Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.14.1-8.14.6

ペネオスの洪水伝説とアクロポリスの神殿

317 / 465 箇所 · ギリシア語

要旨

ペネオス平原の洪水伝説と、そこにある吸込穴がヘラクレスによる人工物であるという伝承を記述する。また、ペネオス市のアクロポリスにあるアテナ神殿と、オデュッセウスゆかりのポセイドン像および碑文について言及する。

§8.14.1Φενεατῶν δὲ τὸ πεδίον κεῖται μὲν ὑπὸ ταῖς Καρυαῖς, πλεονάσαντος δέ ποτε αὐτῷ τοῦ ὕδατος κατακλυσθῆναί φασι τὴν ἀρχαίαν Φενεόν, ὥστε καὶ ἐφʼ ἡμῶν σημεῖα ἐλείπετο ἐπὶ τῶν ὀρῶν ἐς ἃ ἐπαναβῆναι τὸ ὕδωρ λέγουσι.
ペネオス人の平野はカリュアイの下に横たわっているが、かつてそこに水が溢れたために古代のペネオスは洪水に呑まれたと人々は言っている。 その結果、私たちの時代でも、水がそこまで上昇したと人々が言う山々にはその痕跡が残されていた。
Καρυῶν δὲ στάδια πέντε ἀφέστηκεν ἥ τε Ὄρυξις καλουμένη καὶ ἕτερον ὄρος Σκίαθις·
カリュアイから五スタディオン離れたところに、オリュクシスと呼ばれる山ともう一つの山スキアティスがある。
ὑφʼ ἑκατέρῳ δέ ἐστι τῷ ὄρει βάραθρον τὸ ὕδωρ καταδεχόμενον τὸ ἐκ τοῦ πεδίου.
それぞれの山の下には、平野からの水を受け止める奈落がある。
§8.14.2τὰ δὲ βάραθρα οἱ Φενεᾶται ταῦτά φασιν εἶναι χειροποίητα, ποιῆσαι δὲ αὐτὰ Ἡρακλέα τηνικαῦτα ἐν Φενεῷ παρὰ Λαονόμῃ τῇ Ἀμφιτρύωνος μητρὶ οἰκοῦντα·
ペネオス人たちは、これらの奈落が人工のものであると言っており、ヘラクレスが当時ペネオスにおいてアムピトリュオンの母ラオノメのもとに住んでいたときにそれらを作ったのだとしている。
γενέσθαι γὰρ Ἀμφιτρύωνα ἐκ Λαονόμης Ἀλκαίῳ τῆς Γούνεω, γυναικὸς Φενεάτιδος, καὶ οὐκ ἐκ τῆς Πέλοπος Λυσιδίκης.
というのも、アムピトリュオンは、アルカイオスと、グネウスの娘でペネオス人の女であるラオノメとの間に生まれたのであり、ペロプスの娘リュシディケから生まれたのではないからである。
εἰ δὲ Ἡρακλῆς ἀληθεῖ λόγῳ παρὰ τοὺς Φενεάτας μετῴκησε, πείθοιτο ἄν τις διωχθέντα ἐκ Τίρυνθος ὑπὸ Εὐρυσθέως αὐτὸν οὐκ αὐτίκα ἐς Θήβας, πρότερον δὲ ἐς Φενεὸν ἀφικέσθαι.
もしヘラクレスが真にペネオス人のもとに移り住んだのだとすれば、エウリュステウスによってティリュンスから追放された彼が、すぐにはテーバイへ行かず、その前にペネオスに到着したのだと、人は確信するかもしれない。
§8.14.3διὰ μέσου δὲ ὤρυξεν Ἡρακλῆς τοῦ Φενεατῶν πεδίου ἔλυτρον, ῥεῦμα εἶναι τῷ ποταμῷ τῷ Ὀλβίῳ, ὅν τινα Ἀροάνιον Ἀρκάδων καλοῦσιν ἕτεροι καὶ οὐκ Ὄλβιον·
ヘラクレスはペネオス人の平野の真ん中に、オルビオス川の流れとするための水路を掘った。 この川を、アルカディア人の他の人々はオルビオスではなくアロアニオスと呼んでいる。
μῆκος μὲν τοῦ ὀρύγματος στάδιοι πεντήκοντά εἰσι, βάθος δέ, ὅσον μὴ πεπτωκός ἐστιν αὐτοῦ, καὶ ἐς τριάκοντα καθήκει πόδας.
掘割の長さは五十スタディオンであり、深さは、崩れていない部分においては、三十フィートにも達している。
οὐ μὴν ταύτῃ γε ἔτι κάτεισιν ὁ ποταμός, ἀλλὰ ἐς τὸ ῥεῦμα ἀπεχώρησεν αὖθις τὸ ἀρχαῖον, καταλιπὼν τοῦ Ἡρακλέους τὸ ἔργον.
しかし、川はもはやこの道を通って下っておらず、ヘラクレスの事業を打ち捨てて、再び元の流路へと戻ってしまった。
§8.14.4τῶν βαράθρων δὲ τῶν ἐν τοῖς εἰρημένοις πεποιημένων ὄρεσιν ἀπωτέρω πεντήκοντά που σταδίοις ἐστὶν ἡ πόλις·
上述の山々に作られた奈落からおよそ五十スタディオン離れたところに都市がある。
οἰκιστὴν δὲ οἱ Φενεᾶται λέγουσιν ἄνδρα αὐτόχθονα εἶναι Φενεόν.
ペネオス人たちは、創建者は土着の男ペネオスであると言っている。
ἔστι δέ σφισιν ἀκρόπολις ἀπότομος πανταχόθεν, τὰ μὲν πολλὰ ἔχουσα οὕτως, ὀλίγα δὲ αὐτῆς καὶ ὠχυρώσαντο ὑπὲρ ἀσφαλείας.
彼らには四方が切り立ったアクロポリスがあり、大部分は自然のままでそのようになっているが、安全のためにそのごく一部を彼らは要塞化した。
ἐνταῦθα ἐν τῇ ἀκροπόλει ναός ἐστιν Ἀθηνᾶς ἐπίκλησιν Τριτωνίας, ἐρείπια δὲ ἐλείπετο αὐτοῦ μόνα·
ここ、アクロポリスにはトリトニアという呼び名のアテナの神殿があるが、その遺跡だけが残されていた。
§8.14.5καὶ Ποσειδῶν χαλκοῦς ἕστηκεν ἐπωνυμίαν Ἵππιος, ἀναθεῖναι δὲ τὸ ἄγαλμα τοῦ Ποσειδῶνος Ὀδυσσέα ἔφασαν·
また、ヒッピオスという呼び名の青銅製のポセイドン像が立っており、彼らはこのポセイドン像をオデュッセウスが奉納したと言った。
ἀπολέσθαι γὰρ ἵππους τῷ Ὀδυσσεῖ, καὶ αὐτὸν γῆν τὴν Ἑλλάδα κατὰ ζήτησιν ἐπιόντα τῶν ἵππων ἱδρύσασθαι μὲν ἱερὸν ἐνταῦθα Ἀρτέμιδος καὶ Εὑρίππαν ὀνομάσαι τὴν θεόν, ἔνθα τῆς Φενεατικῆς χώρας εὗρε τὰς ἵππους, ἀναθεῖναι δὲ καὶ τοῦ Ποσειδῶνος τὸ ἄγαλμα τοῦ Ἱππίου.
というのも、オデュッセウスは馬たちを失い、馬たちを探してギリシアの地を巡り歩いていたときに、ペネオス地方の、彼が馬たちを見つけたその場所にアルテミスの神殿を建て、女神をヘウリッパと名づけ、またヒッピオスとしてのポセイドン像をも奉納したというからである。
§8.14.6τῷ δὲ Ὀδυσσεῖ λέγουσιν εὑρόντι τὰς ἵππους γενέσθαι οἱ κατὰ γνώμην ἐν χώρᾳ τῇ Φενεατῶν ἔχειν ἵππους, καθάπερ γε καὶ τὰς βοῦς ἐν τῇ ἠπείρῳ τῆς Ἰθάκης ἀπαντικρὺ τρέφειν αὐτόν·
また、馬たちを見つけたオデュッセウスにとって、ペネオス人の土地で馬を飼うことが気に入ったのだと彼らは言っている。 それはちょうど、彼がイタカの向かいの対岸で牛を飼育していたのと同じことである。
καί μοι καὶ γράμματα οἱ Φενεᾶται παρείχοντο ἐπὶ τοῦ ἀγάλματος γεγραμμένα τῷ βάθρῳ, τοῦ Ὀδυσσέως δή τι πρόσταγμα τοῖς ποιμαίνουσι τὰς ἵππους.
そしてペネオス人たちは、像の台座に刻まれた文字を私に示してくれたが、それはオデュッセウスから馬を放牧する者たちへの何らかの命令であった。

語釈・文法注

  1. 8.14.2Ἀλκαίῳ τῆς Γούνεω — 与格 Ἀλκαίῳ は「アルカイオスにとって」あるいは「アルカイオスに(子供が)生まれた」という行為者または利害関係の与格。τῆς Γούνεω はアッティカ式属格の単数形で、Γούνης の娘であることを示す。
  2. 8.14.2πείθοιτο ἄν — 潜在を表す ἄν 付きの希求法 πείθοιτο ἄν(「〜と確信するかもしれない」)。確信の対象として、主語対格 αὐτόν と不定詞 ἀφικέσθαι からなる対格不定詞構文を伴い、アオリスト受動分詞 διωχθέντα は αὐτόν に性数格が一致している。
  3. 8.14.3ῥεῦμα εἶναι — 不定詞 εἶναι は、ヘラクレスが水路を掘った(ὤρυξεν)目的、あるいはその結果を示す目的・結果の用法(「〜の流れとなるように」)。
  4. 8.14.6γενέσθαι οἱ κατὰ γνώμην — οἱ は三人称単数与格代名詞(ここではオデュッセウスを指す)。γενέσθαι κατὰ γνώμην は「(与格の人に)気に入る、意にかなう」という慣用表現で、主語は不定詞句 ἔχειν ἵππους(馬を飼うこと)。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.14.1-8.14.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.14.1-8.14.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。