Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.14.1-8.14.6

斐涅奥斯的洪水传说与卫城神庙

第 317 段,共 465 段 · 希腊语

内容简介

巴萨尼亚斯描述了斐涅奥斯平原的洪水传说、被认为是赫拉克勒斯开凿的深渊,以及卫城上的雅典娜神庙和由奥德修斯奉献的青铜波塞冬像。

§8.14.1Φενεατῶν δὲ τὸ πεδίον κεῖται μὲν ὑπὸ ταῖς Καρυαῖς, πλεονάσαντος δέ ποτε αὐτῷ τοῦ ὕδατος κατακλυσθῆναί φασι τὴν ἀρχαίαν Φενεόν, ὥστε καὶ ἐφʼ ἡμῶν σημεῖα ἐλείπετο ἐπὶ τῶν ὀρῶν ἐς ἃ ἐπαναβῆναι τὸ ὕδωρ λέγουσι.
斐涅奥斯人的平原位于卡里亚伊下方,据说曾经因为水流泛滥,古斐涅奥斯被洪水淹没,以至于在我们这个时代,据说水曾升到的那些山上还留有痕迹。
Καρυῶν δὲ στάδια πέντε ἀφέστηκεν ἥ τε Ὄρυξις καλουμένη καὶ ἕτερον ὄρος Σκίαθις· ὑφʼ ἑκατέρῳ δέ ἐστι τῷ ὄρει βάραθρον τὸ ὕδωρ καταδεχόμενον τὸ ἐκ τοῦ πεδίου.
距离卡里亚伊五斯塔迪翁处,有所谓的奥柳克西斯山和另一座名为斯基亚蒂斯的山;在两座山的下方各有一个吸纳平原之水的深渊。
§8.14.2τὰ δὲ βάραθρα οἱ Φενεᾶται ταῦτά φασιν εἶναι χειροποίητα, ποιῆσαι δὲ αὐτὰ Ἡρακλέα τηνικαῦτα ἐν Φενεῷ παρὰ Λαονόμῃ τῇ Ἀμφιτρύωνος μητρὶ οἰκοῦντα· γενέσθαι γὰρ Ἀμφιτρύωνα ἐκ Λαονόμης Ἀλκαίῳ τῆς Γούνεω, γυναικὸς Φενεάτιδος, καὶ οὐκ ἐκ τῆς Πέλοπος Λυσιδίκης.
斐涅奥斯人说这些深渊是人工开凿的,是赫拉克勒斯当年在斐涅奥斯与安菲特律翁的母亲拉奥诺墨同住时建造的;因为据说安菲特律翁是阿尔凯奥斯与古内乌斯的女儿、斐涅奥斯妇女拉奥诺墨所生,而不是与佩洛普斯的女儿吕西狄刻所生。
εἰ δὲ Ἡρακλῆς ἀληθεῖ λόγῳ παρὰ τοὺς Φενεάτας μετῴκησε, πείθοιτο ἄν τις διωχθέντα ἐκ Τίρυνθος ὑπὸ Εὐρυσθέως αὐτὸν οὐκ αὐτίκα ἐς Θήβας, πρότερον δὲ ἐς Φενεὸν ἀφικέσθαι.
如果赫拉克勒斯真的移居到斐涅奥斯人那里,人们或许会相信,被欧律斯透斯驱逐出蒂林斯的他,并没有立刻前往底比斯,而是先抵达了斐涅奥斯。
§8.14.3διὰ μέσου δὲ ὤρυξεν Ἡρακλῆς τοῦ Φενεατῶν πεδίου ἔλυτρον, ῥεῦμα εἶναι τῷ ποταμῷ τῷ Ὀλβίῳ, ὅν τινα Ἀροάνιον Ἀρκάδων καλοῦσιν ἕτεροι καὶ οὐκ Ὄλβιον· μῆκος μὲν τοῦ ὀρύγματος στάδιοι πεντήκοντά εἰσι, βάθος δέ, ὅσον μὴ πεπτωκός ἐστιν αὐτοῦ, καὶ ἐς τριάκοντα καθήκει πόδας.
赫拉克勒斯在斐涅奥斯平原的正中部开凿了一条水道,作为奥尔比奥斯河的流路,其他阿卡迪亚人称这条河为阿罗阿尼奥斯河,而不称其为奥尔比奥斯河;这处掘口长度为五十斯塔迪翁,至于深度,在没有塌陷的地方,可达三十英尺。
οὐ μὴν ταύτῃ γε ἔτι κάτεισιν ὁ ποταμός, ἀλλὰ ἐς τὸ ῥεῦμα ἀπεχώρησεν αὖθις τὸ ἀρχαῖον, καταλιπὼν τοῦ Ἡρακλέους τὸ ἔργον.
然而,河流如今已不再从此道流下,而是又退回了它古老的河道,将赫拉克勒斯的工程抛在了身后。
§8.14.4τῶν βαράθρων δὲ τῶν ἐν τοῖς εἰρημένοις πεποιημένων ὄρεσιν ἀπωτέρω πεντήκοντά που σταδίοις ἐστὶν ἡ πόλις· οἰκιστὴν δὲ οἱ Φενεᾶται λέγουσιν ἄνδρα αὐτόχθονα εἶναι Φενεόν.
城市距离上述山中所开凿的深渊约五十斯塔迪翁;斐涅奥斯人说创建者是土生土长的男子斐涅奥斯。
ἔστι δέ σφισιν ἀκρόπολις ἀπότομος πανταχόθεν, τὰ μὲν πολλὰ ἔχουσα οὕτως, ὀλίγα δὲ αὐτῆς καὶ ὠχυρώσαντο ὑπὲρ ἀσφαλείας.
他们有一处四面陡峭的卫城,大部分自然如此,但为了安全起见,他们也将其中一小部分加固。
ἐνταῦθα ἐν τῇ ἀκροπόλει ναός ἐστιν Ἀθηνᾶς ἐπίκλησιν Τριτωνίας, ἐρείπια δὲ ἐλείπετο αὐτοῦ μόνα· §8.14.5καὶ Ποσειδῶν χαλκοῦς ἕστηκεν ἐπωνυμίαν Ἵππιος, ἀναθεῖναι δὲ τὸ ἄγαλμα τοῦ Ποσειδῶνος Ὀδυσσέα ἔφασαν· ἀπολέσθαι γὰρ ἵππους τῷ Ὀδυσσεῖ, καὶ αὐτὸν γῆν τὴν Ἑλλάδα κατὰ ζήτησιν ἐπιόντα τῶν ἵππων ἱδρύσασθαι μὲν ἱερὸν ἐνταῦθα Ἀρτέμιδος καὶ Εὑρίππαν ὀνομάσαι τὴν θεόν, ἔνθα τῆς Φενεατικῆς χώρας εὗρε τὰς ἵππους, ἀναθεῖναι δὲ καὶ τοῦ Ποσειδῶνος τὸ ἄγαλμα τοῦ Ἱππίου.
在此处的卫城上有一座冠以“特里托尼亚”别名的小型雅典娜神庙,如今仅留存下它的废墟;还有一尊青铜波塞冬像立于此地,别名“希庇奥斯”,他们说这尊波塞冬像是奥德修斯奉献的;因为据说奥德修斯丢失了母马,而他自己为了寻找母马而在希腊各地奔波时,在这里建立了阿耳忒弥斯的神庙,并将这位女神命名为“赫乌里帕”,就在他于斐涅奥斯土地上找到母马的地方,并且他也奉献了希庇奥斯波塞冬的雕像。
§8.14.6τῷ δὲ Ὀδυσσεῖ λέγουσιν εὑρόντι τὰς ἵππους γενέσθαι οἱ κατὰ γνώμην ἐν χώρᾳ τῇ Φενεατῶν ἔχειν ἵππους, καθάπερ γε καὶ τὰς βοῦς ἐν τῇ ἠπείρῳ τῆς Ἰθάκης ἀπαντικρὺ τρέφειν αὐτόν· καί μοι καὶ γράμματα οἱ Φενεᾶται παρείχοντο ἐπὶ τοῦ ἀγάλματος γεγραμμένα τῷ βάθρῳ, τοῦ Ὀδυσσέως δή τι πρόσταγμα τοῖς ποιμαίνουσι τὰς ἵππους.
他们说,寻得母马的奥德修斯觉得在斐涅奥斯人的土地上养马很合他的心意,就像他确实在开阔的伊萨卡对面的大陆上饲养牛群一样;斐涅奥斯人还向我出示了刻在雕像底座上的文字,据说是奥德修斯对那些看管母马的人所下达的某项命令。

词汇与语法注释

  1. 8.14.2Ἀλκαίῳ τῆς Γούνεω — 与格 Ἀλκαίῳ 为利益与格或施事与格,表示“为阿尔凯奥斯所生”。τῆς Γούνεω 是 Γούνης 的雅典式单数属格,表示“古内乌斯的女儿”。
  2. 8.14.2πείθοιτο ἄν — 带有 ἄν 的祈愿语气 πείθοιτο ἄν 表示潜在可能性(“人们或许会相信”)。其后引导带对格的不定式结构:主语对格 αὐτόν 与不定式 ἀφικέσθαι。不定过去时被动分词 διωχθέντα 与 αὐτόν 保持性数格一致。
  3. 8.14.3ῥεῦμα εἶναι — 不定式 εἶναι 在开凿动词(ὤρυξεν)后作目的或结果状语,意为“为了使之成为一条河流”。
  4. 8.14.6γενέσθαι οἱ κατὰ γνώμην — οἱ 是第三人称单数与格代词(指代奥德修斯)。惯用语 γενέσθαι κατὰ γνώμην 意为“符合某人的心意”或“令某人满意”,其主语是不定式从句 ἔχειν ἵππους(养马)。

引用这一段

保萨尼亚斯, 希腊志 §8.14.1-8.14.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.14.1-8.14.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。