§8.12.1τοῦ τάφου δὲ τοῦ Ἐπαμινώνδα μάλιστά που σταδίου μῆκος Διὸς ἀφέστηκεν ἱερὸν ἐπίκλησιν Χάρμωνος.
エパメイノンダスの墓から、だいたい一スタディオンほどの距離に、ハルモンの異名を持つゼウスの神殿が離れて立っている。
Ἀρκάδων δὲ ἐν τοῖς δρυμοῖς εἰσιν αἱ δρῦς διάφοροι, καὶ τὰς μὲν πλατυφύλλους αὐτῶν, τὰς δὲ φηγοὺς καλοῦσιν·
アルカディアの森には様々な種類のオーク(樫)があり、人々はあるものを広葉樹(プラテュピュロス)、別のものをペーゴス(ブナ/オークの一種)と呼んでいる。
αἱ τρίται δὲ ἀραιὸν τὸν φλοιὸν καὶ οὕτω δή τι παρέχονται κοῦφον, ὥστε ἀπʼ αὐτοῦ καὶ ἐν θαλάσσῃ ποιοῦνται σημεῖα ἀγκύραις καὶ δικτύοις·
第三のものは、皮が薄くて非常に軽い性質を備えているため、それを使って海で錨や網の標識(浮標)を作るほどである。
ταύτης τῆς δρυὸς τὸν φλοιὸν ἄλλοι τε Ἰώνων καὶ Ἑρμησιάναξ ὁ τὰ ἐλεγεῖα ποιήσας φελλὸν ὀνομάζουσιν.
このオークの皮を、イオニア人の他の者たちや、エレゲイア詩を書いたヘルメーシアナクスは「コルク(フェッロス)」と呼んでいる。
§8.12.2ἐς Μεθύδριον δὲ πόλιν μὲν οὐκέτι, κώμην δὲ ἐς τὸ Μεγαλοπολιτικὸν συντελοῦσαν, ἐς τοῦτό ἐστι τὸ Μεθύδριον ἐκ Μαντινείας ὁδός. προελθόντι δὲ σταδίους τριάκοντα πεδίον τε ὀνομαζόμενον Ἀλκιμέδων καὶ ὑπὲρ τοῦ πεδίου τὸ ὄρος ἐστὶν ἡ Ὀστρακίνα, ἐν δὲ αὐτῷ σπήλαιον, ἔνθα ᾤκησεν Ἀλκιμέδων, ἀνὴρ τῶν καλουμένων ἡρώων.
マンティネイアからは、もはや都市ではなく、メガロポリスに属する村となっているメテュドリオンへ向かう道があるが、このメテュドリオンへ至る道を進むと、三十スタディオン行ったところにアルキメドンと呼ばれる平野があり、その平野の上にはオストラキナ山がある。 その山の中には洞窟があり、そこには、いわゆる英雄の一人であるアルキメドンが住んでいた。
§8.12.3τούτου τοῦ Ἀλκιμέδοντος θυγατρὶ συγγενέσθαι Φιαλοῖ Φιγαλεῖς λέγουσιν Ἡρακλέα·
フィガレイアの人々は、ヘラクレスがこのアルキメドンの娘ピアローと交わったと言っている。
ὡς δὲ ᾔσθετο αὐτὴν ὁ Ἀλκιμέδων τεκοῦσαν, ἐκτίθησιν ἀπολουμένην ἐς τὸ ὄρος, σὺν δὲ αὐτῇ καὶ τὸν παῖδα ὃν ἔτεκε·
しかしアルキメドンは、彼女が出産したことを知ると、彼女を死なせるために山に捨て、彼女が産んだ子供も一緒に捨ててしまった。
καλοῦσι δὲ Αἰχμαγόραν αὐτὸν οἱ Ἀρκάδες.
アルカディア人はこの子供をアイクマゴラスと呼んでいる。
ἀνακλαίοντος δὲ ὡς ἐξέκειτο τοῦ παιδός, κίσσα ἡ ὄρνις ἐπήκουέ τε ὀδυρομένου καὶ ἀπεμιμεῖτο τὰ κλαύματα·
子供が捨てられて泣き叫んでいたとき、カササギという鳥がその嘆きを聞き、その泣き声を真似た。
§8.12.4καί πως ὁ Ἡρακλῆς ἐρχόμενος τὴν ὁδὸν ταύτην ἐπήκουσε τῆς κίσσης καὶ—ἐνόμισε γὰρ παιδὸς εἶναι καὶ οὐκ ὄρνιθος τὸν κλαυθμόν—ἐτράπετο εὐθὺ τῆς φωνῆς·
そして、この道をたまたま進んでいたヘラクレスがカササギの声を聞き、――彼はその泣き声を鳥ではなく子供のものと思ったからであるが――声のする方向へ真っ直ぐに向かった。
γνωρίσας δὲ αὐτήν τε ἔλυσεν ἀπὸ τῶν δεσμῶν καὶ τὸν παῖδα ἀνεσώσατο.
彼は彼女だと気づくと、彼女を解き放ち、子供を救い出した。
ἐξ ἐκείνου δὲ ἡ πλησίον πηγὴ Κίσσα ἀπὸ τῆς ὄρνιθος ὀνομάζεται.
それ以来、近くの泉は鳥にちなんでキッサ(カササギ)と呼ばれている。
τεσσαράκοντα δὲ ἀπὸ τῆς πηγῆς στάδια ἀφέστηκε Πετροσάκα καλούμενον χωρίον· Μεγαλοπολιτῶν δὲ καὶ Μαντινέων ὅρος ἐστὶν ἡ Πετροσάκα.
その泉から四十スタディオン離れたところにペトロサカと呼ばれる場所があり、ペトロサカはメガロポリス人とマンティネイア人の境界となっている。
§8.12.5ἐπὶ δὲ ὁδοῖς ταῖς κατειλεγμέναις δύο ἐς Ὀρχομενόν εἰσιν ἄλλαι, καὶ τῇ μέν ἐστι καλούμενον Λάδα στάδιον, ἐς ὃ ἐποιεῖτο Λάδας μελέτην δρόμου, καὶ παρʼ αὐτὸ ἱερὸν Ἀρτέμιδος καὶ ἐν δεξιᾷ τῆς ὁδοῦ γῆς χῶμα ὑψηλόν·
すでに数え上げた道(複数)のほかに、オルコメノスへ至る別の道が二つある。 その一方には、ラダスが走りの練習をしていた「ラダスのスタディオン」と呼ばれるものがあり、その傍らにアルテミスの神殿があり、また道の右手には高い土盛(墳墓)がある。
Πηνελόπης δὲ εἶναι τάφον φασίν, οὐχ ὁμολογοῦντες τὰ ἐς αὐτὴν ποιήσει τῇ Θεσπρωτίδι ὀνομαζομένῃ.
人々はそれをペネロペの墓であると言っているが、これは『テスプロティス』と呼ばれる詩に書かれている彼女の事績とは一致しない。
§8.12.6ἐν ταύτῃ μέν γέ ἐστι τῇ ποιήσει ἐπανήκοντι ἐκ Τροίας Ὀδυσσεῖ τεκεῖν τὴν Πηνελόπην Πτολιπόρθην παῖδα·
というのも、その詩においては、トロイアから帰還したオデュッセウスに対して、ペネロペがプトリポルテスという息子を産んだことになっているからである。
Μαντινέων δὲ ὁ ἐς αὐτὴν λόγος Πηνελόπην φησὶν ὑπʼ Ὀδυσσέως καταγνωσθεῖσαν ὡς ἐπισπαστοὺς ἐσαγάγοιτο ἐς τὸν οἶκον, καὶ ἀποπεμφθεῖσαν ὑπʼ αὐτοῦ, τὸ μὲν παραυτίκα ἐς Λακεδαίμονα ἀπελθεῖν, χρόνῳ δὲ ὕστερον ἐκ τῆς Σπάρτης ἐς Μαντίνειαν μετοικῆσαι, καί οἱ τοῦ βίου τὴν τελευτὴν ἐνταῦθα συμβῆναι.
しかし、マンティネイア人の彼女に関する言い伝えによれば、ペネロペは(自ら招いた)男たちを家に引き入れたとしてオデュッセウスに告発され、彼によって追い出された。 そして彼女は当面はラケダイモンへと去り、のちのちにスパルタからマンティネイアへと移住し、そこで生涯を終えたという。
§8.12.7τοῦ τάφου δὲ ἔχεται τούτου πεδίον οὐ μέγα, καὶ ὄρος ἐστὶν ἐν τῷ πεδίῳ τὰ ἐρείπια ἔτι Μαντινείας ἔχον τῆς ἀρχαίας·
この墓に隣接して、大きくない平野があり、平野の中には古代のマンティネイアの遺跡を今なおとどめる山がある。
καλεῖται δὲ τὸ χωρίον τοῦτο ἐφʼ ἡμῶν Πτόλις.
この場所は、私たちの時代にはプトリス(「都市」)と呼ばれている。
κατὰ δὲ τὸ πρὸς ἄρκτον αὐτῆς προελθόντι ὁδὸν οὐ μακρὰν Ἀλαλκομενείας ἐστὶ πηγή, τῆς Πτόλεως δὲ μετὰ σταδίους τριάκοντα κώμης τε ἐρείπια καλουμένης Μαιρᾶς καὶ τάφος Μαιρᾶς, εἰ δὴ ἐνταῦθα καὶ μὴ ἐν τῇ Τεγεατῶν ἐτάφη·
その北に向かって遠くない道を進むと、アラルコメネイアの泉がある。 プトリスから三十スタディオン進むと、マイラと呼ばれる村の遺跡と、マイラの墓がある(もし実際に彼女がここに葬られ、テゲア人の土地に葬られたのでないならば)。
Τεγεάταις γὰρ τοῦ λόγου τὸ εἰκὸς καὶ οὐ Μαντινεῦσιν ἕπεται, Μαιρὰν τὴν Ἄτλαντος παρὰ σφίσι ταφῆναι.
というのも、アトラスの娘マイラが自分たちの土地に葬られたとする方が、マンティネイア人よりもテゲア人にとって理にかなっているからである。
τάχα δʼ ἂν καὶ ἀπόγονος τῆς Ἄτλαντος Μαιρᾶς ἑτέρα Μαιρὰ ἀφίκοιτο ἐς τὴν Μαντινικήν.
あるいは、アトラスの子孫であるマイラとは別の、もう一人のマイラがマンティネイアの地にやってきたのかもしれない。
§8.12.8λείπεται δὲ ἔτι τῶν ὁδῶν ἡ ἐς Ὀρχομενόν, καθʼ ἥντινα Ἀγχισία τε ὄρος καὶ Ἀγχίσου μνῆμά ἐστιν ὑπὸ τοῦ ὄρους τοῖς ποσίν.
オルコメノスへ至る道のうち、残る一方があり、その道沿いにアンキシア山と、山のふもとにアンキセスの墓がある。
ὡς γὰρ δὴ ἐκομίζετο ἐς Σικελίαν ὁ Αἰνείας, ἔσχε ταῖς ναυσὶν ἐς τὴν Λακωνικήν, καὶ πόλεών τε Ἀφροδισιάδος καὶ Ἤτιδος ἐγένετο οἰκιστὴς καὶ τὸν πατέρα Ἀγχίσην κατὰ πρόφασιν δή τινα παραγενόμενον ἐς τοῦτο τὸ χωρίον καὶ αὐτόθι τοῦ βίου τῇ τελευτῇ χρησάμενον ἔθαψεν ἐνταῦθα·
アイネイアスがシケリアへと運ばれる際、船をラコニアに寄せて、アプロディシアスとエティスという都市の創建者となり、ある理由でこの場所にやってきてそこで生涯を終えた父アンキセスを、ここに埋葬したからである。
καὶ τὸ ὄρος τοῦτο ἀπὸ τοῦ Ἀγχίσου καλοῦσιν Ἀγχισίαν.
そして人々はこの山を、アンキセスにちなんでアンキシアと呼んでいる。
§8.12.9τούτου δὲ συντελοῦσιν ἐς πίστιν Αἰολέων οἱ Ἴλιον ἐφʼ ἡμῶν ἔχοντες, οὐδαμοῦ τῆς σφετέρας ἀποφαίνοντες μνῆμα Ἀγχίσου.
このことの信憑性を裏付けるものとして、私たちの時代にイリオンを領有しているアイオリア人たちがおり、彼らは自分たちの土地のどこにもアンキセスの墓を示していない。
πρὸς δὲ τοῦ Ἀγχίσου τῷ τάφῳ ἐρείπιά ἐστιν Ἀφροδίτης ἱεροῦ, καὶ Μαντινέων ὅροι πρὸς Ὀρχομενίους καὶ ἐν ταῖς Ἀγχισίαις εἰσίν.
アンキセスの墓の近くにはアプロディテの神殿の遺跡があり、マンティネイア人とオルコメノス人との境界もアンキシア山の中にある。