δήσαντα δὲ τὸ καλῴδιον τοῦ ἀγάλματος περὶ τὸν τράχηλον ἐπέλεγεν ὡς ἀπάγχοιτο ἡ Ἄρτεμις.
聖域の周地で遊んでいた子供たちが――その人数は記録に留められていないが――細い紐を見つけ、その紐を神像の首に縛り付けて、アルテミスが首を吊っていると言った。
§8.23.7φωράσαντες δὲ οἱ Καφυεῖς τὰ ποιηθέντα ὑπὸ τῶν παιδίων καταλεύουσιν αὐτά·
カピュアイの人々は、子供たちのしたことを見つけると、子供たちを石打ちにして殺した。
καί σφισι ταῦτα ἐργασαμένοις ἐσέπεσεν ἐς τὰς γυναῖκας νόσος, τὰ ἐν τῇ γαστρὶ πρὸ τοκετοῦ τεθνεῶτα ἐκβάλλεσθαι, ἐς ὃ ἡ Πυθία θάψαι τε τὰ παιδία ἀνεῖπε καὶ ἐναγίζειν αὐτοῖς κατὰ ἔτος·
彼らがこの行為を行ったため、女たちに、胎内の子供が出産前に死んで排出されるという病が降りかかった。 ついにピュティアが、子供たちを埋葬し、彼らに毎年死者の犠牲を捧げるようにと告げるに至った。
ἀποθανεῖν γὰρ αὐτὰ οὐ σὺν δίκῃ.
彼らが死んだのは不当であったからである。
Καφυεῖς δὲ ποιοῦσι τά τε ἄλλα ἔτι καὶ νῦν κατʼ ἐκεῖνο τὸ μάντευμα καὶ τὴν ἐν ταῖς Κονδυλέαις θεὸν— προσεῖναι γὰρ καὶ τόδε ἔτι τῷ χρησμῷ φασι—καλοῦσιν Ἀπαγχομένην ἐξ ἐκείνου.
カピュアイの人々は、現在でもその神託に従って他のすべてのことを行っており、またコンドゥレアイの女神を――このこともまた神託に付加されていたと彼らは言うのだが――その時以来、首吊りアルテミスと呼んでいる。
§8.23.8ἀνελθὼν δὲ ἐκ Καφυῶν ὅσον σταδίους ἑπτὰ ἐπὶ Νάσους καλουμένας καταβήσῃ·
カピュアイから七スタディオンほど登ると、ナソイと呼ばれる場所へと下ることになる。
πεντήκοντα δὲ προελθόντι αὐτόθεν σταδίους ἐστὶν ὁ Λάδων.
そこから五十スタディオン進んだところにラドン川がある。
διαβήσῃ τε δὴ τὸν ποταμὸν καὶ ἐπὶ δρυμὸν ἀφίξῃ Σόρωνα διά τε Ἀργεαθῶν καὶ Λυκούντων καλουμένων καὶ Σκοτάνης.
そして川を渡り、アルゲアタ、リュクンテスと呼ばれる場所、およびスコタネを通って、ソロンと呼ばれるオークの森に達するであろう。
§8.23.9ἄγει μὲν δὴ ὁ Σόρων τὴν ἐπὶ Ψωφῖδος·
ソロンの森はプソピスへと通じている。
θηρία δὲ οὗτός τε καὶ ὅσοι δρυμοὶ τοῖς Ἀρκάσιν εἰσὶν ἄλλοι παρέχονται τοσάδε, ἀγρίους ὗς καὶ ἄρκτους καὶ χελώνας μεγίστας μεγέθει·
この森や、アルカディア人たちが持つ他のすべてのオークの森は、以下のような野生動物、すなわち野生のイノシシ、クマ、そしてきわめて大きなカメを産出する。
λύρας ἂν ποιήσαιο ἐξ αὐτῶν χελώνης Ἰνδικῆς λύρᾳ παρισουμένας.
それらのカメから、インドのカメで作られた竪琴に匹敵する竪琴を作ることができるだろう。
τοῦ Σόρωνος δὲ πρὸς τοῖς πέρασιν ἔστι μὲν Πάου κώμης ἐρείπια, εἰσὶ δὲ οὐ πολὺ ἀπωτέρω αἱ καλούμεναι Σεῖραι·
ソロンの森の端の近くにはパオスの村の遺跡があり、そこからそれほど遠くないところにセイライと呼ばれる場所がある。
ὅροι δὲ Κλειτορίοις τῆς χώρας πρὸς Ψωφιδίους εἰσὶν αἱ Σεῖραι.
セイライは、クレイトル人の土地とプソピス人の土地との境界である。

語釈・文法注

  1. 8.23.1παρὰ ἔτος — 前置詞 παρά は対格を伴って時間的間隔を表し、「一年おきに(隔年で)」を意味する。この慣用表現は、一年に一度の祭儀(ἐπέτειος)や毎年の行事と明確に区別される。
  2. 8.23.2τῇ ἐνεργῷ — 女性名詞の形容詞である τῇ ἐνεργῷ は、明らかに γῇ(土地、耕作地)を省略したものであり、「耕作中の土地」「現役の農地」を意味する。これを「カピュアイの防衛活動」などと解するのは誤りである。
  3. 8.23.5τρίτα δὲ ἕνεκα ἀρχαιότητος νέμοιεν ἂν τῇ δάφνῃ τῇ παρὰ σφίσιν οἱ Σύροι — νέμοιεν ἂν は潜在の希求法であり、「(もし数え上げるなら)与えるかもしれない」という控えめな主張を表す。τρίτα は副詞的に機能し、「第三の順位」を意味する。
  4. 8.23.7τὰ ἐν τῇ γαστρὶ πρὸ τοκετοῦ τεθνεῶτα ἐκβάλλεσθαι — 不定詞 ἐκβάλλεσθαι は、前行する名詞 νόσος(病気)の内容を具体的に説明する同格的な(または結果を表す)叙述的不定詞として機能している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.23.1-8.23.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.23.1-8.23.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。