Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.22.1-8.22.9

ステュンパロスと怪鳥の伝承および神殿

326 / 465 箇所 · ギリシア語

要旨

パウサニアスはステュンパロスを訪れ、その歴史やテメノスによるヘラの三つの異名、ハドリアヌス帝による導水事業について述べる。また、ヘラクレスの伝説に登場する人を食うステュンパロスの鳥がアラビアの鳥と同種である可能性について論じ、最後にアルテミスの神殿と祭儀における奇蹟の逸話を伝える。

§8.22.1ἐπανάγει δὲ ὁ λόγος με ἐπὶ Στύμφαλον καὶ ἐπὶ τοὺς Φενεατῶν καὶ Στυμφαλίων ὅρους, τὸ ὀνομαζόμενον Γερόντειον.
私の叙述は、私をステュンパロス、およびペネオス人とステュンパロス人の境界でゲロンテイオンと呼ばれる場所へと連れ戻す。
Στυμφάλιοι δὲ τεταγμένοι μὲν οὐ μετὰ Ἀρκάδων ἔτι εἰσὶν, ἀλλὰ ἐς τὸ Ἀργολικὸν συντελοῦσι μεταστάντες ἐς αὐτὸ ἐθελονταί·
ステュンパロス人はもはやアルカディア人の中に列せられておらず、自ら望んでそこに移り、アルゴス同盟に属している。
γένους δὲ εἶναι σφᾶς τοῦ Ἀρκάδων τὰ ἔπη μαρτυρεῖ τὰ Ὁμήρου, καὶ ὁ Στύμφαλος ὁ οἰκιστὴς ἀπόγονος ἦν τρίτος Ἀρκάδος τοῦ Καλλιστοῦς.
しかし、彼らがアルカディア人の家系であることはホメロスの叙事詩が証言しており、創建者ステュンパロスはカリストの息子であるアルカスの三代目の末裔であった。
λέγεται δὲ ἐξ ἀρχῆς ἑτέρωθι οἰκισθῆναι τῆς χώρας καὶ οὐκ ἐς τὴν ἐφʼ ἡμῶν πόλιν.
そして、最初は土地の別の場所に、私たちの時代の町ではない場所に入植したと言われている。
§8.22.2ἐν δὲ τῇ Στυμφάλῳ τῇ ἀρχαίᾳ Τήμενόν φασιν οἰκῆσαι τὸν Πελασγοῦ καὶ Ἥραν ὑπὸ τοῦ Τημένου τραφῆναι τούτου καὶ αὐτὸν ἱερὰ τῇ θεῷ τρία ἱδρύσασθαι καὶ ἐπικλήσεις τρεῖς ἐπʼ αὐτῇ θέσθαι·
古代のステュンパロスにおいては、ペラスゴスの息子テメノスが住み、ヘラはこのテメノスによって育てられ、彼自身がその女神のために三つの聖域を創建し、彼女に三つの異名を付したと言われている。
παρθένῳ μὲν ἔτι οὔσῃ Παιδί, γημαμένην δὲ τῷ Διὶ ἐκάλεσεν αὐτὴν Τελείαν, διενεχθεῖσαν δὲ ἐφʼ ὅτῳ δὴ ἐς τὸν Δία καὶ ἐπανήκουσαν ἐς τὴν Στύμφαλον ὠνόμασεν ὁ Τήμενος Χήραν.
すなわち、まだ乙女であった時には「童女」、ゼウスと結婚した時には彼女を「完成された者」と呼び、何らかの理由でゼウスと仲違いしてステュンパロスに戻ってきた時には、テメノスは「未亡人」と名付けた。
τάδε μὲν ὑπὸ Στυμφαλίων λεγόμενα οἶδα ἐς τὴν θεόν·
女神に関してステュンパロス人によって語られていることとして、私はこれらを知っている。
§8.22.3ἡ δὲ ἐφʼ ἡμῶν πόλις τῶν μὲν εἰρημένων οὐδέν, ἄλλα δὲ εἶχε τοσάδε.
しかし、私たちの時代の町には前述のものは何もなく、以下のような他のものがあった。
ἔστιν ἐν τῇ Στυμφαλίων πηγή, καὶ ἀπὸ ταύτης ὕδωρ βασιλεὺς Ἀδριανὸς Κορινθίοις ἤγαγεν ἐς τὴν πόλιν.
ステュンパロスの地には泉があり、この泉から皇帝ハドリアヌスがコリントスの人々のためにその町へと水を引いた。
ἐν δὲ τῇ Στυμφάλῳ χειμῶνος μὲν ὥρᾳ λίμνην τε οὐ μεγάλην ἡ πηγὴ καὶ ἀπʼ αὐτῆς ποταμὸν ποιεῖ τὸν Στύμφαλον·
ステュンパロスにおいては、冬の季節には、泉は大きくない湖を作り、そこからステュンパロス川という川を生じさせる。
ἐν θέρει δὲ προλιμνάζει μὲν οὐδὲν ἔτι, ποταμὸς δὲ αὐτίκα ἐστὶν ἀπὸ τῆς πηγῆς.
しかし夏には、もはや湖を前もって形成することはなく、泉から直接に川となる。
οὗτος ἐς χάσμα γῆς κάτεισιν ὁ ποταμός, ἀναφαινόμενος δὲ αὖθις ἐν τῇ Ἀργολίδι μεταβάλλει τὸ ὄνομα, καὶ αὐτὸν ἀντὶ Στυμφάλου καλοῦσιν Ἐρασῖνον.
この川は地の裂け目へと流れ下り、アルゴリス地方において再び現れると、名前を変え、人々はそれをステュンパロス川の代わりにエラシノス川と呼ぶ。
§8.22.4ἐπὶ δὲ τῷ ὕδατι τῷ ἐν Στυμφάλῳ κατέχει λόγος ὄρνιθάς ποτε ἀνδροφάγους ἐπʼ αὐτῷ τραφῆναι·
ステュンパロスの水については、かつて人を食う鳥たちがそのほとりで育ったという伝説が流布している。
ταύτας κατατοξεῦσαι τὰς ὄρνιθας Ἡρακλῆς λέγεται.
ヘラクレスがこれらの鳥を射殺したと言われている。
Πείσανδρος δὲ αὐτὸν ὁ Καμιρεὺς ἀποκτεῖναι τὰς ὄρνιθας οὔ φησιν, ἀλλὰ ὡς ψόφῳ κροτάλων ἐκδιώξειεν αὐτάς.
しかし、カミロスのペイサンドロスは、彼が鳥たちを殺したのではなく、ガラガラの音で彼女たちを追い払ったのだと言っている。
γῆς δὲ τῆς Ἀράβων ἡ ἔρημος παρέχεται καὶ ἄλλα θηρία καὶ ὄρνιθας καλουμένας Στυμφαλίδας, λεόντων καὶ παρδάλεων οὐδέν τι ἡμερωτέρας ἀνθρώποις·
アラビア人の土地の砂漠には、他の猛獣のほかに、ステュンパロスの鳥と呼ばれる鳥たちもおり、人間に対してライオンやヒョウよりも全く温順ではない。
§8.22.5αὗται τοῖς ἐπὶ ἄγραν αὐτῶν ἀφικνουμένοις ἐπιπέτανται, καὶ τιτρώσκουσί τε τοῖς ῥάμφεσι καὶ ἀποκτείνουσιν.
これらの鳥は、自分たちを狩りにやって来る者たちに飛びかかり、クチバシで傷つけ、殺してしまう。
ὅσα μὲν δὴ χαλκοῦ καὶ σιδήρου φοροῦσιν ἄνθρωποι, διατρυπῶσιν αἱ ὄρνιθες·
人間が身につけている青銅や鉄の防具は、鳥たちがすべて突き通す。
ἢν δὲ ἐσθῆτα φλοΐνην παχεῖαν πλέξωνται, τὰ ῥάμφη τῶν Στυμφαλίδων ὑπὸ τῆς ἐσθῆτος ἔχεται τῆς φλοΐνης, καθὰ καὶ πτέρυγες ὀρνίθων τῶν μικρῶν προσέχονται τῷ ἰξῷ.
しかし、樹皮で編んだ厚い衣服をまとえば、ステュンパロスの鳥たちのクチバシはその樹皮の衣服に捕らえられてしまう。 それはちょうど、小さな鳥たちの羽が鳥もちにくっつくかのようである。
αὗται μέγεθος μὲν κατὰ γέρανόν εἰσιν αἱ ὄρνιθες, ἐοίκασι δὲ ἴβεσι, ῥάμφη δὲ ἀλκιμώτερα φέρουσι καὶ οὐ σκολιὰ ὥσπερ αἱ ἴβεις.
これらの鳥は、大きさはツルほどであり、トキに似ているが、トキのように曲がっておらず、より強力なクチバシを持っている。
§8.22.6εἰ μὲν δὴ καὶ αἱ κατʼ ἐμὲ ὄρνιθες αἱ Ἀράβιοι τῶν ἐν Ἀρκαδίᾳ ποτὲ ὀρνίθων τὸ ὄνομα, εἶδος δὲ οὐ τὸ αὐτὸ ἐκείναις ἔχουσιν, οὐκ οἶδα·
私の時代のこれらアラビアの鳥たちが、かつてアルカディアにいた鳥たちの名前を持ちながら、姿はそれらと同じではないのかどうか、私は知らない。
εἰ δὲ τὸν πάντα αἰῶνα κατὰ τὰ αὐτὰ ἱέραξι καὶ ἀετοῖς καὶ Στυμφαλίδες εἰσὶν ὄρνιθες, Ἀράβιόν τε εἶναί μοι θρέμμα αἱ ὄρνιθες αὗται φαίνονται, καὶ δύναιτο ἂν πετομένη ποτὲ ἀπόμοιρα ἐξ αὐτῶν ἐς Ἀρκαδίαν ἀφικέσθαι ἐπὶ Στύμφαλον.
しかし、もしハヤブサやワシと同じように、全時代を通じてステュンパロスの鳥という鳥たちが存在しているのだとすれば、これらの鳥は私にはアラビア産の生き物であると思われ、その一部がかつて飛び立ってアルカディアのステュンパロスにやって来たということもあり得るだろう。
ὑπὸ μὲν δὴ τῶν Ἀράβων ἄλλο τί που ἐξ ἀρχῆς καλοῖντο ἂν καὶ οὐ Στυμφαλίδες·
アラビア人自身によってはおそらく、最初から何か別の名前で呼ばれていたのであって、ステュンパロスの鳥とは呼ばれていなかったであろう。
τοῦ Ἡρακλέους δὲ ἡ δόξα καὶ τὸ Ἑλληνικὸν πρὸ τοῦ βαρβαρικοῦ τετιμημένον ἐξενίκησεν ὡς καὶ τὰς ἐν τῇ ἐρήμῳ τῇ Ἀράβων Στυμφαλίδας καὶ ἐπὶ ἡμῶν ὀνομάζεσθαι.
しかし、ヘラクレスの名声と、バルバロイのものよりも重んじられたギリシアのものが勝ち誇ったため、アラビアの砂漠にいるものたちまでもが、私たちの時代においてもステュンパロスの鳥と呼ばれているのである。
§8.22.7ἐν Στυμφάλῳ δὲ καὶ ἱερὸν Ἀρτέμιδός ἐστιν ἀρχαῖον Στυμφαλίας·
ステュンパロスにはまた、ステュンパリア・アルテミスの古代の聖域がある。
τὸ δὲ ἄγαλμα ξόανόν ἐστι τὰ πολλὰ ἐπίχρυσον.
その神像は大部分が金箔を貼られた木像である。
πρὸς δὲ τοῦ ναοῦ τῷ ὀρόφῳ πεποιημέναι καὶ οἱ Στυμφαλίδες εἰσὶν ὄρνιθες·
神殿の天井の近くには、ステュンパロスの鳥たちも作られている。
σαφῶς μὲν οὖν χαλεπὸν ἦν διαγνῶναι πότερον ξύλου ποίημα ἦν ἢ γύψου, τεκμαιρομένοις δὲ ἡμῖν ἐφαίνετο εἶναι ξύλου μᾶλλον ἢ γύψου.
それが木で作られたものか、それとも石膏で作られたものかをはっきりと区別することは困難であったが、私たちが推測したところでは、石膏よりもむしろ木で作られているように思われた。
εἰσὶ δὲ αὐτόθι καὶ παρθένοι λίθου λευκοῦ, σκέλη δέ σφισίν ἐστιν ὀρνίθων, ἑστᾶσι δὲ ὄπισθε τοῦ ναοῦ.
そこにはまた白い大理石の処女たちの像もあり、彼女たちの脚は鳥の脚であって、神殿の背後に立っている。
§8.22.8λέγεται δὲ καὶ ἐφʼ ἡμῶν γενέσθαι θαῦμα τοιόνδε.
また、私たちの時代にも次のような不思議なことが起こったと言われている。
ἐν Στυμφάλῳ τῆς Ἀρτέμιδος τῆς Στυμφαλίας τὴν ἑορτὴν τά τε ἄλλα ἦγον οὐ σπουδῇ καὶ τὰ ἐς αὐτὴν καθεστηκότα ὑπερέβαινον τὰ πολλά.
ステュンパロスにおいて、人々はステュンパリア・アルテミスの祭儀を他のすべてのことと同様に熱心に行わず、定められた規定の大部分を無視していた。
ἐσπεσοῦσα οὖν ὕλη κατὰ τοῦ βαράθρου τὸ στόμα, ᾗ κάτεισιν ὁ ποταμός, ἀνεῖργε μὴ καταδύεσθαι τὸ ὕδωρ, λίμνην τε ὅσον ἐπὶ τετρακοσίους σταδίους τὸ πεδίον σφίσι γενέσθαι λέγουσι.
すると、川が流れ下るあの深い裂け目の口に木材が落ち込んで、水が沈み込むのを妨げ、平野が彼らにとって約四百スタディオンに及ぶ湖になったと言われている。
§8.22.9φασὶ δὲ ἕπεσθαι θηρευτὴν ἄνδρα ἐλάφῳ φευγούσῃ, καὶ τὴν μὲν ἐς τὸ τέλμα ἵεσθαι, τὸν δὲ ἄνδρα τὸν θηρευτὴν ἐπακολουθοῦντα ὑπὸ τοῦ θυμοῦ κατόπιν τῆς ἐλάφου νήχεσθαι·
人々は言う。 ある狩人が逃げる雌鹿を追っており、鹿は湿地へと飛び込み、狩人は興奮のあまりその雌鹿の後を追って泳いだ。
καὶ οὕτω τὸ βάραθρον τήν τε ἔλαφον καὶ ἐπʼ αὐτῇ τὸν ἄνδρα ὑπεδέξατο.
そしてそのようにして、裂け目が雌鹿を、そして彼女に続いてその男を飲み込んだ。
τούτοις δὲ τοῦ ποταμοῦ τὸ ὕδωρ ἐπακολουθῆσαί φασιν, ὥστε ἐς ἡμέραν Στυμφαλίοις ἐξήραντο ἅπαν τοῦ πεδίου τὸ λιμνάζον·
そして、川の水がこれらに流れ込み、その結果、一日のうちに、ステュンパロス人にとって平野の冠水していた部分がすべて乾いた。
καὶ ἀπὸ τούτου τῇ Ἀρτέμιδι τὴν ἑορτὴν φιλοτιμίᾳ πλέονι ἄγουσι.
この出来事以来、彼らはアルテミスの祭儀をより大きな熱意をもって執り行っている。

語釈・文法注

  1. 8.22.1γένους δὲ εἶναι σφᾶς τοῦ Ἀρκάδων — 「彼ら自身がアルカディア人の家系であることを」という意味で、対格不定詞の主語である三人称複数代名詞の対格 `σφᾶς` を、部分属格(あるいは出自の属格)である `τοῦ Ἀρκάδων`(「アルカディア人の」)が修飾している。
  2. 8.22.3προλιμνάζει — 「あらかじめ湖を形成する」という意味の稀な動詞。冬は水流が一度湖を形成してから川として流れ出すが、夏には水量が少なく「あらかじめ湖を作ることなく、ただちに川として流れる」という対比を示している。
  3. 8.22.6εἰ μὲν δὴ καὶ αἱ κατʼ ἐμὲ ὄρνιθες αἱ Ἀράβιοι τῶν ἐν Ἀρκαδίᾳ ποτὲ ὀρνίθων τὸ ὄνομα — この `εἰ` 節は、動詞(例えば `ἔχουσιν`「持っている」)が省略された破格的(anacoluthon)な構文である。後続する文の `εἶδος δὲ οὐ τὸ αὐτὸ ἐκείναις ἔχουσιν`(姿はそれらと同じではない)との対比構造から、同様の動詞の存在が推測される。
  4. 8.22.8τὰ ἐς αὐτὴν καθεστηκότα ὑπερέβαινον τὰ πολλά — `τὰ πολλά` は副詞的に「その大部分を」という意味で `ὑπερέβαινον`(無視していた、省いていた)に係る。`τὰ ἐς αὐτὴν καθεστηκότα`(彼女[アルテミス]に関して規定されたこと)が目的語である。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.22.1-8.22.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.22.1-8.22.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。