Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.2.1-8.2.7

吕卡翁的业绩与化身为狼的传说

第 302 段,共 465 段 · 希腊语

内容简介

本文讲述了皮拉斯戈斯之子吕卡翁建城和创办祭典的功绩,并通过与凯克洛普斯的对比,介绍了吕卡翁进行活人祭祀并化身为狼的传说。作者还探讨了古往今来的神话与奇闻因掺杂虚假而难以令人置信的现象。

§8.2.1Λυκάων δὲ ὁ Πελασγοῦ τοσάδε εὗρεν ἢ ὁ πατήρ οἱ σοφώτερα· Λυκόσουράν τε γὰρ πόλιν ᾤκισεν ἐν τῷ ὄρει τῷ Λυκαίῳ καὶ Δία ὠνόμασε Λυκαῖον καὶ ἀγῶνα ἔθηκε Λύκαια.
而皮拉斯戈斯之子吕卡翁所发现的,比他父亲所发现的要聪明得多:因为他在吕凯翁山上建立了吕科苏拉城,将宙斯命名为“吕凯奥斯”,并创办了吕凯亚竞技会。
οὐκέτι δὲ τὰ παρʼ Ἀθηναίοις Παναθήναια τεθῆναι πρότερα ἀποφαίνομαι· τούτῳ γὰρ τῷ ἀγῶνι Ἀθήναια ὄνομα ἦν, Παναθήναια δὲ κληθῆναί φασιν ἐπὶ Θησέως, ὅτι ὑπὸ Ἀθηναίων ἐτέθη συνειλεγμένων ἐς μίαν ἁπάντων πόλιν.
我不认为雅典人的潘阿太奈亚节创办得更早;因为这一竞技会原名叫阿太奈亚,据说在忒修斯时代才被称为潘阿太奈亚,因为它是由于所有雅典人聚集到同一个城市之后才由他们举办的。
§8.2.2ὁ δὲ ἀγὼν ὁ Ὀλυμπικὸς—ἐπανάγουσι γὰρ δὴ αὐτὸν ἐς τὰ ἀνωτέρω τοῦ ἀνθρώπων γένους, Κρόνον καὶ Δία αὐτόθι παλαῖσαι λέγοντες καὶ ὡς Κούρητες δράμοιεν πρῶτοι—τούτων ἕνεκα ἐκτὸς ἔστω μοι τοῦ παρόντος λόγου.
至于奥林匹亚竞技会——因为人们确实将其追溯到人类诞生之前的时代,称克罗诺斯与宙斯曾在此摔跤,并且库雷特斯人最先奔跑——由于这些原因,就让它排除在我目前的论述之外吧。
δοκῶ δὲ ἔγωγε Κέκροπι ἡλικίαν τῷ βασιλεύσαντι Ἀθηναίων καὶ Λυκάονι εἶναι τὴν αὐτήν, σοφίᾳ δὲ οὐχ ὁμοίᾳ σφᾶς ἐς τὸ θεῖον χρήσασθαι.
我个人认为,统治雅典人的凯克洛普斯与吕卡翁时代相同,但在对待神明的事情上,他们所运用的智慧却截然不同。
§8.2.3ὁ μὲν γὰρ Δία τε ὠνόμασεν Ὕπατον πρῶτος, καὶ ὁπόσα ἔχει ψυχήν, τούτων μὲν ἠξίωσεν οὐδὲν θῦσαι, πέμματα δὲ ἐπιχώρια ἐπὶ τοῦ βωμοῦ καθήγισεν, ἃ πελάνους καλοῦσιν ἔτι καὶ ἐς ἡμᾶς Ἀθηναῖοι· Λυκάων δὲ ἐπὶ τὸν βωμὸν τοῦ Λυκαίου Διὸς βρέφος ἤνεγκεν ἀνθρώπου καὶ ἔθυσε τὸ βρέφος καὶ ἔσπεισεν ἐπὶ τοῦ βωμοῦ τὸ αἷμα, καὶ αὐτὸν αὐτίκα ἐπὶ τῇ θυσίᾳ γενέσθαι λύκον φασὶν ἀντὶ ἀνθρώπου.
因为前者最先将宙斯命名为“许帕托斯(至高者)”,且认为不应献祭任何有生命之物,而在祭坛上奉献了当地的糕点,雅典人直到我们的时代仍称之为“佩拉诺斯”;然而,吕卡翁却将一个人类的婴儿带到吕凯奥斯·宙斯的祭坛上,献祭了这个婴儿并在祭坛上洒下鲜血,据说在献祭之后,他立刻由人变成了狼。
§8.2.4καὶ ἐμέ γε ὁ λόγος οὗτος πείθει, λέγεται δὲ ὑπὸ Ἀρκάδων ἐκ παλαιοῦ, καὶ τὸ εἰκὸς αὐτῷ πρόσεστιν.
这个故事使我信服,它自古以来就被阿卡迪亚人所传颂,且具有合理性。
οἱ γὰρ δὴ τότε ἄνθρωποι ξένοι καὶ ὁμοτράπεζοι θεοῖς ἦσαν ὑπὸ δικαιοσύνης καὶ εὐσεβείας, καί σφισιν ἐναργῶς ἀπήντα παρὰ τῶν θεῶν τιμή τε οὖσιν ἀγαθοῖς καὶ ἀδικήσασιν ὡσαύτως ἡ ὀργή, ἐπεί τοι καὶ θεοὶ τότε ἐγίνοντο ἐξ ἀνθρώπων, οἳ γέρα καὶ ἐς τόδε ἔτι ἔχουσιν ὡς Ἀρισταῖος καὶ Βριτόμαρτις ἡ Κρητικὴ καὶ Ἡρακλῆς ὁ Ἀλκμήνης καὶ Ἀμφιάραος ὁ Ὀικλέους, ἐπὶ δὲ αὐτοῖς Πολυδεύκης τε καὶ Κάστωρ.
因为当时的人们由于公义和敬虔,是神明的座上宾和同席者,神明对善者所赐的尊荣以及对行恶者的惩罚都同样彰显;因为在那个时代,也有人升格为神,他们直到今天仍享有尊荣,如阿里斯泰奥斯、克里特的布里托马耳提斯、阿尔克墨涅之子赫拉克勒斯、奥伊克勒斯之子安菲阿拉奥斯,以及在他们之后的波吕丢刻斯与卡斯托耳。
§8.2.5οὕτω πείθοιτο ἄν τις καὶ Λυκάονα θηρίον καὶ τὴν Ταντάλου Νιόβην γενέσθαι λίθον.
同样,人们也可以相信吕卡翁变成了野兽,以及坦塔洛斯之女尼奥比变成了石头。
ἐπʼ ἐμοῦ δὲ—κακία γὰρ δὴ ἐπὶ πλεῖστον ηὔξετο καὶ γῆν τε ἐπενέμετο πᾶσαν καὶ πόλεις πάσας—οὔτε θεὸς ἐγίνετο οὐδεὶς ἔτι ἐξ ἀνθρώπου, πλὴν ὅσον λόγῳ καὶ κολακείᾳ πρὸς τὸ ὑπερέχον, καὶ ἀδίκοις τὸ μήνιμα τὸ ἐκ τῶν θεῶν ὀψέ τε καὶ ἀπελθοῦσιν ἐνθένδε ἀπόκειται.
但在我的时代——因为邪恶极度膨胀,蔓延到所有的土地和所有的城市——再也没有人能由人升格为神,除非只是在对权贵者的奉承和言语之中,而且对于行恶者,来自神明的愤怒被积蓄起来,等到很晚、甚至在他们离开人世之后才降临。
§8.2.6ἐν δὲ τῷ παντὶ αἰῶνι πολλὰ μὲν πάλαι συμβάντα, τὰ δὲ καὶ ἔτι γινόμενα ἄπιστα εἶναι πεποιήκασιν ἐς τοὺς πολλοὺς οἱ τοῖς ἀληθέσιν ἐποικοδομοῦντες ἐψευσμένα.
但在整个世代中,许多很久以前发生的事,以及一些至今仍在发生的事,都被那些在真实之上构建虚假的人弄得让大多数人难以置信。
λέγουσι γὰρ δὴ ὡς Λυκάονος ὕστερον ἀεί τις ἐξ ἀνθρώπου λύκος γίνοιτο ἐπὶ τῇ θυσίᾳ τοῦ Λυκαίου Διός, γίνοιτο δὲ οὐκ ἐς ἅπαντα τὸν βίον· ὁπότε δὲ εἴη λύκος, εἰ μὲν κρεῶν ἀπόσχοιτο ἀνθρωπίνων, ὕστερον ἔτει δεκάτῳ φασὶν αὐτὸν αὖθις ἄνθρωπον ἐκ λύκου γίνεσθαι, γευσάμενον δὲ ἐς ἀεὶ μένειν θηρίον.
因为他们确实说,在吕卡翁之后,总会有人在吕凯奥斯·宙斯的献祭中由人变成狼,但并非终生如此;当他身为狼时,如果他能克制不食人肉,据说在第十年他会重新由狼变成人,但如果他尝了人肉,则将永远留为野兽。
§8.2.7ὡσαύτως δὲ καὶ Νιόβην λέγουσιν ἐν Σιπύλῳ τῷ ὄρει θέρους ὥρᾳ κλαίειν.
同样,他们也说尼奥比在夏季的西皮洛斯山上哭泣。
ἤδη δὲ καὶ ἄλλα ἤκουσα, τοῖς γρυψὶ στίγματα ὁποῖα καὶ ταῖς παρδάλεσιν εἶναι, καὶ ὡς οἱ Τρίτωνες ἀνθρώπου φωνῇ φθέγγοιντο· οἱ δὲ καὶ φυσᾶν διὰ κόχλου τετρυπημένης φασὶν αὐτούς.
我还听过其他传说,比如狮鹫有着像豹一样的斑点,以及特里同们用人类的声音说话,还有人说他们通过有孔的贝壳吹气作声。
ὁπόσοι δὲ μυθολογήμασιν ἀκούοντες ἥδονται, πεφύκασι καὶ αὐτοί τι ἐπιτερατεύεσθαι· καὶ οὕτω τοῖς ἀληθέσιν ἐλυμήναντο, συγκεραννύντες αὐτὰ ἐψευσμένοις.
但那些喜欢听神话故事的人,天生也倾向于自己编造一些奇闻异事;他们就这样通过将真实与虚假混杂在一起,败坏了真理。

词汇与语法注释

  1. §8.2.1τοσάδε εὗρεν ἢ ὁ πατήρ οἱ σοφώτερα — 附着语素与格 οἱ 在此作为所有格与格(意为“他的”)修饰名词 ὁ πατήρ。比较级形容词 σοφώτερα 与比较连词 ἤ(“比……”)连用,表明吕卡翁所发明的事物比他父亲皮拉斯戈斯的更为聪明。
  2. §8.2.2ὁ δὲ ἀγὼν ὁ Ὀλυμπικὸς — 该名词短语在句首以主格形式呈现,但由于其后紧跟冗长的插入句(ἐπανάγουσι γὰρ...),导致句末以 τούτων ἕνεκα ἐκτὸς ἔστω... 收尾,产生了语法上的破格(anacoluthon)。句首的“奥林匹亚竞技会”没有直接对应的谓语动词,而是被间接纳入了句末的指示代词 τούτων 中。
  3. §8.2.5πλὴν ὅσον λόγῳ καὶ κολακείᾳ πρὸς τὸ ὑπερέχον — 此处省略了前句的动词 ἐγίνετο。关系代词 ὅσον 表示限制(“除了在……的范围内”),而介词短语 πρὸς τὸ ὑπερέχον(“针对优越者/权贵”)限定了名词 λόγῳ(“言语”)和 κολακείᾳ(“谄媚”)的对象。这批判性地表明了作者时代的人神升格纯粹是一种政治奉承,而非实质性的神化。
  4. §8.2.6λέγουσι γὰρ δὴ ὡς Λυκάονος ὕστερον ἀεί τις ἐξ ἀνθρώπου λύκος γίνοιτο — 在由主句动词 λέγουσι(现在时)引导的 ὡς 从句中,动词 γίνοιτο 使用了祈愿语气(optative)。这是用于转述过去重复发生或传闻事件的间接陈述祈愿语气(optative of oblique narration / repeated action),用以呈现在历史过去中反复发生的传说内容。

引用这一段

保萨尼亚斯, 希腊志 §8.2.1-8.2.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.2.1-8.2.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。