§8.1.1Ἀρκάδων δὲ τὰ πρὸς τῆς Ἀργείας Τεγεᾶταί τε ἔχουσι καὶ Μαντινεῖς, νέμονται δὲ οὗτοί τε καὶ τὸ ἄλλο Ἀρκαδικὸν τὸ μεσόγαιον τῆς Πελοποννήσου.
アルカディア人のうち、アルゴリス地方に接する部分はテゲア人とマンティネイア人が領有しており、彼らとその他のアルカディアの民はペロポネソスの中央の内陸部を占めている。
Κορίνθιοι γὰρ οἰκοῦσιν ἐπὶ τῷ ἰσθμῷ πρῶτοι·
というのも、コリントス人が地峡に最初に住んでいるからである。
Κορινθίοις δὲ τὰ πρὸς θαλάσσης εἰσὶν Ἐπιδαύριοι γείτονες·
コリントス人にとっては、海側の隣人はエピダウロス人である。
τὰ δὲ ἐς Ἐπίδαυρον καὶ Τροιζῆνά τε καὶ Ἑρμιόνα ὁ κόλπος ἐστὶν ὁ Ἀργολικὸς καὶ ὅσα ἐπιθαλάσσια τῆς Ἀργείας·
エピダウロス、トロイゼン、ヘルミオネに面する地域は、アルゴリス湾であり、またアルゴリス地方の沿岸部すべてである。
ταύτης δὲ ἔχονται τῆς χώρας Λακεδαιμονίων περίοικοι, τούτοις δὲ ὅμορος ἡ Μεσσηνία·
この地方に隣接してラケダイモン人の周辺市民がおり、彼らに隣接してメッセニアがある。
καταβαίνει γὰρ μέχρι θαλάσσης ἐς Μοθώνην καὶ Πύλον καὶ ἐπὶ Κυπαρισσιάς.
というのも、それ(メッセニア)はモトネ、ピュロス、そしてキュパリッシアにまで海へと下っているからである。
§8.1.2τὰ δὲ πρὸς Λεχαίου Κορινθίοις Σικυώνιοι προσοικοῦσιν ἔσχατοι ταύτῃ μοίρας τῆς Ἀργολίδος·
コリントス人に対してレカイオンの側には、シキュオン人が、アルゴリスのこの部分の最果てとして隣接して住んでいる。
μετὰ δὲ Σικυῶνα Ἀχαιοὶ τὸ ἐντεῦθέν εἰσιν οἱ παρὰ τὸν αἰγιαλὸν οἰκοῦντες·
シキュオンの後は、そこから先は、沿岸に沿って住むアカイア人である。
τὸ δὲ ἕτερον Πελοποννήσου πέρας τὸ ἀπαντικρὺ τῶν Ἐχινάδων οἰκοῦσιν Ἠλεῖοι·
ペロポネソスのもう一方の端、エキナデス諸島の向かいには、エリス人が住んでいる。
τῆς δὲ γῆς τῆς Ἠλείας κατὰ μὲν Ὀλυμπίαν καὶ τοῦ Ἀλφειοῦ τὰς ἐκβολὰς πρὸς τὴν Μεσσηνίαν εἰσὶν ὅροι, τὰ δὲ πρὸς Ἀχαΐαν Δυμαίων εἰσὶν ὅμοροι.
エリス地方の土地のうち、オリンピアとアルフェイオス川の河口付近ではメッセニアとの境界があり、アカイアに接する側ではデュメ人と隣接している。
§8.1.3τούτων τῶν κατειλεγμένων καθηκόντων ἐπὶ θάλασσαν Ἀρκάδες τὸ ἐντὸς οἰκοῦσιν ἀποκλειόμενοι θαλάσσης πανταχόθεν·
海へと達しているこれらの列挙された者たちの内側に、アルカディア人は住んでおり、あらゆる方角から海から遮断されている。
ὅθεν σφᾶς καὶ Ὅμηρος ἀφικέσθαι φησὶν ἐς Τροίαν παρʼ Ἀγαμέμνονος πλοῖα εἰληφότας καὶ οὐχὶ ναυσὶν οἰκείαις.
それゆえにホメロスも、彼らが自分たちの船ではなく、アガメムノンから船を受け取ってトロイアに到着したと言っているのである。
§8.1.4φασὶ δὲ Ἀρκάδες ὡς Πελασγὸς γένοιτο ἐν τῇ γῇ ταύτῃ πρῶτος.
ところで、アルカディア人たちは、ペラスゴスがこの地に最初に生まれたと言っている。
εἰκὸς δὲ ἔχει τοῦ λόγου καὶ ἄλλους ὁμοῦ τῷ Πελασγῷ μηδὲ αὐτὸν Πελασγὸν γενέσθαι μόνον·
しかし、ペラスゴスと同時に他の人々も生まれたのであり、ペラスゴスひとりだけが生まれたのではないとする方が、道理にかなっている。
ποίων γὰρ ἂν καὶ ἦρχεν ὁ Πελασγὸς ἀνθρώπων;
さもなければ、ペラスゴスは一体どのような人々を支配したというのだろうか。
μεγέθει μέντοι καὶ κατὰ ἀλκὴν καὶ κάλλος προεἶχεν ὁ Πελασγὸς καὶ γνώμην ὑπὲρ τοὺς ἄλλους ἦν, καὶ τούτων ἕνεκα αἱρεθῆναί μοι δοκεῖ βασιλεύειν ὑπʼ αὐτῶν.
ともあれ、ペラスゴスは体躯の大きさと勇気と美しさにおいて優れており、知性においても他者を超えていた。
πεποίηται δὲ καὶ Ἀσίῳ τοιάδε ἐς αὐτόν·
それゆえに、私の見解では、彼は彼らによって王となるよう選ばれたのだと思われる。
"
Ἀντίθεον δὲ Πελασγὸν ἐν ὑψικόμοισιν ὄρεσσι
γαῖα μέλαινʼ ἀνέδωκεν, ἵνα θνητῶν γένος εἴη.
アシオスによっても、彼について次のように詩に詠まれている。
"
「神に等しきペラスゴスを、木の葉の生い茂る山々において、黒き大地が生み出した、死すべき者の種族が存在せんがために。
§8.1.5Πελασγὸς δὲ βασιλεύσας τοῦτο μὲν ποιήσασθαι καλύβας ἐπενόησεν, ὡς μὴ ῥιγοῦν τε καὶ ὕεσθαι τοὺς ἀνθρώπους μηδὲ ὑπὸ τοῦ καύματος ταλαιπωρεῖν·
」王となったペラスゴスは、第一に、人々が寒さに凍えたり雨に濡れたりせず、また暑さによって苦しまないようにと、小屋を作ることを考案した。
τοῦτο δὲ τοὺς χιτῶνας τοὺς ἐκ τῶν δερμάτων τῶν οἰῶν, οἷς καὶ νῦν περί τε Εὔβοιαν ἔτι χρῶνται καὶ ἐν τῇ Φωκίδι ὁπόσοι βίου σπανίζουσιν, οὗτός ἐστιν ὁ ἐξευρών.
第二に、羊の皮から作られるチュニック、すなわち現在でもなおエウボイアの周辺やフォキス地方で生活に困窮している人々が用いているものを発明したのは、この彼であった。
καὶ δὴ καὶ τῶν φύλλων τὰ ἔτι χλωρὰ καὶ πόας τε καὶ ῥίζας οὐδὲ ἐδωδίμους, ἀλλὰ καὶ ὀλεθρίους ἐνίας σιτουμένους τοὺς ἀνθρώπους τούτων μὲν ἔπαυσεν ὁ Πελασγός·
さらにまた、葉のまだ青いものや、草、そして食用にもならず、あるものは致命的でさえある根を人々が食べていたのを、ペラスゴスは彼らにそれをやめさせた。
§8.1.6ὁ δὲ τὸν καρπὸν τῶν δρυῶν οὔτι που πασῶν, ἀλλὰ τὰς βαλάνους τῆς φηγοῦ τροφὴν ἐξεῦρεν εἶναι.
そして彼は、すべてのオークの実ではなく、ブナのどんぐりが食物となることを発見した。
παρέμεινέ τε ἐνίοις ἐς τοσοῦτο ἀπὸ Πελασγοῦ τούτου ἡ δίαιτα, ὡς καὶ τὴν Πυθίαν, ἡνίκα Λακεδαιμονίοις γῆς τῆς Ἀρκάδων ἀπηγόρευεν ἅπτεσθαι, καὶ τάδε εἰπεῖν τὰ ἔπη·
そして、このペラスゴスに由来するこの食事法は、一部の人々の間に長く維持され、ピュティアがラケダイモン人たちにアルカディアの土地に手をつけることを禁じた際にも、次のような詩句を告げたほどであった。
"
πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν,
οἵ σʼ ἀποκωλύσουσιν·
「アルカディアには多くのどんぐりを食らう男たちがおり、彼らがそなたを阻むであろう。
ἐγὼ δέ τοι οὔ τι μεγαίρω.
私はそなたに決して惜しみはしないが。
"
Πελασγοῦ δὲ βασιλεύοντος γενέσθαι καὶ τῇ χώρᾳ Πελασγίαν φασὶν ὄνομα.
」ペラスゴスが支配していた時に、その地方の名前もペラスギアになったと言われている。