§8.23.1μετὰ δὲ Στύμφαλόν ἐστιν Ἀλέα, συνεδρίου μὲν τοῦ Ἀργολικοῦ μετέχουσα καὶ αὕτη, Ἄλεον δὲ τὸν Ἀφείδαντος γενέσθαι σφίσιν ἀποφαίνουσιν οἰκιστήν.
亚利亚在斯廷法洛斯之后,它也加入了阿格利斯同盟。 他们宣称阿斐达斯之子亚里乌斯是他们的创建者。
θεῶν δὲ ἱερὰ αὐτόθι Ἀρτέμιδός ἐστιν Ἐφεσίας καὶ Ἀθηνᾶς Ἀλέας, καὶ Διονύσου ναὸς καὶ ἄγαλμα.
那里的神明圣所有以弗所的阿耳忒弥斯和亚利亚的雅典娜,还有一座狄奥尼索斯的神殿和神像。
τούτῳ παρὰ ἔτος Σκιέρεια ἑορτὴν ἄγουσι, καὶ ἐν Διονύσου τῇ ἑορτῇ κατὰ μάντευμα ἐκ Δελφῶν μαστιγοῦνται γυναῖκες, καθὰ καὶ οἱ Σπαρτιατῶν ἔφηβοι παρὰ τῇ Ὀρθίᾳ.
为了这位神明,他们每隔一年举行一次斯喀里亚节日;在狄奥尼索斯的节日里,根据德尔斐的神托,妇女们会被鞭打,就像斯巴达的青年在奥尔提亚祭坛前那样。
§8.23.2ἐδήλωσα δὲ ἐν τῷ λόγῳ τῷ ἐς Ὀρχομενίους ὡς πρῶτα μὲν παρὰ τὴν χαράδραν ἐστὶν ἡ εὐθεῖα, τὸ ἀπὸ τούτου δὲ ἐν ἀριστερᾷ τοῦ ὕδατος τοῦ λιμνάζοντος.
正如我在关于奥尔科墨诺斯人的叙述中指出的那样,首先是沿着峡谷的直路,而在那之后则是在积水的左侧。
ἐν δὲ τῷ πεδίῳ τῷ Καφυῶν πεποίηται γῆς χῶμα, διʼ οὗ ἀπείργεται τὸ ὕδωρ τὸ ἐκ τῆς Ὀρχομενίας μὴ εἶναι Καφυεῦσιν βλάβος τῇ ἐνεργῷ.
在卡菲埃的平原上筑有一道土堤,借此阻挡来自奥尔科墨诺斯地区的水,使其不致危害卡菲埃人正在耕种的土地。
κατὰ δὲ τὸ ἐντὸς τοῦ χώματος παρέξεισιν ὕδωρ ἄλλο, πλήθει μὲν ὅσον τε εἶναι ποταμόν, κατερχόμενον δὲ ἐς χάσμα γῆς ἄνεισιν αὖθις παρὰ Νάσους καλουμένας· τὸ δὲ χωρίον ἔνθα ἄνεισιν ὀνομάζεται Ῥεῦνος· ἀνατείλαντος δὲ ἐνταῦθα, τὸ ὕδωρ τὸ ἀπὸ τούτου παρέχεται ποταμὸν ἀέναον Τράγον.
在堤防内侧有另一股水流通过,其水量足以成为一条河,流下地面的裂口后,在被称为纳索伊的地方附近重新升起;它升起的地方被称为莱乌诺斯,在此处涌出后,其水源形成了终年不竭的特拉戈斯河。
§8.23.3τὸ δὲ ὄνομά ἐστι μὲν δῆλον ἀπὸ Κηφέως τοῦ Ἀλέου τῇ πόλει γεγονός, ὀνομάζεσθαι δὲ αὐτὴν φωνῇ τῇ Ἀρκάδων Καφυὰς ἐκνενίκηκε.
显而易见,这座城市的名字源于亚里乌斯之子刻甫斯,但在阿卡迪亚人的方言中,卡菲埃这个名字最终胜出。
φασὶ δὲ οἱ Καφυεῖς τὰ ἄνωθεν ἐκ τῆς Ἀττικῆς εἶναι χώρας, ἐκβληθέντες δὲ ὑπὸ Αἰγέως ἐξ Ἀθηνῶν ἐς Ἀρκαδίαν φυγεῖν καὶ ἱκέται γενόμενοι Κηφέως οἰκῆσαι ἐνταῦθα.
卡菲埃人说,他们最初来自阿特提卡地区,被艾格乌斯从雅典驱逐后逃往阿卡迪亚,成为刻甫斯的求庇护者,并定居于此。
τὸ μὲν δὴ πόλισμα ἐπὶ τοῦ πεδίου τῷ πέρατι ὀρῶν οὐκ ἄγαν ὑψηλῶν παρὰ τοῖς ποσίν ἐστι·
城镇本身位于平原的尽头,在不很高的小山脚下。
Καφυάταις δὲ ἱερὰ θεῶν Ποσειδῶνός ἐστι καὶ ἐπίκλησιν Κνακαλησίας Ἀρτέμιδος.
卡菲埃人拥有波塞冬以及别名为克纳卡勒西亚的阿耳忒弥斯的圣所。
§8.23.4ἔστι δὲ αὐτοῖς καὶ ὄρος Κνάκαλος, ἔνθα ἐπέτειον τελετὴν ἄγουσι τῇ Ἀρτέμιδι.
他们还有一座克纳卡洛斯山,每年在此为阿耳忒弥斯举行一次祭仪。
ὀλίγον δὲ ὑπὲρ τὴν πόλιν πηγή τέ ἐστι καὶ ἐπὶ τῇ πηγῇ πλάτανος μεγάλη καὶ εὐειδὴς πέφυκε· καλοῦσι δὲ αὐτὴν Μενελαΐδα, Μενέλαον στρατὸν ἀθροίζοντα ἐς Τροίαν ἀφικέσθαι τε ἐνταῦθα καὶ ἐπὶ τῇ πηγῇ τὴν πλάτανον φυτεῦσαι λέγοντες· ἐφʼ ἡμῶν δὲ καὶ τὴν πηγὴν κατὰ ταὐτὰ τῇ πλατάνῳ καλοῦσι Μενελαΐδα.
在城镇上方不远处有一口泉,泉旁生长着一棵高大且美观的法国梧桐;他们称之为梅内莱斯,并说梅内劳斯在为特洛伊召集军队时来到这里,在泉边种植了这棵梧桐;在我们的时代,他们也以同样的方式将这口泉称为梅内莱斯。
§8.23.5εἰ δὲ Ἑλλήνων τοῖς λόγοις ἑπόμενον καταριθμήσασθαι δεῖ με ὁπόσα δένδρα σῶα ἔτι καὶ τεθηλότα λείπεται, πρεσβύτατον μὲν ἡ λύγος ἐστὶν αὐτῶν ἡ ἐν τῷ Σαμίων πεφυκυῖα ἱερῷ Ἥρας, μετὰ δὲ αὐτὴν ἡ ἐν Δωδώνῃ δρῦς καὶ ἐλαία τε ἡ ἐν ἀκροπόλει καὶ ἡ παρὰ Δηλίοις· τρίτα δὲ ἕνεκα ἀρχαιότητος νέμοιεν ἂν τῇ δάφνῃ τῇ παρὰ σφίσιν οἱ Σύροι· τῶν δὲ ἄλλων ἡ πλάτανός ἐστιν αὕτη παλαιότατον.
如果遵循希腊人的传说,我必须数出有多少棵树至今依然完好并繁茂地留存着,其中最古老的是生长在萨摩斯人赫拉圣所中的一棵贞洁树,其次是多多纳的橡树、雅典卫城上的橄榄树以及德洛斯人那里的橄榄树;若论古老程度,叙利亚人会将第三位归于他们那里的月桂树;但在其他树木中,这棵梧桐树是最古老的。
§8.23.6Καφυῶν δὲ ἀφέστηκεν ὅσον στάδιον Κονδυλέα χωρίον, καὶ Ἀρτέμιδος ἄλσος καὶ ναός ἐστιν ἐνταῦθα καλουμένης Κονδυλεάτιδος τὸ ἀρχαῖον· μετονομασθῆναι δὲ ἐπὶ αἰτίᾳ τὴν θεόν φασι τοιαύτῃ.
距离卡菲埃大约一斯塔迪翁的地方是孔迪莱亚,那里有一片古时被称为孔迪莱亚蒂斯的阿耳忒弥斯圣林和神殿;他们说女神更改名字是由于如下的原因。
παιδία περὶ τὸ ἱερὸν παίζοντα—ἀριθμὸν δὲ αὐτῶν οὐ μνημονεύουσιν—ἐπέτυχε καλῳδίῳ, δήσαντα δὲ τὸ καλῴδιον τοῦ ἀγάλματος περὶ τὸν τράχηλον ἐπέλεγεν ὡς ἀπάγχοιτο ἡ Ἄρτεμις.
在圣所周围玩耍的孩子们——他们没有记录人数——偶然发现了一条细绳,他们把绳子系在神像的脖子上,并说阿耳忒弥斯在上吊。
§8.23.7φωράσαντες δὲ οἱ Καφυεῖς τὰ ποιηθέντα ὑπὸ τῶν παιδίων καταλεύουσιν αὐτά· καί σφισι ταῦτα ἐργασαμένοις ἐσέπεσεν ἐς τὰς γυναῖκας νόσος, τὰ ἐν τῇ γαστρὶ πρὸ τοκετοῦ τεθνεῶτα ἐκβάλλεσθαι, ἐς ὃ ἡ Πυθία θάψαι τε τὰ παιδία ἀνεῖπε καὶ ἐναγίζειν αὐτοῖς κατὰ ἔτος· ἀποθανεῖν γὰρ αὐτὰ οὐ σὺν δίκῃ.
卡菲埃人发现孩子们所做的事后,用石头将他们砸死;而在他们做了这件事后,一场疾病降临到妇女身上,使得子宫内的胎儿在出生前死掉并被排出,直到皮媞亚宣告他们必须埋葬这些孩子,并每年向他们奉献死者祭,因为他们的死是不义的。
Καφυεῖς δὲ ποιοῦσι τά τε ἄλλα ἔτι καὶ νῦν κατʼ ἐκεῖνο τὸ μάντευμα καὶ τὴν ἐν ταῖς Κονδυλέαις θεὸν— προσεῖναι γὰρ καὶ τόδε ἔτι τῷ χρησμῷ φασι—καλοῦσιν Ἀπαγχομένην ἐξ ἐκείνου.
卡菲埃人至今仍按照那个神托举行其他所有的仪式,并且由于那个缘故,将孔迪莱亚的女神称为“缢死者”——因为他们说这也被加进了神托的答复中。
§8.23.8ἀνελθὼν δὲ ἐκ Καφυῶν ὅσον σταδίους ἑπτὰ ἐπὶ Νάσους καλουμένας καταβήσῃ· πεντήκοντα δὲ προελθόντι αὐτόθεν σταδίους ἐστὶν ὁ Λάδων.
从卡菲埃往上走大约七斯塔迪翁,你就会下到被称为纳索伊的地方;从那里再往前走五十斯塔迪翁就是拉东河。
διαβήσῃ τε δὴ τὸν ποταμὸν καὶ ἐπὶ δρυμὸν ἀφίξῃ Σόρωνα διά τε Ἀργεαθῶν καὶ Λυκούντων καλουμένων καὶ Σκοτάνης.
你将渡过这条河,穿过被称为阿尔格阿泰和吕昆特斯的地方,以及斯科塔内,到达被称为索隆的橡树林。
§8.23.9ἄγει μὲν δὴ ὁ Σόρων τὴν ἐπὶ Ψωφῖδος· θηρία δὲ οὗτός τε καὶ ὅσοι δρυμοὶ τοῖς Ἀρκάσιν εἰσὶν ἄλλοι παρέχονται τοσάδε, ἀγρίους ὗς καὶ ἄρκτους καὶ χελώνας μεγίστας μεγέθει· λύρας ἂν ποιήσαιο ἐξ αὐτῶν χελώνης Ἰνδικῆς λύρᾳ παρισουμένας.
索隆森林通往普索菲斯的方向;这片森林以及阿卡迪亚人拥有的所有其他橡树林都产有以下这些野兽:野猪、熊以及体型极大的乌龟;用这些乌龟你可以制成能与印度乌龟制成的琴相媲美的竖琴。
τοῦ Σόρωνος δὲ πρὸς τοῖς πέρασιν ἔστι μὲν Πάου κώμης ἐρείπια, εἰσὶ δὲ οὐ πολὺ ἀπωτέρω αἱ καλούμεναι Σεῖραι· ὅροι δὲ Κλειτορίοις τῆς χώρας πρὸς Ψωφιδίους εἰσὶν αἱ Σεῖραι.
在索隆森林的尽头附近有帕乌斯村庄的废墟,而在不远的地方是被称为塞赖的地方;塞赖是克莱托里亚人与普索菲斯人之间土地的边界。