Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.18.1-8.18.8

ステュクスの水の伝承とプロイトス娘たちの治癒

322 / 465 箇所 · ギリシア語

要旨

著者はスティクスに言及する古代の詩人たちを挙げ、ノナクリス近郊のスティクスの水の有害な性質や伝承を説明したのち、アロアニア山の洞窟でのプロイトス娘たちの狂気と、ルソイでのアルテミス神殿における治療の伝承を述べる。

§8.18.1εἶναι δὲ τὴν Στύγα Ἡσίοδος μὲν ἐν Θεογονίᾳ πεποίηκεν—Ἡσιόδου γὰρ δὴ ἔπη τὴν Θεογονίαν εἰσὶν οἳ νομίζουσι—, πεποιημένα οὖν ἐστιν ἐνταῦθα Ὠκεανοῦ θυγατέρα τὴν Στύγα, γυναῖκα δὲ αὐτὴν εἶναι Πάλλαντος.
ヘシオドスは『神統記』において――というのも、『神統記』をヘシオドスの詩であるとみなす人々が確かにいるからだが――スティクスをオケアノスの娘であり、パラスの妻であると歌っている。
ἐοικότα δὲ πεποιηκέναι τούτοις καὶ Λίνον φασίν·
リノスもこれらに類する歌を作ったと言われている。
ἐμοὶ δὲ ἐπιλεγομένῳ παντάπασιν ἐφαίνετο ταῦτά γε εἶναι κίβδηλα.
しかし、私が熟読してみたところ、少なくともこれら(リノスの作品)は完全に偽作であると思われた。
§8.18.2Ἐπιμενίδης δὲ ὁ Κρὴς εἶναι μὲν καὶ οὗτος θυγατέρα Ὠκεανοῦ τὴν Στύγα ἐποίησε, συνοικεῖν δὲ αὐτὴν οὐ Πάλλαντι, ἀλλὰ ἐκ Πείραντος Ἔχιδναν τεκεῖν, ὅστις δὴ ὁ Πείρας ἐστί.
クレタ人エピメニデスもまた、スティクスをオケアノスの娘としたが、彼女が同居したのはパラスではなく、ペイラスとの間にエキドナを産んだとした。 このペイラスが一体誰であるかはともかく。
μάλιστα δὲ τῆς Στυγὸς τὸ ὄνομα ἐς τὴν ποίησιν ἐπεισηγάγετο Ὅμηρος.
しかし、詩の中にスティクスの名を最も引き入れたのはホメロスである。
ἐν μέν γε Ἥρας ἐποίησεν ὅρκῳ " ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ·
ヘラの誓いにおいて彼はこのように歌っている。 「今や地と、上なる広き天と、滴り落ちるスティクスの水よ、これを知れ。
" ταῦτα μὲν δὴ ἐποίησεν ὡς ἂν ἰδὼν ἐς τὸ ὕδωρ τῆς Στυγὸς στάζον·
」彼はスティクスの水が滴り落ちるのを見たかのようにしてこれらを歌ったのである。
βούλεται δὲ καὶ ἐν καταλόγῳ τῶν μετὰ Γουνέως Τιταρησίῳ ποταμῷ ῥεῖν τὸ ὕδωρ ἀπὸ τῆς Στυγός.
彼はまた、目録の中で、グネウスに付き従う者たちのティタレシオス川において、その水がスティクスから流れてきているとしている。
§8.18.3ἐποίησε δὲ καὶ ἐν Ἅιδου ὕδωρ εἶναι, καὶ Ἀθηνᾶ τὸν Δία οὐ μεμνῆσθαί φησιν ὅτι διʼ αὐτῆς Ἡρακλέα ἔσωζεν ἐκ τῶν Εὐρυσθέως ἄθλων·
彼はまたハデスにその水があるとし、アテナはゼウスが彼女を通じてヘラクレスをエウリュステウスの難業から救い出したことを覚えていないと言っている。
" εἰ γὰρ ἐγὼ τόδε ᾔδη ἐνὶ φρεσὶ πευκαλίμῃσιν, εὖτέ μιν εἰς Ἀίδαο πυλάρταο προὔπεμψεν ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀίδαο, οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
「もし私がこれを知恵ある心で知っていたなら、彼を門番たるハデスのもとへ、忌まわしきハデスの犬をエレボスから連れてくるために送り出したとき、彼はスティクスの水の険しき流れを逃れ得なかったであろうに。
" §8.18.4τὸ δὲ ὕδωρ τὸ ἀπὸ τοῦ κρημνοῦ τοῦ παρὰ τὴν Νώνακριν στάζον ἐσπίπτει μὲν πρῶτον ἐς πέτραν ὑψηλήν, διεξελθὸν δὲ διὰ τῆς πέτρας ἐς τὸν Κρᾶθιν ποταμὸν κάτεισι·
」ノナクリスの傍らの懸崖から滴り落ちる水は、まず高い岩に落ち、その岩を通り抜けてクラティス川へと流れ下る。
θάνατον δὲ τὸ ὕδωρ φέρει τοῦτο καὶ ἀνθρώπῳ καὶ ἄλλῳ ζῴῳ παντί.
この水は人間にとっても他のすべての動物にとっても死をもたらす。
λέγεται δὲ ὅτι γένοιτό ποτε ὄλεθρος ἀπʼ αὐτοῦ καὶ αἰξίν, αἳ τοῦ ὕδατος ἔπιον πρῶτον·
かつて、その水を最初に飲んだ山羊たちにも破滅がもたらされたと言われている。
χρόνῳ δὲ ὕστερον ἐγνώσθη καὶ εἰ δή τι ἄλλο πρόσεστι τῷ ὕδατι τῶν ἐς θαῦμα ἡκόντων.
のちに、この水に何か他に驚異に値する性質が備わっているかどうかが知られるようになった。
§8.18.5ὕαλος μέν γε καὶ κρύσταλλος καὶ μόρρια καὶ ὅσα ἐστὶν ἀνθρώποις ἄλλα λίθου ποιούμενα καὶ τῶν σκευῶν τὰ κεραμεᾶ, τὰ μὲν ὑπὸ τῆς Στυγὸς τοῦ ὕδατος ῥήγνυται·
ガラス、水晶、モッリア、その他人間が石で作るあらゆるもの、また陶磁器の器は、スティクスの水によって砕かれる。
κεράτινα δὲ καὶ ὀστέινα σίδηρός τε καὶ χαλκός, ἔτι δὲ μόλιβδός τε καὶ κασσίτερος καὶ ἄργυρος καὶ τὸ ἤλεκτρον ὑπὸ τούτου σήπεται τοῦ ὕδατος.
角製、骨製の器、鉄や青銅、さらに鉛、錫、銀、琥珀はこの水によって腐食される。
τὸ δὲ αὐτὸ μετάλλοις τοῖς πᾶσι καὶ ὁ χρυσὸς πέπονθε·
すべての金属に共通するこの性質は、金をも襲う。
καίτοι καθαρεύειν γε τὸν χρυσὸν ἀπὸ τοῦ ἰοῦ ἥ τε ποιήτρια μάρτυς ἐστὶν ἡ Λεσβία καὶ αὐτὸς ὁ χρυσὸς ἐπιδείκνυσιν.
しかしながら、金が錆から免れていることは、レスボスの女性詩人が証言しており、金自体もそれを示している。
§8.18.6ἔδωκε δὲ ἄρα ὁ θεὸς τοῖς μάλιστα ἀπερριμμένοις κρατεῖν τῶν ὑπερηρκότων τῇ δόξῃ.
神はまことに、最も卑しめられたものに、名声において傑出したものを征服する力を与えられた。
τοῦτο μὲν γὰρ τὰ μάργαρα ἀπόλλυσθαι πέφυκεν ὑπὸ τοῦ ὄξους, τοῦτο δὲ τὸν ἀδάμαντα λίθων ὄντα ἰσχυρότατον τοῦ τράγου κατατήκει τὸ αἷμα·
真珠は酢によって滅ぼされる性質があり、ダイヤモンドは石の中で最も強固であるのに、雄山羊の血がこれを溶かす。
καὶ δὴ καὶ τὸ ὕδωρ οὐ δύναται τῆς Στυγὸς ὁπλὴν ἵππου βιάσασθαι μόνην, ἀλλὰ ἐμβληθὲν κατέχεταί τε ὑπʼ αὐτῆς καὶ οὐ διεργάζεται τὴν ὁπλήν.
そして実に、スティクスの水もまた、馬の蹄だけには打ち勝つことができず、そこに注がれると、蹄によって保持され、蹄を破壊することはない。
εἰ δὲ καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου συνέβη τὴν τελευτὴν διὰ τοῦ φαρμάκου γενέσθαι τούτου, σαφῶς μὲν οὐκ οἶδα, λεγόμενον δὲ οἶδα.
フィリッポスの子アレクサンドロスの死がこの毒薬によってもたらされたのかどうか、私は明確には知らないが、そう語られていることは知っている。
§8.18.7ὑπὲρ δὲ τὴν Νώνακριν ὄρη τε καλούμενα Ἀροάνια καὶ σπήλαιόν ἐστιν ἐν αὐτοῖς.
ノナクリスの上方にはアロアニアと呼ばれる山々があり、その中に洞窟がある。
ἐς τοῦτο ἀναφυγεῖν τὸ σπήλαιον τὰς θυγατέρας τὰς Προίτου μανείσας λέγουσιν, ἃς ὁ Μελάμπους θυσίαις τε ἀπορρήτοις καὶ καθαρμοῖς κατήγαγεν ἐς χωρίον καλούμενον Λουσούς.
狂気したプロイトスの娘たちがこの洞窟に逃げ込んだと言われており、メラムプースは秘儀の犠牲と浄めによって彼女たちをルソイと呼ばれる場所に連れ戻した。
τοῦ μὲν δὴ ὄρους τῶν Ἀροανίων Φενεᾶται τὰ πολλὰ ἐνέμοντο· οἱ δὲ ἐν ὅροις ἤδη Κλειτορίων εἰσὶν οἱ Λουσοί.
アロアニアの山の大部分はフェネオス人が所有していたが、ルソイはすでにクレイトルの国境の内側にある。
§8.18.8πόλιν μὲν δή ποτε εἶναι λέγουσι τοὺς Λουσούς, καὶ Ἀγησίλας ἀνὴρ Λουσεὺς ἀνηγορεύθη κέλητι ἵππῳ νικῶν, ὅτε πρώτην ἐπὶ ταῖς δέκα ἐτίθεσαν πυθιάδα Ἀμφικτύονες·
ルソイはかつて都市であったと言われ、アンフィクテュオンが第11回プュティア競技会を催した際、ルソイの人アゲシラスが競馬で勝利者として宣言された。
τὰ δὲ ἐφʼ ἡμῶν οὐδὲ ἐρείπια ἔτι λειπόμενα ἦν Λουσῶν.
しかし、私たちの時代には、ルソイの廃墟すら残っていなかった。
τὰς δʼ οὖν θυγατέρας τοῦ Προίτου κατήγαγεν ὁ Μελάμπους ἐς τοὺς Λουσοὺς καὶ ἠκέσατο τῆς μανίας ἐν Ἀρτέμιδος ἱερῷ·
とにかくメラムプースはプロイトスの娘たちをルソイに連れて行き、アルテミスの神殿で狂気を癒した。
καὶ ἀπʼ ἐκείνου τὴν Ἄρτεμιν ταύτην Ἡμερασίαν καλοῦσιν οἱ Κλειτόριοι.
それゆえ、クレイトルの人々はこのアルテミスを「ヘメラシア」と呼んでいる。

語釈・文法注

  1. 8.18.1ἐμοὶ δὲ ἐπιλεγομένῳ — 与格の現在分詞 ἐπιλεγομένῳ は「私にとって」という判断の主体を表す与格として機能している。
  2. 8.18.2ὅστις δὴ ὁ Πείρας ἐστί — 関係代名詞 ὅστις と直説法現在 ἐστί による挿入節で、先行詞 Πείραντος についての「そのペイラスが何者であれ」という、発話者の不確定あるいは無関心を表す譲歩的な表現。
  3. 8.18.2ὡς ἂν ἰδὼν — 接続詞 ὡς と小辞 ἄν が能動態アオリスト分詞 ἰδών と結合し、「あたかも実際に見たかのように」という反実仮想的な様子や条件を表現している。
  4. 8.18.4εἰ δή τι ἄλλο πρόσεστι — 動詞 ἐγνώσθη(受動態アオリスト「知られた」)の目的語となる間接疑問節を εἰ(〜かどうか)が導いている。πρόσεστι は「備わっている」を意味する。
  5. 8.18.6ἔδωκε δὲ ἄρα ὁ θεὸς τοῖς μάλιστα ἀπερριμμένοις κρατεῖν — 動詞 ἔδωκε(与えた、許した)が与格 τοῖς μάλιστα ἀπερριμμένοις(最も卑しめられた者たちに)と不定詞 κρατεῖν(征服すること、支配すること)を伴う構文。κρατεῖν は属格 των ὑπερηρκότων を支配している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.18.1-8.18.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.18.1-8.18.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。