Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.18.1-8.18.8

斯提克斯河的传说与普洛伊托斯诸女的治愈

第 322 段,共 465 段 · 希腊语

内容简介

作者征引了关于斯提克斯的古代诗人记载,阐述了诺纳克里斯附近斯提克斯之水的破坏性特征及其传说,随后叙述了普洛伊托斯的女儿们在阿罗阿尼亚山洞穴发狂并在卢索伊获得治愈的故事。

§8.18.1εἶναι δὲ τὴν Στύγα Ἡσίοδος μὲν ἐν Θεογονίᾳ πεποίηκεν—Ἡσιόδου γὰρ δὴ ἔπη τὴν Θεογονίαν εἰσὶν οἳ νομίζουσι—, πεποιημένα οὖν ἐστιν ἐνταῦθα Ὠκεανοῦ θυγατέρα τὴν Στύγα, γυναῖκα δὲ αὐτὴν εἶναι Πάλλαντος.
赫西俄德在《神谱》中——因为确实有人认为《神谱》是赫西俄德的诗作——将斯提克斯写成俄刻阿诺斯的女儿,并写道她是帕拉斯的妻子。
ἐοικότα δὲ πεποιηκέναι τούτοις καὶ Λίνον φασίν· ἐμοὶ δὲ ἐπιλεγομένῳ παντάπασιν ἐφαίνετο ταῦτά γε εἶναι κίβδηλα.
人们说林诺斯也创作了与这些相似的诗句;但对我而言,在仔细阅读之后,这些作品至少显得完全是伪作。
§8.18.2Ἐπιμενίδης δὲ ὁ Κρὴς εἶναι μὲν καὶ οὗτος θυγατέρα Ὠκεανοῦ τὴν Στύγα ἐποίησε, συνοικεῖν δὲ αὐτὴν οὐ Πάλλαντι, ἀλλὰ ἐκ Πείραντος Ἔχιδναν τεκεῖν, ὅστις δὴ ὁ Πείρας ἐστί.
克里特人埃庇米尼得斯也同样将斯提克斯写成俄刻阿诺斯的女儿,但他没有让她与帕拉斯同居,而是让她与培拉斯生下了厄客德娜,无论这个培拉斯究竟是谁。
μάλιστα δὲ τῆς Στυγὸς τὸ ὄνομα ἐς τὴν ποίησιν ἐπεισηγάγετο Ὅμηρος.
然而,将斯提克斯之名最广泛地引入诗歌中的是荷马。
ἐν μέν γε Ἥρας ἐποίησεν ὅρκῳ " ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ·
在赫拉的誓言中,他写道: “现在让大地知道这事,以及上面宽阔的天空,和滴落的斯提克斯之水。
" ταῦτα μὲν δὴ ἐποίησεν ὡς ἂν ἰδὼν ἐς τὸ ὕδωρ τῆς Στυγὸς στάζον· βούλεται δὲ καὶ ἐν καταλόγῳ τῶν μετὰ Γουνέως Τιταρησίῳ ποταμῷ ῥεῖν τὸ ὕδωρ ἀπὸ τῆς Στυγός.
” 他写下这些,仿佛是亲眼见到了滴落的斯提克斯之水;而且在与古纽斯同行的名录中,他也意指塔塔列西奥斯河的水是从斯提克斯流出的。
§8.18.3ἐποίησε δὲ καὶ ἐν Ἅιδου ὕδωρ εἶναι, καὶ Ἀθηνᾶ τὸν Δία οὐ μεμνῆσθαί φησιν ὅτι διʼ αὐτῆς Ἡρακλέα ἔσωζεν ἐκ τῶν Εὐρυσθέως ἄθλων· " εἰ γὰρ ἐγὼ τόδε ᾔδη ἐνὶ φρεσὶ πευκαλίμῃσιν, εὖτέ μιν εἰς Ἀίδαο πυλάρταο προὔπεμψεν ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀίδαο, οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα. "
他还写道那水是在哈得斯之中,雅典娜说宙斯不记得正是通过她,他才将赫拉克勒斯从欧律斯透斯的劳役中解救出来: “如果我那聪慧的心灵早知道这事,当他派他前往冥门看守者哈得斯之处、从厄瑞玻斯带走可憎的哈得斯之犬时,他绝无法逃脱斯提克斯之水那险峻的溪流。
§8.18.4τὸ δὲ ὕδωρ τὸ ἀπὸ τοῦ κρημνοῦ τοῦ παρὰ τὴν Νώνακριν στάζον ἐσπίπτει μὲν πρῶτον ἐς πέτραν ὑψηλήν, διεξελθὸν δὲ διὰ τῆς πέτρας ἐς τὸν Κρᾶθιν ποταμὸν κάτεισι· θάνατον δὲ τὸ ὕδωρ φέρει τοῦτο καὶ ἀνθρώπῳ καὶ ἄλλῳ ζῴῳ παντί.
” 从诺纳克里斯旁的悬崖滴落的水,首先落在一块高耸的岩石上,穿过岩石后流入克拉提斯河;这水给人类和所有其他动物都带来死亡。
λέγεται δὲ ὅτι γένοιτό ποτε ὄλεθρος ἀπʼ αὐτοῦ καὶ αἰξίν, αἳ τοῦ ὕδατος ἔπιον πρῶτον· χρόνῳ δὲ ὕστερον ἐγνώσθη καὶ εἰ δή τι ἄλλο πρόσεστι τῷ ὕδατι τῶν ἐς θαῦμα ἡκόντων.
据说曾经连最先饮用这水的山羊也遭遇了灭顶之灾;直到后来,人们才了解到这水是否确实还具有其他令人称奇的特性。
§8.18.5ὕαλος μέν γε καὶ κρύσταλλος καὶ μόρρια καὶ ὅσα ἐστὶν ἀνθρώποις ἄλλα λίθου ποιούμενα καὶ τῶν σκευῶν τὰ κεραμεᾶ, τὰ μὲν ὑπὸ τῆς Στυγὸς τοῦ ὕδατος ῥήγνυται· κεράτινα δὲ καὶ ὀστέινα σίδηρός τε καὶ χαλκός, ἔτι δὲ μόλιβδός τε καὶ κασσίτερος καὶ ἄργυρος καὶ τὸ ἤλεκτρον ὑπὸ τούτου σήπεται τοῦ ὕδατος.
的确,玻璃、水晶、莫里亚(莹石)以及人类用石头制作的其他任何器皿,还有陶器,都会被斯提克斯之水击碎;而角制、骨制之物、铁和青铜,乃至铅、锡、银以及电子金,都会被这水腐蚀。
τὸ δὲ αὐτὸ μετάλλοις τοῖς πᾶσι καὶ ὁ χρυσὸς πέπονθε· καίτοι καθαρεύειν γε τὸν χρυσὸν ἀπὸ τοῦ ἰοῦ ἥ τε ποιήτρια μάρτυς ἐστὶν ἡ Λεσβία καὶ αὐτὸς ὁ χρυσὸς ἐπιδείκνυσιν.
金也遭受了与所有金属相同的事情;然而,金免于锈蚀,既有莱斯博斯的女诗人作为见证,金自身也证明了这一点。
§8.18.6ἔδωκε δὲ ἄρα ὁ θεὸς τοῖς μάλιστα ἀπερριμμένοις κρατεῖν τῶν ὑπερηρκότων τῇ δόξῃ.
神确实将降服那些在声誉上胜出者的力量,赋予了最被鄙弃的事物。
τοῦτο μὲν γὰρ τὰ μάργαρα ἀπόλλυσθαι πέφυκεν ὑπὸ τοῦ ὄξους, τοῦτο δὲ τὸν ἀδάμαντα λίθων ὄντα ἰσχυρότατον τοῦ τράγου κατατήκει τὸ αἷμα· καὶ δὴ καὶ τὸ ὕδωρ οὐ δύναται τῆς Στυγὸς ὁπλὴν ἵππου βιάσασθαι μόνην, ἀλλὰ ἐμβληθὲν κατέχεταί τε ὑπʼ αὐτῆς καὶ οὐ διεργάζεται τὴν ὁπλήν.
一方面,珍珠天生会被醋损坏;另一方面,雄山羊的血能融化最坚硬的石头——金刚石;而且事实上,连斯提克斯之水也唯独无法损坏马的蹄,若将其倒入其中,它就会被蹄所容纳,而无法破坏蹄。
εἰ δὲ καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου συνέβη τὴν τελευτὴν διὰ τοῦ φαρμάκου γενέσθαι τούτου, σαφῶς μὲν οὐκ οἶδα, λεγόμενον δὲ οἶδα.
至于腓力之子亚历山大的死是否确实是通过这种毒药造成的,我并不能确切知道,但我知道有人这样说。
§8.18.7ὑπὲρ δὲ τὴν Νώνακριν ὄρη τε καλούμενα Ἀροάνια καὶ σπήλαιόν ἐστιν ἐν αὐτοῖς.
在诺纳克里斯上方是被称为阿罗阿尼亚的山脉,山中有一个洞穴。
ἐς τοῦτο ἀναφυγεῖν τὸ σπήλαιον τὰς θυγατέρας τὰς Προίτου μανείσας λέγουσιν, ἃς ὁ Μελάμπους θυσίαις τε ἀπορρήτοις καὶ καθαρμοῖς κατήγαγεν ἐς χωρίον καλούμενον Λουσούς.
据说普洛伊托斯那些发了疯的女儿们曾逃入这个洞穴,梅兰普斯通过秘密的祭祀和净化仪式将她们带到了一个名为卢索伊的地方。
τοῦ μὲν δὴ ὄρους τῶν Ἀροανίων Φενεᾶται τὰ πολλὰ ἐνέμοντο· οἱ δὲ ἐν ὅροις ἤδη Κλειτορίων εἰσὶν οἱ Λουσοί.
阿罗阿尼亚山的大部分曾由斐涅奥斯人占有,而卢索伊则已在克莱托尔人的边界之内。
§8.18.8πόλιν μὲν δή ποτε εἶναι λέγουσι τοὺς Λουσούς, καὶ Ἀγησίλας ἀνὴρ Λουσεὺς ἀνηγορεύθη κέλητι ἵππῳ νικῶν, ὅτε πρώτην ἐπὶ ταῖς δέκα ἐτίθεσαν πυθιάδα Ἀμφικτύονες· τὰ δὲ ἐφʼ ἡμῶν οὐδὲ ἐρείπια ἔτι λειπόμενα ἦν Λουσῶν.
人们说卢索伊曾经是一座城市,在近邻同盟举办第十一届皮提亚竞技会时,卢索伊人阿格西拉斯在单马赛马中被宣布为获胜者;但在我们的时代,卢索伊甚至连废墟都没有留存下来。
τὰς δʼ οὖν θυγατέρας τοῦ Προίτου κατήγαγεν ὁ Μελάμπους ἐς τοὺς Λουσοὺς καὶ ἠκέσατο τῆς μανίας ἐν Ἀρτέμιδος ἱερῷ· καὶ ἀπʼ ἐκείνου τὴν Ἄρτεμιν ταύτην Ἡμερασίαν καλοῦσιν οἱ Κλειτόριοι.
无论如何,梅兰普斯将普洛伊托斯的女儿们带到了卢索伊,并在阿耳忒弥斯的神殿中治愈了她们的疯狂;从那时起,克莱托尔人就称这位阿耳忒弥斯为“赫梅拉西亚”。

词汇与语法注释

  1. 8.18.1ἐμοὶ δὲ ἐπιλεγομένῳ — 与格现在分词 ἐπιλεγομένῳ 起到判断主体与格的作用,意为“对我而言,在仔细阅读或考量之后”。
  2. 8.18.2ὅστις δὴ ὁ Πείρας ἐστί — 由关系代名词 ὅστις 与直陈式现在时 ἐστί 引导的插入句,表示说话者对先行词 Πείραντος 的不确定或不在意(“无论这位培拉斯是谁”)。
  3. 8.18.2ὡς ἂν ἰδὼν — 连接词 ὡς 连同助词 ἄν 与主动不定过去时分词 ἰδών 结合,表示反事实的虚拟状况或方式,即“仿佛实际看到了一样”。
  4. 8.18.4εἰ δή τι ἄλλο πρόσεστι — 由 εἰ(是否)引导的间接疑问句,作动词 ἐγνώσθη(不定过去时被动语态,“被了解”)的宾语。πρόσεστι 意为“具有”或“存在于”。
  5. 8.18.6ἔδωκε δὲ ἄρα ὁ θεὸς τοῖς μάλιστα ἀπερριμμένοις κρατεῖν — 动词 ἔδωκε(给予、允许)支配与格宾语 τοῖς μάλιστα ἀπερριμμένοις(最被鄙弃的事物)与不定式 κρατεῖν(降服、支配)的句式。其中 κρατεῖν 又支配属格 των ὑπερηρκότων。

引用这一段

保萨尼亚斯, 希腊志 §8.18.1-8.18.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.18.1-8.18.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。