Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.13.1-8.13.6

胡姆尼亚的阿耳忒弥斯神庙与奥尔霍梅诺斯

第 316 段,共 465 段 · 希腊语

内容简介

本章节介绍了奥尔霍梅诺斯境内的胡姆尼亚阿耳忒弥斯神庙及其严格的祭司戒律,以及奥尔霍梅诺斯新旧城区的遗迹与景观。同时,描述了周边平原的地理状况,并记述了从阿米卢斯分岔通往斯廷法洛斯和斐涅奥斯的两条路线。

§8.13.1ἐν δὲ τῇ χώρᾳ τῇ Ὀρχομενίων, ἐν ἀριστερᾷ τῆς ὁδοῦ τῆς ἀπὸ Ἀγχισιῶν, ἐν ὑπτίῳ τοῦ ὄρους τὸ ἱερόν ἐστι τῆς Ὑμνίας Ἀρτέμιδος· μέτεστι δὲ αὐτοῦ καὶ Μαντινεῦσι καὶ ἱέρειαν καὶ ἄνδρα ἱερέα.
在奥尔霍梅诺斯人的土地上,在从安基西亚山脉出发的道路左侧,在山的缓坡上,有一座胡姆尼亚阿耳忒弥斯的神庙;曼提奈亚人也参与其中,共同提供一名女祭司和一名男祭司。
τούτοις οὐ μόνον τὰ ἐς τὰς μίξεις ἀλλὰ καὶ ἐς τὰ ἄλλα ἁγιστεύειν καθέστηκε τὸν χρόνον τοῦ βίου πάντα, καὶ οὔτε λουτρὰ οὔτε δίαιτα λοιπὴ κατὰ τὰ αὐτά σφισι καθὰ καὶ τοῖς πολλοῖς ἐστιν, οὐδὲ ἐς οἰκίαν παρίασιν ἀνδρὸς ἰδιώτου.
对这些人而言,他们被规定在终身之中不仅在性交方面,而且在其他事物上都必须保持纯洁,他们的沐浴和日常饮食起居等其他生活方式都与常人不同,他们也不进入普通私人的房屋。
τοιαῦτα οἶδα ἕτερα ἐνιαυτὸν καὶ οὐ πρόσω Ἐφεσίων ἐπιτηδεύοντας τοὺς τῇ Ἀρτέμιδι ἱστιάτορας τῇ Ἐφεσίᾳ γινομένους, καλουμένους δὲ ὑπὸ τῶν πολιτῶν Ἐσσῆνας.
我知道埃菲索斯人中也有其他人实践类似的事情,为期一年且不超过此限,即那些为埃菲索斯的阿耳忒弥斯主办宴席的人,市民们称他们为“埃塞内斯”。
τῇ δὲ Ἀρτέμιδι τῇ Ὑμνίᾳ καὶ ἑορτὴν ἄγουσιν ἐπέτειον.
他们也为胡姆尼亚阿耳忒弥斯举行一年一度的节日。
§8.13.2Ὀρχομενίοις δὲ ἡ προτέρα πόλις ἐπὶ ὄρους ἦν ἄκρᾳ τῇ κορυφῇ, καὶ ἀγορᾶς τε καὶ τειχῶν ἐρείπια λείπεται· τὴν δὲ ἐφʼ ἡμῶν πόλιν ὑπὸ τὸν περίβολον οἰκοῦσι τοῦ ἀρχαίου τείχους.
对于奥尔霍梅诺斯人来说,以前的城市位于山的极顶,留有广场和城墙的废墟;而在我们这个时代,人们居住在古城墙包围圈下方的城市里。
θέας δὲ αὐτόθι ἄξια πηγή τε, ἀφʼ ἧς ὑδρεύονται, καὶ Ποσειδῶνός ἐστι καὶ Ἀφροδίτης ἱερά, λίθου δὲ τὰ ἀγάλματα.
那里值得一看的有供他们汲水的泉水,以及波塞冬和阿芙罗狄忒的神庙,神像是石制的。
πρὸς δὲ τῇ πόλει ξόανόν ἐστιν Ἀρτέμιδος· ἵδρυται δὲ ἐν κέδρῳ μεγάλῃ, καὶ τὴν θεὸν ὀνομάζουσιν ἀπὸ τῆς κέδρου Κεδρεᾶτιν.
在城市附近有一尊阿耳忒弥斯的木雕神像;它安置在一棵巨大的雪松中,人们根据这棵雪松将这位女神称为“克德雷亚蒂斯”。
§8.13.3σωροὶ δὲ ὑπὸ τὴν πόλιν λίθων εἰσὶ διεστηκότες ἀπὸ ἀλλήλων, ἐπενήθησαν δὲ ἐν πολέμῳ πεσοῦσιν ἀνδράσιν.
城市下方有一些彼此分离的石冢,是为在战争中阵亡的人们堆砌的。
οἷς τισι δὲ Πελοποννησίων ἐπολέμησαν ἢ τῶν ἄλλων ἢ Ἀρκάδων αὐτῶν, οὔτε ἐπιγράμματα ἐπὶ τοῖς τάφοις ἐσήμαινεν οὔτε οἱ Ὀρχομένιοι μνημονεύουσιν.
至于他们是与伯罗奔尼撒人中的哪些人、还是其他民族、亦或是阿卡迪亚人自己交战,墓碑上的铭文既没有标明,奥尔霍梅诺斯人也不记得了。
§8.13.4ἔστι δὲ ἀπαντικρὺ τῆς πόλεως ὄρος Τραχύ.
城市的正对面是特拉许山。
τὸ δὲ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ διὰ χαράδρας ῥέον κοίλης μεταξὺ τῆς τε πόλεως καὶ τοῦ Τραχέος ὄρους κάτεισιν ἐς ἄλλο Ὀρχομένιον πεδίον, τὸ δὲ πεδίον τοῦτο μεγέθει μὲν μέγα, τὰ πλείω δέ ἐστιν αὐτοῦ λίμνη.
从神降下的水,流经城市与特拉许山之间深陷的峡谷,流向下方的另一片奥尔霍梅诺斯平原,这片平原面积广大,但其大部分是一片湖泊。
ἰόντι δὲ ἐξ Ὀρχομενοῦ καὶ σταδίους προελθόντι ὅσον τρεῖς, ἡ μὲν εὐθεῖα ἐπὶ πόλιν Καφυὰν ἄγει παρά τε αὐτὴν τὴν χαράδραν καὶ μετὰ ταύτην ἐν ἀριστερᾷ παρὰ τὸ ὕδωρ τὸ λιμνάζον· ἡ δὲ ἑτέρα τῶν ὁδῶν διαβάντι τὸ ὕδωρ τὸ διὰ τῆς χαράδρας ῥέον ὑπὸ τὸ Τραχύ ἐστιν ὄρος.
对于从奥尔霍梅诺斯出发并前行约三斯塔迪翁的人来说,一条直路通往卡菲亚城,它沿着峡谷本身,并在其后于左侧沿着积聚的湖水延伸;而对于跨过流经峡谷之水的人来说,另一条路则位于特拉许山脚下。
§8.13.5κατὰ δὲ τὴν ὁδὸν ταύτην πρῶτον μὲν μνῆμά ἐστιν Ἀριστοκράτους, ὃς βίᾳ ποτὲ ᾔσχυνε τὴν ἱερωμένην τῇ Ὑμνίᾳ θεῷ παρθένον, μετὰ δὲ τοῦ Ἀριστοκράτους τὸν τάφον πηγαί τέ εἰσι καλούμεναι Τενεῖαι καὶ ἀπέχει τῶν πηγῶν στάδια ὡς ἑπτὰ Ἄμιλος χωρίον· πόλιν δὲ τὴν Ἄμιλόν ποτε εἶναι λέγουσι.
沿着这条路,首先是阿里斯托克拉特斯之墓,他曾以暴力玷污了侍奉胡姆尼亚女神的处女祭司;在阿里斯托克拉特斯墓之后是被称为“特内伊艾”的几处泉水,距离泉水约七斯塔迪翁处有一个名为“阿米卢斯”的地方,人们说阿米卢斯曾经是一座城市。
κατὰ τοῦτο αὖθις τὸ χωρίον δίχα ἡ ὁδὸς τέμνεται, καὶ ἡ μὲν ἐπὶ Στύμφηλον, ἡ δὲ ἐς Φενεὸν αὐτῶν ἄγει.
在这个地方,道路再次一分为二,它们分别通往斯廷法洛斯和斐涅奥斯。
§8.13.6κατὰ δὲ τὴν ἐς Φενεὸν ἐκδέξεταί σε ὄρος· ἐν δὲ τῷ ὄρει τούτῳ συνάπτουσιν Ὀρχομενίων καὶ Φενεατῶν τε καὶ Καφυατῶν ὅροι τῆς γῆς.
在通往斐涅奥斯的路上,一座山在迎接着你;在这座山上,奥尔霍梅诺斯人、斐涅奥斯人以及卡菲亚人的土地边界相交。
ἀνατείνει δὲ ὑπὲρ τοὺς ὅρους κρημνὸς ὑψηλός· πέτραν Καφυατικὴν ὀνομάζουσι τὸν κρημνόν.
在边界上方耸立着高耸的悬崖,人们将这处悬崖称为“卡菲亚之岩”。
μετὰ δὲ τοὺς ὅρους ταῖς κατειλεγμέναις πόλεσι φάραγξ τε ὑπόκειται καὶ φέρει διʼ αὐτῆς ἡ ἐς Φενεὸν ὁδός· κατὰ μέσην δέ που μάλιστα τὴν φάραγγα ὕδωρ ἄνεισιν ἐκ πηγῆς, καὶ ἐπὶ τῷ πέρατι τῆς φάραγγος Καρυαί ἐστι χωρίον.
在上述城邦的边界之后,下方是一处深谷,通往斐涅奥斯的路正穿过其中;大约在深谷的中部,有泉水涌出,而在深谷的尽头是一个叫作卡里亚伊的地方。

词汇与语法注释

  1. §8.13.1μέτεστι δὲ αὐτοῦ καὶ Μαντινεῦσι καὶ ἱέρειαν καὶ ἄνδρα ἱερέα — 无人称动词 μέτεστι(参与、共享)通常要求表示人的与格(Μαντινεῦσι)和表示事物的属格(αὐτοῦ)。在此处,在连接词 καί 之后引入的宾格 ἱέρειαν καὶ ἄνδρα ἱερέα 属于破格用法,用以具体规定其参与的内容,即共同提供一名女祭司和一名男祭司的权利或义务。
  2. §8.13.1ἐνιαυτὸν καὶ οὐ πρόσω — 表示时间持续长度的宾格 ἐνιαυτόν(一年)与意为“不更远/不多于”的 οὐ πρόσω 相结合,构成一个限制性短语,意为“整整一年之久且不再延长”。
  3. §8.13.3οἷς τισι δὲ ... ἐπολέμησαν — 由关系代词 οἷς τισι 引导的从句在语法上相当于一个间接疑问句(名词从句),充当主句两个动词 ἐσήμαινεν 和 μνημονεύουσιν 的宾语(即“他们与伯罗奔尼撒人……中的哪些人交战”)。
  4. §8.13.4ἰόντι δὲ ἐξ Ὀρχομενοῦ καὶ σταδίους προελθόντι ὅσον τρεῖς — 与格单数阳性分词 ἰόντι 和 προελθόντι 是地理描述中典型的“关系与格”(或视点与格),用于从旅行者的视角来勾勒路线(即“对于从奥尔霍梅诺斯出发并前行约三斯塔迪翁的人来说”)。

引用这一段

保萨尼亚斯, 希腊志 §8.13.1-8.13.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.13.1-8.13.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。