§8.15.1Φενεάταις δὲ καὶ Δήμητρός ἐστιν ἱερὸν ἐπίκλησιν Ἐλευσινίας, καὶ ἄγουσι τῇ θεῷ τελετήν, τὰ Ἐλευσῖνι δρώμενα καὶ παρὰ σφίσι τὰ αὐτὰ φάσκοντες καθεστηκέναι· ἀφικέσθαι γὰρ αὐτοῖς Ναὸν κατὰ μάντευμα ἐκ Δελφῶν, τρίτον δὲ ἀπόγονον Εὐμόλπου τοῦτον εἶναι τὸν Ναόν.
斐涅奥斯人还拥有一座被称为“埃琉西尼娅”的德墨忒尔神庙,他们为这位女神举行秘仪,声称在他们那里确立了与埃琉西斯完全相同的仪式;因为他们说,纳奥斯是根据德尔斐的神谕来到他们那里的,而这位纳奥斯是欧莫尔波斯的第三代后代。
παρὰ δὲ τῆς Ἐλευσινίας τὸ ἱερὸν πεποίηται Πέτρωμα καλούμενον, λίθοι δύο ἡρμοσμένοι πρὸς ἀλλήλους μεγάλοι.
在这座埃琉西斯女神的神庙旁,建有被称为“佩特罗玛”的建筑,那是两块互相契合的巨大石头。
§8.15.2ἄγοντες δὲ παρὰ ἔτος ἥντινα τελετὴν μείζονα ὀνομάζουσι, τοὺς λίθους τούτους τηνικαῦτα ἀνοίγουσι· λαβόντες δὲ γράμματα ἐξ αὐτῶν ἔχοντα ἐς τὴν τελετὴν καὶ ἀναγνόντες ἐς ἐπήκοον τῶν μυστῶν, κατέθεντο ἐν νυκτὶ αὖθις τῇ αὐτῇ.
他们每隔一年举行一次他们称为“大秘仪”的仪式,届时他们会打开这些石头;从中取出记载有关于秘仪事宜的文书,在向启蒙者(入会者)宣读之后,于同一天夜里再次将其放回原处。
Φενεατῶν δὲ οἶδα τοὺς πολλοὺς καὶ ὀμνύντας ὑπὲρ μεγίστων τῷ Πετρώματι.
我知道大多数斐涅奥斯人在面临最重大的事情时,也会对着“佩特罗玛”起誓。
§8.15.3καὶ ἐπίθημα ἐπʼ αὐτῷ περιφερές ἐστιν, ἔχον ἐντὸς Δήμητρος πρόσωπον Κιδαρίας· τοῦτο ὁ ἱερεὺς περιθέμενος τὸ πρόσωπον ἐν τῇ μείζονι καλουμένῃ τελετῇ ῥάβδοις κατὰ λόγον δή τινα τοὺς ὑποχθονίους παίει.
在它上面有一个圆形的盖子,里面装有“吉达里亚”德墨忒尔的面具;祭司在被称为大秘仪的仪式中戴上这个面具,并根据某种传说,用棒敲击冥府的神灵。
Φενεατῶν δέ ἐστι λόγος, καὶ πρὶν ἢ Ναὸν ἀφικέσθαι καὶ ἐνταῦθα Δήμητρα πλανωμένην· ὅσοι δὲ Φενεατῶν οἴκῳ τε καὶ ξενίοις ἐδέξαντο αὐτήν, τούτοις τὰ ὄσπρια ἡ θεὸς τὰ ἄλλα, κύαμον δὲ οὐκ ἔδωκέ σφισι.
斐涅奥斯人中还有一个传说,在纳奥斯到来之前,德墨忒尔也曾在这里徘徊;对于那些用房屋和款待接纳了她的斐涅奥斯人,女神赐予了他们除蚕豆以外的所有其他豆类。
§8.15.4κύαμον μὲν οὖν ἐφʼ ὅτῳ μὴ καθαρὸν εἶναι νομίζουσιν ὄσπριον, ἔστιν ἱερὸς ἐπʼ αὐτῷ λόγος· οἱ δὲ τῷ Φενεατῶν λόγῳ δεξάμενοι τὴν θεόν, Τρισαύλης καὶ Δαμιθάλης, ἐποιήσαντο μὲν Δήμητρος ναὸν Θεσμίας ὑπὸ τῷ ὄρει τῇ Κυλλήνῃ, κατεστήσαντο δὲ αὐτῇ καὶ τελετήν, ἥντινα καὶ νῦν ἄγουσιν.
至于蚕豆,他们出于何种原因认为它不是一种洁净的豆类,对此有一段神圣的传说;而根据斐涅奥斯人的传说接纳了女神的特里萨乌勒斯和达米萨勒斯,在吉勒涅山下建造了一座“塞斯米亚”德墨忒尔的神庙,并为她确立了秘仪,他们至今仍在举行这一仪式。
ὁ δὲ ναὸς οὗτος τῆς Θεσμίας σταδίους πέντε μάλιστά που καὶ δέκα ἐστὶν ἀπωτέρω τῆς πόλεως.
这座“塞斯米亚”神庙距离城市大约有十五斯塔迪翁。
§8.15.5ἐς δὲ Πελλήνην ἐκ Φενεοῦ καὶ ἐς Αἴγειραν ἰόντι Ἀχαιῶν πόλιν, πέντε που προεληλυθότι καὶ δέκα σταδίους, Ἀπόλλωνός ἐστι Πυθίου ναός· ἐρείπια δὲ ἐλείπετο αὐτοῦ μόνα καὶ βωμὸς μέγας λίθου λευκοῦ.
对于从斐涅奥斯前往佩莱内以及阿开亚人城市艾盖拉的人来说,向前走大约十五斯塔迪翁,有一座皮托斯阿波罗的神庙;它如今只剩下了废墟,以及一座巨大的白石祭坛。
ἐνταῦθα ἔτι καὶ νῦν Ἀπόλλωνι Φενεᾶται καὶ Ἀρτέμιδι θύουσιν, Ἡρακλέα ἑλόντα Ἦλιν τὸ ἱερὸν λέγοντες ποιῆσαι.
斐涅奥斯人至今仍在这里向阿波罗和阿尔忒弥斯献祭,他们说这处圣域是赫拉克勒斯在攻占伊利斯之后建造的。
ἔστι δὲ αὐτόθι καὶ ἡρώων μνήματα, ὅσοι Ἡρακλεῖ στρατείας ἐπὶ Ἠλείους μετασχόντες οὐκ ἀπεσώθησαν οἴκαδε ἐκ τῆς μάχης.
那里还有参加赫拉克勒斯对伊利斯人的远征、且未能从战斗中生还的英雄们的坟墓。
§8.15.6τέθαπται δὲ Τελαμὼν ἐγγύτατα τοῦ ποταμοῦ τοῦ Ἀροανίου, ἀπωτέρω μικρὸν ἢ ἔστι τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, Χαλκώδων δὲ οὐ πόρρω κρήνης καλουμένης Οἰνόης.
泰拉蒙被安葬在离阿罗阿尼奥斯河最近的地方,比阿波罗神庙稍微远一点,而哈尔科东则被安葬在离被称为“奥伊诺埃”的泉水不远的地方。
τὸν μὲν δὴ Ἐλεφήνορος τοῦ Εὐβοεῦσιν ἐς Ἴλιον ἡγησαμένου καὶ τὸν Αἴαντός τε καὶ Τεύκρου, τούτων μὲν τοὺς πατέρας οὐκ ἀποδέξαιτο ἄν τις ἐν τούτῳ πεσεῖν τῷ ἀγῶνι· πῶς μὲν γὰρ ἂν συνεπελάβετο Ἡρακλεῖ τοῦ ἔργου Χαλκώδων, ὃν πρότερον ἔτι ἀποκτεῖναι Ἀμφιτρύωνα καὶ μαρτυρεῖται καὶ πιστεύειν ἄξιά ἐστιν ἐν Θήβαις;
至于带领优波亚人前往伊利翁的埃勒斐诺尔的父亲,以及埃阿斯和泰乌克洛斯的父亲,没有人会相信这些父亲在这场战斗中阵亡;因为哈尔科东此前在忒拜时就被证实杀死了安菲特律翁,这也是值得信赖的,他怎么可能又协助赫拉克勒斯完成这一功业呢?
§8.15.7πῶς δὲ Τεῦκρος ᾤκισεν ἂν Σαλαμῖνα ἐν Κύπρῳ πόλιν, μηδενὸς ὡς ἀνέστρεψεν ἐκ Τροίας ἐκβαλόντος ἐκ τῆς οἰκείας;
而且,如果泰乌克洛斯从特洛伊返回时没有被任何人驱逐出家园,他又怎么会在塞浦路斯建立萨拉米斯城呢?
τίς δʼ ἂν ἐξήλασεν ἄλλος πλὴν ὁ Τελαμὼν αὐτόν;
除了泰拉蒙,还有谁能驱逐他呢?
δῆλα οὖν ἐστι Χαλκώδοντα οὐ τὸν ἐξ Εὐβοίας καὶ Τελαμῶνα οὐ τὸν Αἰγινήτην ἐπὶ Ἠλείους Ἡρακλεῖ μετεσχηκέναι τῆς στρατείας· ὁμώνυμοι δὲ ἐπιφανέσιν ἄνδρες ἀφανέστεροι καὶ ἐφʼ ἡμῶν ἔτι καὶ τὸν ἅπαντα ἐγίνοντο ὁμοίως χρόνον.
因此显而易见,协助赫拉克勒斯远征伊利斯人的,既不是来自优波亚的哈尔科东,也不是来自埃吉纳的泰拉蒙;与名人同名但名声较小的人,在我们的时代乃至所有时代都同样存在。
§8.15.8Φενεάταις δὲ πρὸς τὸ Ἀχαϊκὸν τὸ ὅμορον οὐ καθʼ ἓν ὅροι τῆς γῆς εἰσιν, ἀλλὰ πρὸς μὲν Πελλήνην ὁ καλούμενος Πωρίνας, πρὸς δὲ τὴν Αἰγειρᾶτιν †τὸ ἐπʼ Ἄρτεμιν.
对于斐涅奥斯人来说,他们与相邻的阿开亚土地的边界并不只有一处,向着佩莱内的边界是所谓的“波里纳斯”,向着艾盖拉领地的边界是“朝向阿尔忒弥斯”的地方。
ἐν δὲ αὐτῶν Φενεατῶν τῇ χώρᾳ μετὰ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου προήξεις τε οὐκ ἐπὶ πολὺ καὶ ἐντὸς ἔσῃ τῆς ὁδοῦ τῆς ἐπὶ τὸ ὄρος ἀγούσης τὴν Κρᾶθιν.
在斐涅奥斯人自己的领地内,经过皮托斯阿波罗的神庙后,向前走不远,你就会进入通往克拉提斯山的那条路上。
§8.15.9ἐν τούτῳ τῷ ὄρει τοῦ ποταμοῦ τοῦ Κράθιδός εἰσιν αἱ πηγαί· ῥεῖ δὲ ἐς θάλασσαν παρὰ Αἰγάς, ἔρημον τὰ ἐπʼ ἐμοῦ χωρίον, τὰ δὲ παλαιότερα Ἀχαιῶν πόλιν.
在这座山上是克拉提斯河的源头;它流经艾盖流入大海,艾盖在我的时代是一个荒凉的地方,但在更早的时期是阿开亚人的城市。
ἀπὸ τούτου δὲ καλεῖται τοῦ Κράθιδος καὶ ἐν Ἰταλίᾳ ποταμὸς ἐν γῇ τῇ Βρεττίων· ἐν δὲ τῇ Κράθιδι τῷ ὄρει Πυρωνίας ἱερόν ἐστιν Ἀρτέμιδος, καὶ τὰ ἔτι ἀρχαιότερα παρὰ τῆς θεοῦ ταύτης ἐπήγοντο Ἀργεῖοι πῦρ ἐς τὰ Λερναῖα.
意大利布雷蒂亚人土地上的克拉提斯河也是以此得名;在克拉提斯山上有一处“皮罗尼亚”阿尔忒弥斯的神庙,在更古老的时代,阿耳戈斯人曾从这位女神那里取火用于勒耳那节。