Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.13.1-8.13.6

ヒュムニアのアルテミス神殿とオルコメノス

316 / 465 箇所 · ギリシア語

要旨

オルコメノス領内のヒュムニアのアルテミス神殿とその厳格な祭司制度、さらにオルコメノスの旧市街と現市街の遺跡や名所について説明する。また、周辺の地理と、アミロスを経てステュムパロスやペネオスへと至る二つの道程を記す。

§8.13.1ἐν δὲ τῇ χώρᾳ τῇ Ὀρχομενίων, ἐν ἀριστερᾷ τῆς ὁδοῦ τῆς ἀπὸ Ἀγχισιῶν, ἐν ὑπτίῳ τοῦ ὄρους τὸ ἱερόν ἐστι τῆς Ὑμνίας Ἀρτέμιδος·
オルコメノス人の土地において、アンキシア山脈からの道の左手、山のなだらかな斜面にヒュムニアのアルテミスの神殿がある。
μέτεστι δὲ αὐτοῦ καὶ Μαντινεῦσι καὶ ἱέρειαν καὶ ἄνδρα ἱερέα.
これにはマンティネイア人もあずかっており、女の祭司と男の祭司を送り出している。
τούτοις οὐ μόνον τὰ ἐς τὰς μίξεις ἀλλὰ καὶ ἐς τὰ ἄλλα ἁγιστεύειν καθέστηκε τὸν χρόνον τοῦ βίου πάντα, καὶ οὔτε λουτρὰ οὔτε δίαιτα λοιπὴ κατὰ τὰ αὐτά σφισι καθὰ καὶ τοῖς πολλοῖς ἐστιν, οὐδὲ ἐς οἰκίαν παρίασιν ἀνδρὸς ἰδιώτου.
彼らには、性的な交わりに関してだけでなく、他の事柄に関しても一生涯を通じて身を清めることが定められている。 そして彼らにとって入浴もその他の生活様式も、一般の人々と同じではなく、また、いかなる一般の個人の家にも入らない。
τοιαῦτα οἶδα ἕτερα ἐνιαυτὸν καὶ οὐ πρόσω Ἐφεσίων ἐπιτηδεύοντας τοὺς τῇ Ἀρτέμιδι ἱστιάτορας τῇ Ἐφεσίᾳ γινομένους, καλουμένους δὲ ὑπὸ τῶν πολιτῶν Ἐσσῆνας.
これと似たようなことを、一年間、かつそれ以上長くなく、エペソスのアルテミスのために饗宴を主催する者たちが実践しているのを私は知っている。 彼らは市民たちからエッセネスと呼ばれている。
τῇ δὲ Ἀρτέμιδι τῇ Ὑμνίᾳ καὶ ἑορτὴν ἄγουσιν ἐπέτειον.
彼らはヒュムニアのアルテミスに毎年の祭りを執り行う。
§8.13.2Ὀρχομενίοις δὲ ἡ προτέρα πόλις ἐπὶ ὄρους ἦν ἄκρᾳ τῇ κορυφῇ, καὶ ἀγορᾶς τε καὶ τειχῶν ἐρείπια λείπεται·
オルコメノス人にとって、以前の都市は山のまさに頂上にあり、アゴラと城壁の遺跡が残っている。
τὴν δὲ ἐφʼ ἡμῶν πόλιν ὑπὸ τὸν περίβολον οἰκοῦσι τοῦ ἀρχαίου τείχους.
だが、私たちの時代の都市は、古い城壁の囲いのふもとに人々は住んでいる。
θέας δὲ αὐτόθι ἄξια πηγή τε, ἀφʼ ἧς ὑδρεύονται, καὶ Ποσειδῶνός ἐστι καὶ Ἀφροδίτης ἱερά, λίθου δὲ τὰ ἀγάλματα.
そこには見応えのある泉(そこから彼らは水をとる)があり、またポセイドンとアプロディテの神殿があり、それらの神像は石造りである。
πρὸς δὲ τῇ πόλει ξόανόν ἐστιν Ἀρτέμιδος·
都市の近くにはアルテミスの木像がある。
ἵδρυται δὲ ἐν κέδρῳ μεγάλῃ, καὶ τὴν θεὸν ὀνομάζουσιν ἀπὸ τῆς κέδρου Κεδρεᾶτιν.
それは大きなレバノンスギの中に安置されており、人々はこの女神をそのスギにちなんでケドレアティスと呼んでいる。
§8.13.3σωροὶ δὲ ὑπὸ τὴν πόλιν λίθων εἰσὶ διεστηκότες ἀπὸ ἀλλήλων, ἐπενήθησαν δὲ ἐν πολέμῳ πεσοῦσιν ἀνδράσιν.
都市のふもとには、互いに離れて位置する石の塚があり、それらは戦争で倒れた男たちのために積み上げられたものである。
οἷς τισι δὲ Πελοποννησίων ἐπολέμησαν ἢ τῶν ἄλλων ἢ Ἀρκάδων αὐτῶν, οὔτε ἐπιγράμματα ἐπὶ τοῖς τάφοις ἐσήμαινεν οὔτε οἱ Ὀρχομένιοι μνημονεύουσιν.
ペロポネソス人のうちの誰と、あるいは他の誰、あるいはアルカディア人自身の誰と彼らが戦ったのかは、墓の上の碑文も示しておらず、オルコメノス人も覚えていない。
§8.13.4ἔστι δὲ ἀπαντικρὺ τῆς πόλεως ὄρος Τραχύ.
都市の向かいにはトラキュ山がある。
τὸ δὲ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ διὰ χαράδρας ῥέον κοίλης μεταξὺ τῆς τε πόλεως καὶ τοῦ Τραχέος ὄρους κάτεισιν ἐς ἄλλο Ὀρχομένιον πεδίον, τὸ δὲ πεδίον τοῦτο μεγέθει μὲν μέγα, τὰ πλείω δέ ἐστιν αὐτοῦ λίμνη.
天から下る水は、都市とトラキュ山との間の深い峡谷を流れて、別のオルコメノスの平野へと下っていくが、この平野は大きさにおいては広大であるが、その大部分は湖である。
ἰόντι δὲ ἐξ Ὀρχομενοῦ καὶ σταδίους προελθόντι ὅσον τρεῖς, ἡ μὲν εὐθεῖα ἐπὶ πόλιν Καφυὰν ἄγει παρά τε αὐτὴν τὴν χαράδραν καὶ μετὰ ταύτην ἐν ἀριστερᾷ παρὰ τὸ ὕδωρ τὸ λιμνάζον·
オルコメノスから出発しておよそ三スタディオン進むと、一方のまっすぐな道はカピュアイの都市へと至るが、その峡谷のすぐ脇を通り、その先では左手の滞留する水の脇を通る。
ἡ δὲ ἑτέρα τῶν ὁδῶν διαβάντι τὸ ὕδωρ τὸ διὰ τῆς χαράδρας ῥέον ὑπὸ τὸ Τραχύ ἐστιν ὄρος.
もう一方の道は、峡谷を流れる水を渡る者にとって、トラキュ山のふもとにある。
§8.13.5κατὰ δὲ τὴν ὁδὸν ταύτην πρῶτον μὲν μνῆμά ἐστιν Ἀριστοκράτους, ὃς βίᾳ ποτὲ ᾔσχυνε τὴν ἱερωμένην τῇ Ὑμνίᾳ θεῷ παρθένον, μετὰ δὲ τοῦ Ἀριστοκράτους τὸν τάφον πηγαί τέ εἰσι καλούμεναι Τενεῖαι καὶ ἀπέχει τῶν πηγῶν στάδια ὡς ἑπτὰ Ἄμιλος χωρίον·
この道沿いには、まず第一にアリストクラテスの墓がある。 彼はかつて、ヒュムニアの女神に仕える処女の祭司を力ずくで汚した者である。 アリストクラテスの墓ののちには、テネイアイと呼ばれる複数の泉があり、その泉から七スタディオンほど離れたところにアミロスと呼ばれる場所がある。
πόλιν δὲ τὴν Ἄμιλόν ποτε εἶναι λέγουσι.
人々はアミロスがかつて都市であったと言っている。
κατὰ τοῦτο αὖθις τὸ χωρίον δίχα ἡ ὁδὸς τέμνεται, καὶ ἡ μὲν ἐπὶ Στύμφηλον, ἡ δὲ ἐς Φενεὸν αὐτῶν ἄγει.
この場所において再び、道は二つに分かれており、一方はステュムパロスへ、もう一方はペネオスへと至る。
§8.13.6κατὰ δὲ τὴν ἐς Φενεὸν ἐκδέξεταί σε ὄρος·
ペネオスへと至る道では、山があなたを待ち受けている。
ἐν δὲ τῷ ὄρει τούτῳ συνάπτουσιν Ὀρχομενίων καὶ Φενεατῶν τε καὶ Καφυατῶν ὅροι τῆς γῆς.
この山において、オルコメノス人、ペネオス人、カピュアイ人の土地の境界が接している。
ἀνατείνει δὲ ὑπὲρ τοὺς ὅρους κρημνὸς ὑψηλός· πέτραν Καφυατικὴν ὀνομάζουσι τὸν κρημνόν.
その境界の上には高い絶壁がそびえ立っており、人々はその絶壁をカピュアイの岩と呼んでいる。
μετὰ δὲ τοὺς ὅρους ταῖς κατειλεγμέναις πόλεσι φάραγξ τε ὑπόκειται καὶ φέρει διʼ αὐτῆς ἡ ἐς Φενεὸν ὁδός·
今述べた都市の境界の先には、峡谷が下に広がっており、ペネオスへの道はその中を通っている。
κατὰ μέσην δέ που μάλιστα τὴν φάραγγα ὕδωρ ἄνεισιν ἐκ πηγῆς, καὶ ἐπὶ τῷ πέρατι τῆς φάραγγος Καρυαί ἐστι χωρίον.
その峡谷のほぼ中間あたりで、泉から水が湧き出ており、峡谷の終わりにはカリュアイと呼ばれる場所がある。

語釈・文法注

  1. §8.13.1μέτεστι δὲ αὐτοῦ καὶ Μαντινεῦσι καὶ ἱέρειαν καὶ ἄνδρα ἱερέα — 非人称動詞 μέτεστι(関与する、あずかる)は通常、与格(関与する人)と属格(関与する対象)をとる。ここでは Μαντινεῦσι が与格、αὐτοῦ(神殿)が属格であるが、接続辞 καί のあとに接続する対格 ἱέρειαν καὶ ἄνδρα ἱερέα は、関与の内容(祭司職を提供する義務・権利)を同格的に表すための破格的な追加(対格不定詞構造の主語のような働き、あるいは内容規定の対格)となっている。
  2. §8.13.1ἐνιαυτὸν καὶ οὐ πρόσω — 時間の継続を示す対格 ἐνιαυτόν(一年間)に、「これ以上遠くない/これ以上多くない」を意味する οὐ πρόσω が加わることで、「ちょうど一年の期間、かつそれ以上長くなく」という限定表現を作っている。
  3. §8.13.3οἷς τισι δὲ ... ἐπολέμησαν — 関係代名詞 οἷς τισι が導く従属節(「彼らが~の誰と戦ったか」)全体が、主節の動詞 ἐσήμαινεν および μνημονεύουσιν の目的語(名詞節)として機能している。間接疑問節に準ずる構造である。
  4. §8.13.4ἰόντι δὲ ἐξ Ὀρχομενοῦ καὶ σταδίους προελθόντι ὅσον τρεῖς — 現在分詞 ἰόντι とアオリスト分詞 προελθόντι は、いずれも与格単数男性で、地理的な道案内において「~を進む者にとって」という視点を設定する「関与の与格(基準の与格)」の典型例である。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.13.1-8.13.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.13.1-8.13.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。