Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.15.1-8.15.9

ペネオスのデメテル秘儀と英雄の墓の考証

319 / 465 箇所 · ギリシア語

要旨

パウサニアスはペネオスにおけるエレウシニア・デメテルの秘儀とその起源について述べ、続けてアカイア地方との境界付近にあるアポロン神殿や、ヘラクレスの遠征で戦死したとされる英雄たちの同名異人の墓について考証する。

§8.15.1Φενεάταις δὲ καὶ Δήμητρός ἐστιν ἱερὸν ἐπίκλησιν Ἐλευσινίας, καὶ ἄγουσι τῇ θεῷ τελετήν, τὰ Ἐλευσῖνι δρώμενα καὶ παρὰ σφίσι τὰ αὐτὰ φάσκοντες καθεστηκέναι·
ペネオス人たちにはまた、エレウシニアという呼び名のあるデメテルの神殿もあり、彼らはその女神のために秘儀を催しているが、エレウシスで行われているのとまったく同じ儀礼が自分たちのところでも確立していると主張している。
ἀφικέσθαι γὰρ αὐτοῖς Ναὸν κατὰ μάντευμα ἐκ Δελφῶν, τρίτον δὲ ἀπόγονον Εὐμόλπου τοῦτον εἶναι τὸν Ναόν.
というのも、彼らのもとへデルポイからの神託に従ってナオスがやって来たからであり、このナオスはエウモルポスの三代目の末裔であるという。
παρὰ δὲ τῆς Ἐλευσινίας τὸ ἱερὸν πεποίηται Πέτρωμα καλούμενον, λίθοι δύο ἡρμοσμένοι πρὸς ἀλλήλους μεγάλοι.
エレウシニアの神殿のそばには、ペトロマと呼ばれるものが作られており、それは互いに合わされた二つの大きな石である。
§8.15.2ἄγοντες δὲ παρὰ ἔτος ἥντινα τελετὴν μείζονα ὀνομάζουσι, τοὺς λίθους τούτους τηνικαῦτα ἀνοίγουσι·
彼らは、より大いなると彼らが呼ぶ秘儀を一年おきに催す際、そのときにこれらの石を開く。
λαβόντες δὲ γράμματα ἐξ αὐτῶν ἔχοντα ἐς τὴν τελετὴν καὶ ἀναγνόντες ἐς ἐπήκοον τῶν μυστῶν, κατέθεντο ἐν νυκτὶ αὖθις τῇ αὐτῇ.
そしてそこから、秘儀に関する事柄が記された文書を取り出し、神秘に参入する者たちの耳に聞こえるように読み上げると、同じ日の夜に再び元に戻して納める。
Φενεατῶν δὲ οἶδα τοὺς πολλοὺς καὶ ὀμνύντας ὑπὲρ μεγίστων τῷ Πετρώματι.
ペネオス人の多くが、最も重大な事柄についてペトロマにかけて誓いを立てるのを、私は知っている。
§8.15.3καὶ ἐπίθημα ἐπʼ αὐτῷ περιφερές ἐστιν, ἔχον ἐντὸς Δήμητρος πρόσωπον Κιδαρίας·
また、その上には丸い蓋があり、その内側にはキダリア・デメテルの仮面が入っている。
τοῦτο ὁ ἱερεὺς περιθέμενος τὸ πρόσωπον ἐν τῇ μείζονι καλουμένῃ τελετῇ ῥάβδοις κατὰ λόγον δή τινα τοὺς ὑποχθονίους παίει.
神官は、より大いなると呼ばれる秘儀において、この仮面を身につけ、何らかの伝承に従って棒で地下の者たちを叩く。
Φενεατῶν δέ ἐστι λόγος, καὶ πρὶν ἢ Ναὸν ἀφικέσθαι καὶ ἐνταῦθα Δήμητρα πλανωμένην·
ペネオス人たちの間には、ナオスが到着する前にも、すでにこの地にデメテルが彷徨い歩いていたという話がある。
ὅσοι δὲ Φενεατῶν οἴκῳ τε καὶ ξενίοις ἐδέξαντο αὐτήν, τούτοις τὰ ὄσπρια ἡ θεὸς τὰ ἄλλα, κύαμον δὲ οὐκ ἔδωκέ σφισι.
ペネオス人のうちで、彼女を家と歓待の贈り物をもって受け入れた人々、彼らに対して女神は他の豆類は与えたが、ソラマメは彼らに与えなかった。
§8.15.4κύαμον μὲν οὖν ἐφʼ ὅτῳ μὴ καθαρὸν εἶναι νομίζουσιν ὄσπριον, ἔστιν ἱερὸς ἐπʼ αὐτῷ λόγος·
それゆえ、いかなる理由で彼らがソラマメを清らかでない豆であるとみなしているかについては、それに関する神聖な言説がある。
οἱ δὲ τῷ Φενεατῶν λόγῳ δεξάμενοι τὴν θεόν, Τρισαύλης καὶ Δαμιθάλης, ἐποιήσαντο μὲν Δήμητρος ναὸν Θεσμίας ὑπὸ τῷ ὄρει τῇ Κυλλήνῃ, κατεστήσαντο δὲ αὐτῇ καὶ τελετήν, ἥντινα καὶ νῦν ἄγουσιν.
他方、ペネオス人たちの伝承において女神を受け入れたトリサウレスとダミタレスは、キュレネ山の麓にテスミア・デメテルの神殿を建て、また彼女のために秘儀をも制定したが、それを彼らは今でも執り行っている。
ὁ δὲ ναὸς οὗτος τῆς Θεσμίας σταδίους πέντε μάλιστά που καὶ δέκα ἐστὶν ἀπωτέρω τῆς πόλεως.
このテスミアの神殿は、町からおよそ十五スタディオンほど離れたところにある。
§8.15.5ἐς δὲ Πελλήνην ἐκ Φενεοῦ καὶ ἐς Αἴγειραν ἰόντι Ἀχαιῶν πόλιν, πέντε που προεληλυθότι καὶ δέκα σταδίους, Ἀπόλλωνός ἐστι Πυθίου ναός·
ペネオスからペレネ、あるいはアカイア人の都市アイゲイラへと進んでいく者にとって、およそ十五スタディオン進んだところに、ピュティオスのアポロンの神殿がある。
ἐρείπια δὲ ἐλείπετο αὐτοῦ μόνα καὶ βωμὸς μέγας λίθου λευκοῦ.
その神殿はただ遺跡のみが残されており、白い石で作られた大きな祭壇がある。
ἐνταῦθα ἔτι καὶ νῦν Ἀπόλλωνι Φενεᾶται καὶ Ἀρτέμιδι θύουσιν, Ἡρακλέα ἑλόντα Ἦλιν τὸ ἱερὸν λέγοντες ποιῆσαι.
ここで今でもなおペネオス人たちはアポロンとアルテミスに生贄を捧げており、ヘラクレスがエリスを攻略した後にこの聖域を創設したと言っている。
ἔστι δὲ αὐτόθι καὶ ἡρώων μνήματα, ὅσοι Ἡρακλεῖ στρατείας ἐπὶ Ἠλείους μετασχόντες οὐκ ἀπεσώθησαν οἴκαδε ἐκ τῆς μάχης.
また、そこにはヘラクレスのエリス人に対する遠征に参加し、戦闘から生きて故郷へ帰れなかった英雄たちの墓もある。
§8.15.6τέθαπται δὲ Τελαμὼν ἐγγύτατα τοῦ ποταμοῦ τοῦ Ἀροανίου, ἀπωτέρω μικρὸν ἢ ἔστι τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, Χαλκώδων δὲ οὐ πόρρω κρήνης καλουμένης Οἰνόης.
テラモンはアロアニオス川の極めて近くに葬られており、それはアポロンの聖域がある場所から少し離れたところである。 またハルコドンは、オイノエと呼ばれる泉から遠くないところに葬られている。
τὸν μὲν δὴ Ἐλεφήνορος τοῦ Εὐβοεῦσιν ἐς Ἴλιον ἡγησαμένου καὶ τὸν Αἴαντός τε καὶ Τεύκρου, τούτων μὲν τοὺς πατέρας οὐκ ἀποδέξαιτο ἄν τις ἐν τούτῳ πεσεῖν τῷ ἀγῶνι·
エウボイア人たちを率いてイリオンへと向かったエレペノルの父や、アイアスとテウクロスの父、これらの父親たちがこの戦いにおいて倒れたと受け入れる者は誰もいないだろう。
πῶς μὲν γὰρ ἂν συνεπελάβετο Ἡρακλεῖ τοῦ ἔργου Χαλκώδων, ὃν πρότερον ἔτι ἀποκτεῖναι Ἀμφιτρύωνα καὶ μαρτυρεῖται καὶ πιστεύειν ἄξιά ἐστιν ἐν Θήβαις;
というのも、それより以前にテバイにおいてアンピトリュオンを殺害したと証言され、またそう信じるに値するハルコドンが、どうしてヘラクレスの事業に手を貸すことができたであろうか。
§8.15.7πῶς δὲ Τεῦκρος ᾤκισεν ἂν Σαλαμῖνα ἐν Κύπρῳ πόλιν, μηδενὸς ὡς ἀνέστρεψεν ἐκ Τροίας ἐκβαλόντος ἐκ τῆς οἰκείας;
また、テウクロスがトロイアから帰還した際に、誰も彼を故郷から追放しなかったとしたら、どうしてキプロスにサラミスという都市を築くことができたであろうか。
τίς δʼ ἂν ἐξήλασεν ἄλλος πλὴν ὁ Τελαμὼν αὐτόν;
テラモン以外の誰が彼を追い出したであろうか。
δῆλα οὖν ἐστι Χαλκώδοντα οὐ τὸν ἐξ Εὐβοίας καὶ Τελαμῶνα οὐ τὸν Αἰγινήτην ἐπὶ Ἠλείους Ἡρακλεῖ μετεσχηκέναι τῆς στρατείας·
したがって、エリス人に対するヘラクレスの遠征に参加したのは、エウボイアのハルコドンでも、アイギナのテラモンでもないことは明らかである。
ὁμώνυμοι δὲ ἐπιφανέσιν ἄνδρες ἀφανέστεροι καὶ ἐφʼ ἡμῶν ἔτι καὶ τὸν ἅπαντα ἐγίνοντο ὁμοίως χρόνον.
著名な人々と同じ名を持つ、より無名な男たちは、私たちの時代においても、またいつの時代においても同様に存在していたのである。
§8.15.8Φενεάταις δὲ πρὸς τὸ Ἀχαϊκὸν τὸ ὅμορον οὐ καθʼ ἓν ὅροι τῆς γῆς εἰσιν, ἀλλὰ πρὸς μὲν Πελλήνην ὁ καλούμενος Πωρίνας, πρὸς δὲ τὴν Αἰγειρᾶτιν †τὸ ἐπʼ Ἄρτεμιν.
ペネオス人たちにとって、隣接するアカイア地方との土地の境界は一箇所だけではない。 すなわち、ペレネに対してはポリナスと呼ばれる場所が、アイゲイラ地方に対しては「アルテミスに向かうもの」が境界である。
ἐν δὲ αὐτῶν Φενεατῶν τῇ χώρᾳ μετὰ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου προήξεις τε οὐκ ἐπὶ πολὺ καὶ ἐντὸς ἔσῃ τῆς ὁδοῦ τῆς ἐπὶ τὸ ὄρος ἀγούσης τὴν Κρᾶθιν.
ペネオス人自身の領内においては、ピュティオスのアポロンの神殿を過ぎて少し進むと、クラティス山へと通じる道の内側に入ることになる。
§8.15.9ἐν τούτῳ τῷ ὄρει τοῦ ποταμοῦ τοῦ Κράθιδός εἰσιν αἱ πηγαί·
この山の中に、クラティス川の源流がある。
ῥεῖ δὲ ἐς θάλασσαν παρὰ Αἰγάς, ἔρημον τὰ ἐπʼ ἐμοῦ χωρίον, τὰ δὲ παλαιότερα Ἀχαιῶν πόλιν.
その川は、私の時代には無人の土地であるが、かつてはアカイア人の都市であったアイガイの傍らを通って海へと流れ込んでいる。
ἀπὸ τούτου δὲ καλεῖται τοῦ Κράθιδος καὶ ἐν Ἰταλίᾳ ποταμὸς ἐν γῇ τῇ Βρεττίων·
このクラティス川にちなんで、イタリアのブレットイ人の地にある川も名づけられている。
ἐν δὲ τῇ Κράθιδι τῷ ὄρει Πυρωνίας ἱερόν ἐστιν Ἀρτέμιδος, καὶ τὰ ἔτι ἀρχαιότερα παρὰ τῆς θεοῦ ταύτης ἐπήγοντο Ἀργεῖοι πῦρ ἐς τὰ Λερναῖα.
クラティス山には、ピュロニアという呼び名のあるアルテミスの聖域があり、より古代においては、アルゴス人たちがレルネの祭礼のために、この女神のもとから火を持ち帰っていた。

語釈・文法注

  1. 8.15.1ἀφικέσθαι γὰρ αὐτοῖς Ναὸν — 主文の動詞 `φάσκοντες`(主張して)に導かれた間接話法(対格不定詞構文)であり、`Ναόν`(ナオス)は「神殿」ではなくエウモルポスの末裔とされる人名。`αὐτοῖς` は「彼ら(ペネオス人)のもとに」を表す与格である。
  2. 8.15.1τρίτον δὲ ἀπόγονον Εὐμόλπου τοῦτον εἶναι τὸν Ναόν — これも `φάσκοντες` に従属する間接話法の一部。指示代名詞 `τοῦτον` および `τὸν Ναόν` が対格主語で、`τρίτον ἀπόγονον` が述語。エウモルポスから数えて3代目の子孫であることを指す。
  3. 8.15.5ἰόντι — 地理的叙述において移動する主体を想定する「関係の与格」(あるいは判断者の与格)。後に続く分詞 `προεληλυθότι` もこれと同格で一致している。
  4. 8.15.6τὸν μὲν δὴ Ἐλεφήνορος — 定冠詞 `τὸν` の後に `πατέρα`(父親)が省略されている。これに続く `τὸν Αἴαντός τε καὶ Τεύκρου` も同様で、これらは後続の `τούτων μὲν τοὺς πατέρας` で対格の目的語として明示的に総括される。
  5. 8.15.6οὐκ ἀποδέξαιτο ἄν τις — 希求法に `ἄν` を伴う潜在表現(potential optative)で、「誰も受け入れないだろう」という可能性・蓋然性を表す。`τις`(ある人、誰か)は文全体の主語である。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.15.1-8.15.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.15.1-8.15.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。