§8.22.1ἐπανάγει δὲ ὁ λόγος με ἐπὶ Στύμφαλον καὶ ἐπὶ τοὺς Φενεατῶν καὶ Στυμφαλίων ὅρους, τὸ ὀνομαζόμενον Γερόντειον.
我的叙述将我带回斯廷法洛斯,以及费内奥斯人与斯廷法洛斯人的边界上那被称为杰龙特伊翁的地方。
Στυμφάλιοι δὲ τεταγμένοι μὲν οὐ μετὰ Ἀρκάδων ἔτι εἰσὶν, ἀλλὰ ἐς τὸ Ἀργολικὸν συντελοῦσι μεταστάντες ἐς αὐτὸ ἐθελονταί· γένους δὲ εἶναι σφᾶς τοῦ Ἀρκάδων τὰ ἔπη μαρτυρεῖ τὰ Ὁμήρου, καὶ ὁ Στύμφαλος ὁ οἰκιστὴς ἀπόγονος ἦν τρίτος Ἀρκάδος τοῦ Καλλιστοῦς.
斯廷法洛斯人现在不再与阿卡迪亚人列在一起,而是自愿转入阿格利斯同盟,并向其纳税;但荷马的史诗证实他们属于阿卡迪亚人的族系,而且其创建者斯廷法洛斯是卡利斯托之子阿卡斯的第三代子孙。
λέγεται δὲ ἐξ ἀρχῆς ἑτέρωθι οἰκισθῆναι τῆς χώρας καὶ οὐκ ἐς τὴν ἐφʼ ἡμῶν πόλιν.
不过据说,他们最初定居在该地区的另一处地方,而不是我们今天的这个城市。
§8.22.2ἐν δὲ τῇ Στυμφάλῳ τῇ ἀρχαίᾳ Τήμενόν φασιν οἰκῆσαι τὸν Πελασγοῦ καὶ Ἥραν ὑπὸ τοῦ Τημένου τραφῆναι τούτου καὶ αὐτὸν ἱερὰ τῇ θεῷ τρία ἱδρύσασθαι καὶ ἐπικλήσεις τρεῖς ἐπʼ αὐτῇ θέσθαι· παρθένῳ μὲν ἔτι οὔσῃ Παιδί, γημαμένην δὲ τῷ Διὶ ἐκάλεσεν αὐτὴν Τελείαν, διενεχθεῖσαν δὲ ἐφʼ ὅτῳ δὴ ἐς τὸν Δία καὶ ἐπανήκουσαν ἐς τὴν Στύμφαλον ὠνόμασεν ὁ Τήμενος Χήραν.
在古斯廷法洛斯,人们说佩拉斯戈斯之子忒墨诺斯曾空间于此,赫拉是由这位忒墨诺斯养育的,而他亲自为女神建立了三个圣所,并为她冠以三个称号:在她还是少女时,他称她为“童女”;当她与宙斯结婚时,他称她为“完婚者”;但当她因某种原因与宙斯发生争执并返回斯廷法洛斯时,忒墨诺斯称她为“孀居者”。
τάδε μὲν ὑπὸ Στυμφαλίων λεγόμενα οἶδα ἐς τὴν θεόν·
据我所知,这些是斯廷法洛斯人关于这位女神所说的。
§8.22.3ἡ δὲ ἐφʼ ἡμῶν πόλις τῶν μὲν εἰρημένων οὐδέν, ἄλλα δὲ εἶχε τοσάδε.
但在我们今天的城市里,并没有上述的那些东西,却有其他以下这些。
ἔστιν ἐν τῇ Στυμφαλίων πηγή, καὶ ἀπὸ ταύτης ὕδωρ βασιλεὺς Ἀδριανὸς Κορινθίοις ἤγαγεν ἐς τὴν πόλιν.
在斯廷法洛斯人的土地上有一口泉,哈德良皇帝曾从这里引水给科林斯人以供应他们的城市。
ἐν δὲ τῇ Στυμφάλῳ χειμῶνος μὲν ὥρᾳ λίμνην τε οὐ μεγάλην ἡ πηγὴ καὶ ἀπʼ αὐτῆς ποταμὸν ποιεῖ τὸν Στύμφαλον· ἐν θέρει δὲ προλιμνάζει μὲν οὐδὲν ἔτι, ποταμὸς δὲ αὐτίκα ἐστὶν ἀπὸ τῆς πηγῆς.
在斯廷法洛斯,冬季时,泉水会形成一个不大的湖,并由此产生斯廷法洛斯河;但在夏季,它不再预先形成湖泊,而是直接从泉中流出成为一条河。
οὗτος ἐς χάσμα γῆς κάτεισιν ὁ ποταμός, ἀναφαινόμενος δὲ αὖθις ἐν τῇ Ἀργολίδι μεταβάλλει τὸ ὄνομα, καὶ αὐτὸν ἀντὶ Στυμφάλου καλοῦσιν Ἐρασῖνον.
这条河向下流进地面的裂口,当它在阿格利斯重新出现时,它改变了名字,人们称它为埃拉西诺斯河,而不是斯廷法洛斯河。
§8.22.4ἐπὶ δὲ τῷ ὕδατι τῷ ἐν Στυμφάλῳ κατέχει λόγος ὄρνιθάς ποτε ἀνδροφάγους ἐπʼ αὐτῷ τραφῆναι· ταύτας κατατοξεῦσαι τὰς ὄρνιθας Ἡρακλῆς λέγεται.
关于斯廷法洛斯的水,流传着一个传说,说以前曾有食人鸟在那里繁衍;据说赫拉克勒斯射杀了这些鸟。
Πείσανδρος δὲ αὐτὸν ὁ Καμιρεὺς ἀποκτεῖναι τὰς ὄρνιθας οὔ φησιν, ἀλλὰ ὡς ψόφῳ κροτάλων ἐκδιώξειεν αὐτάς.
但卡米罗斯的培桑德罗斯说他并没有杀死这些鸟,而是用克罗塔拉的声音将它们赶走。
γῆς δὲ τῆς Ἀράβων ἡ ἔρημος παρέχεται καὶ ἄλλα θηρία καὶ ὄρνιθας καλουμένας Στυμφαλίδας, λεόντων καὶ παρδάλεων οὐδέν τι ἡμερωτέρας ἀνθρώποις·
不过,阿拉伯人的沙漠不仅产有其他野兽,还产有一种被称为斯廷法洛斯的鸟,它们对人类的凶猛程度不亚于狮子和豹子。
§8.22.5αὗται τοῖς ἐπὶ ἄγραν αὐτῶν ἀφικνουμένοις ἐπιπέτανται, καὶ τιτρώσκουσί τε τοῖς ῥάμφεσι καὶ ἀποκτείνουσιν.
这些鸟会向来捕猎它们的人扑去,用喙伤害他们并将其杀死。
ὅσα μὲν δὴ χαλκοῦ καὶ σιδήρου φοροῦσιν ἄνθρωποι, διατρυπῶσιν αἱ ὄρνιθες· ἢν δὲ ἐσθῆτα φλοΐνην παχεῖαν πλέξωνται, τὰ ῥάμφη τῶν Στυμφαλίδων ὑπὸ τῆς ἐσθῆτος ἔχεται τῆς φλοΐνης, καθὰ καὶ πτέρυγες ὀρνίθων τῶν μικρῶν προσέχονται τῷ ἰξῷ.
凡是人类穿戴的青铜和铁制防具,这些鸟都能啄穿;但如果人们用树皮编织厚衣服,斯廷法洛斯鸟的喙就会被树皮衣服缠住,就像小鸟的翅膀粘在鸟媒上一样。
αὗται μέγεθος μὲν κατὰ γέρανόν εἰσιν αἱ ὄρνιθες, ἐοίκασι δὲ ἴβεσι, ῥάμφη δὲ ἀλκιμώτερα φέρουσι καὶ οὐ σκολιὰ ὥσπερ αἱ ἴβεις.
这些鸟的体型如鹤一般大小,外形像朱鹭,但它们长着更为强壮且不像朱鹭那样弯曲的喙。
§8.22.6εἰ μὲν δὴ καὶ αἱ κατʼ ἐμὲ ὄρνιθες αἱ Ἀράβιοι τῶν ἐν Ἀρκαδίᾳ ποτὲ ὀρνίθων τὸ ὄνομα, εἶδος δὲ οὐ τὸ αὐτὸ ἐκείναις ἔχουσιν, οὐκ οἶδα·
至于我这一时代的这些阿拉伯鸟是否拥有当年阿卡迪亚鸟的名字,而其外形却与之不同,我并不清楚。
εἰ δὲ τὸν πάντα αἰῶνα κατὰ τὰ αὐτὰ ἱέραξι καὶ ἀετοῖς καὶ Στυμφαλίδες εἰσὶν ὄρνιθες, Ἀράβιόν τε εἶναί μοι θρέμμα αἱ ὄρνιθες αὗται φαίνονται, καὶ δύναιτο ἂν πετομένη ποτὲ ἀπόμοιρα ἐξ αὐτῶν ἐς Ἀρκαδίαν ἀφικέσθαι ἐπὶ Στύμφαλον.
但如果贯穿所有时代,正如鹰隼与秃鹫一样,也一直存在着斯廷法洛斯鸟,那么这些鸟在我看来便是阿拉伯的物产,它们中的一部分可能在飞行时曾经来到阿卡迪亚的斯廷法洛斯。
ὑπὸ μὲν δὴ τῶν Ἀράβων ἄλλο τί που ἐξ ἀρχῆς καλοῖντο ἂν καὶ οὐ Στυμφαλίδες· τοῦ Ἡρακλέους δὲ ἡ δόξα καὶ τὸ Ἑλληνικὸν πρὸ τοῦ βαρβαρικοῦ τετιμημένον ἐξενίκησεν ὡς καὶ τὰς ἐν τῇ ἐρήμῳ τῇ Ἀράβων Στυμφαλίδας καὶ ἐπὶ ἡμῶν ὀνομάζεσθαι.
阿拉伯人最初可能用其他名字称呼它们,而不是斯廷法洛斯鸟;但赫拉克勒斯的名声以及希腊事物相较于蛮族事物更受尊崇的地位占据了上风,以至于连阿拉伯沙漠中的这些鸟在我们这个时代也被称为斯廷法洛斯鸟。
§8.22.7ἐν Στυμφάλῳ δὲ καὶ ἱερὸν Ἀρτέμιδός ἐστιν ἀρχαῖον Στυμφαλίας· τὸ δὲ ἄγαλμα ξόανόν ἐστι τὰ πολλὰ ἐπίχρυσον.
在斯廷法洛斯还有一个古老的斯廷法里亚·阿耳忒弥斯圣所;其神像大体上是贴金的木雕。
πρὸς δὲ τοῦ ναοῦ τῷ ὀρόφῳ πεποιημέναι καὶ οἱ Στυμφαλίδες εἰσὶν ὄρνιθες· σαφῶς μὲν οὖν χαλεπὸν ἦν διαγνῶναι πότερον ξύλου ποίημα ἦν ἢ γύψου, τεκμαιρομένοις δὲ ἡμῖν ἐφαίνετο εἶναι ξύλου μᾶλλον ἢ γύψου.
在神殿的屋顶附近也制作有斯廷法洛斯鸟;因此,要清楚地分辨它是木制的还是石膏制的曾经很困难,但在我们推测看来,它似乎更像是木制的而不是石膏制的。
εἰσὶ δὲ αὐτόθι καὶ παρθένοι λίθου λευκοῦ, σκέλη δέ σφισίν ἐστιν ὀρνίθων, ἑστᾶσι δὲ ὄπισθε τοῦ ναοῦ.
那里还有白大理石雕刻的少女像,她们长着鸟的腿,站在神殿的后面。
§8.22.8λέγεται δὲ καὶ ἐφʼ ἡμῶν γενέσθαι θαῦμα τοιόνδε.
据说在我们这一时代也发生过这样一件奇事。
ἐν Στυμφάλῳ τῆς Ἀρτέμιδος τῆς Στυμφαλίας τὴν ἑορτὴν τά τε ἄλλα ἦγον οὐ σπουδῇ καὶ τὰ ἐς αὐτὴν καθεστηκότα ὑπερέβαινον τὰ πολλά.
在斯廷法洛斯,人们在举行斯廷法里亚·阿耳忒弥斯的节日时,其他方面都很不专心,而且大多忽略了为此制定的规矩。
ἐσπεσοῦσα οὖν ὕλη κατὰ τοῦ βαράθρου τὸ στόμα, ᾗ κάτεισιν ὁ ποταμός, ἀνεῖργε μὴ καταδύεσθαι τὸ ὕδωρ, λίμνην τε ὅσον ἐπὶ τετρακοσίους σταδίους τὸ πεδίον σφίσι γενέσθαι λέγουσι.
于是,木材落入河水下流的深渊口,阻碍了水的下沉,据说平原因此为他们变成了一个面积达四百斯塔迪翁左右的湖泊。
§8.22.9φασὶ δὲ ἕπεσθαι θηρευτὴν ἄνδρα ἐλάφῳ φευγούσῃ, καὶ τὴν μὲν ἐς τὸ τέλμα ἵεσθαι, τὸν δὲ ἄνδρα τὸν θηρευτὴν ἐπακολουθοῦντα ὑπὸ τοῦ θυμοῦ κατόπιν τῆς ἐλάφου νήχεσθαι· καὶ οὕτω τὸ βάραθρον τήν τε ἔλαφον καὶ ἐπʼ αὐτῇ τὸν ἄνδρα ὑπεδέξατο.
他们说有一位猎人追赶一只逃跑的雌鹿,雌鹿冲进了沼泽,而猎人在兴奋之下紧随其后,在雌鹿后面游泳;就这样,深渊吞噬了雌鹿,接着又吞噬了那个人。
τούτοις δὲ τοῦ ποταμοῦ τὸ ὕδωρ ἐπακολουθῆσαί φασιν, ὥστε ἐς ἡμέραν Στυμφαλίοις ἐξήραντο ἅπαν τοῦ πεδίου τὸ λιμνάζον· καὶ ἀπὸ τούτου τῇ Ἀρτέμιδι τὴν ἑορτὴν φιλοτιμίᾳ πλέονι ἄγουσι.
他们说河水紧随其后灌入,结果在一天之内,斯廷法洛斯人平原上所有积水的部分都干涸了;从此以后,他们以更大的热忱为阿耳忒弥斯举行节日。