§8.12.1τοῦ τάφου δὲ τοῦ Ἐπαμινώνδα μάλιστά που σταδίου μῆκος Διὸς ἀφέστηκεν ἱερὸν ἐπίκλησιν Χάρμωνος.
距离伊巴密浓达的墓大约一斯塔迪翁的地方,耸立着一座被冠以“哈尔蒙”异名的宙斯神庙。
Ἀρκάδων δὲ ἐν τοῖς δρυμοῖς εἰσιν αἱ δρῦς διάφοροι, καὶ τὰς μὲν πλατυφύλλους αὐτῶν, τὰς δὲ φηγοὺς καλοῦσιν· αἱ τρίται δὲ ἀραιὸν τὸν φλοιὸν καὶ οὕτω δή τι παρέχονται κοῦφον, ὥστε ἀπʼ αὐτοῦ καὶ ἐν θαλάσσῃ ποιοῦνται σημεῖα ἀγκύραις καὶ δικτύοις· ταύτης τῆς δρυὸς τὸν φλοιὸν ἄλλοι τε Ἰώνων καὶ Ἑρμησιάναξ ὁ τὰ ἐλεγεῖα ποιήσας φελλὸν ὀνομάζουσιν.
在阿卡迪亚的橡树林中,有各种不同种类的橡树,人们称其中一些为“广叶橡”,另一些为“斐戈斯”(山毛榉类橡树);第三种橡树的树皮非常薄且轻,因此人们甚至用它在海里制作锚和渔网的浮标;其他伊奥尼亚人以及创作哀歌诗的赫尔墨西亚纳克斯,将这种橡树的树皮称为“费洛斯”(软木)。
§8.12.2ἐς Μεθύδριον δὲ πόλιν μὲν οὐκέτι, κώμην δὲ ἐς τὸ Μεγαλοπολιτικὸν συντελοῦσαν, ἐς τοῦτό ἐστι τὸ Μεθύδριον ἐκ Μαντινείας ὁδός.
从曼提奈亚有一条路通往梅叙德里翁——它现在已不再是一个城邦,而是一个隶属于梅加洛波利斯的村庄。
προελθόντι δὲ σταδίους τριάκοντα πεδίον τε ὀνομαζόμενον Ἀλκιμέδων καὶ ὑπὲρ τοῦ πεδίου τὸ ὄρος ἐστὶν ἡ Ὀστρακίνα, ἐν δὲ αὐτῷ σπήλαιον, ἔνθα ᾤκησεν Ἀλκιμέδων, ἀνὴρ τῶν καλουμένων ἡρώων.
沿着这条通往梅叙德里翁的路前行三十斯塔迪翁,有一片被称为“阿尔基美顿”的平原,平原上方是奥斯特拉基纳山,在山里有一个洞穴,曾居住着被称为英雄之一的阿尔基美顿。
§8.12.3τούτου τοῦ Ἀλκιμέδοντος θυγατρὶ συγγενέσθαι Φιαλοῖ Φιγαλεῖς λέγουσιν Ἡρακλέα· ὡς δὲ ᾔσθετο αὐτὴν ὁ Ἀλκιμέδων τεκοῦσαν, ἐκτίθησιν ἀπολουμένην ἐς τὸ ὄρος, σὺν δὲ αὐτῇ καὶ τὸν παῖδα ὃν ἔτεκε· καλοῦσι δὲ Αἰχμαγόραν αὐτὸν οἱ Ἀρκάδες.
菲加利亚人说,赫拉克勒斯曾与这位阿尔基美顿的女儿菲亚洛交合;阿尔基美顿得知她生产后,将她丢弃在山中任其自生自灭,连同她产下的孩子也一同抛弃;阿卡迪亚人称这个孩子为艾克马戈拉斯。
ἀνακλαίοντος δὲ ὡς ἐξέκειτο τοῦ παιδός, κίσσα ἡ ὄρνις ἐπήκουέ τε ὀδυρομένου καὶ ἀπεμιμεῖτο τὰ κλαύματα·
当孩子被抛弃在野外啼哭时,一只被称为卡萨萨(松鸦)的鸟听到了他的哭声,并模仿着他的哭泣。
§8.12.4καί πως ὁ Ἡρακλῆς ἐρχόμενος τὴν ὁδὸν ταύτην ἐπήκουσε τῆς κίσσης καὶ—ἐνόμισε γὰρ παιδὸς εἶναι καὶ οὐκ ὄρνιθος τὸν κλαυθμόν—ἐτράπετο εὐθὺ τῆς φωνῆς·
赫拉克勒斯恰巧沿着这条路走来,听到了松鸦的声音——因为他以为那哭声是孩子的,而不是鸟的——便径直朝声音传来的方向走去。
γνωρίσας δὲ αὐτήν τε ἔλυσεν ἀπὸ τῶν δεσμῶν καὶ τὸν παῖδα ἀνεσώσατο.
他认出她后,解开了她的束缚,并救出了孩子。
ἐξ ἐκείνου δὲ ἡ πλησίον πηγὴ Κίσσα ἀπὸ τῆς ὄρνιθος ὀνομάζεται.
自那以后,附近的泉水就因这只鸟而被命名为“奇萨”(松鸦)。
τεσσαράκοντα δὲ ἀπὸ τῆς πηγῆς στάδια ἀφέστηκε Πετροσάκα καλούμενον χωρίον· Μεγαλοπολιτῶν δὲ καὶ Μαντινέων ὅρος ἐστὶν ἡ Πετροσάκα.
从这口泉前行四十斯塔迪翁,有一个被称为“佩特罗萨卡”的地方;佩特罗萨卡是梅加洛波利斯人与曼提奈亚人的边界。
§8.12.5ἐπὶ δὲ ὁδοῖς ταῖς κατειλεγμέναις δύο ἐς Ὀρχομενόν εἰσιν ἄλλαι, καὶ τῇ μέν ἐστι καλούμενον Λάδα στάδιον, ἐς ὃ ἐποιεῖτο Λάδας μελέτην δρόμου, καὶ παρʼ αὐτὸ ἱερὸν Ἀρτέμιδος καὶ ἐν δεξιᾷ τῆς ὁδοῦ γῆς χῶμα ὑψηλόν· Πηνελόπης δὲ εἶναι τάφον φασίν, οὐχ ὁμολογοῦντες τὰ ἐς αὐτὴν ποιήσει τῇ Θεσπρωτίδι ὀνομαζομένῃ.
除了已经列出的那些道路之外,还有另外两条通往奥尔霍梅诺斯的路。 在其中一条路上,有被称为“拉达斯运动场”的地方,拉达斯曾在此练习奔跑,其旁有一座阿耳忒弥斯的神庙,而在路的右侧有一个高高的土丘,人们说那是佩内洛佩的坟墓,尽管他们并不同意那部被称为《塞斯普罗提斯》的史诗中关于她的记载。
§8.12.6ἐν ταύτῃ μέν γέ ἐστι τῇ ποιήσει ἐπανήκοντι ἐκ Τροίας Ὀδυσσεῖ τεκεῖν τὴν Πηνελόπην Πτολιπόρθην παῖδα·
因为在那部史诗中,佩内洛佩在奥德修斯从特洛伊归来后,为他生下了一个名为普托利波尔特斯的孩子。
Μαντινέων δὲ ὁ ἐς αὐτὴν λόγος Πηνελόπην φησὶν ὑπʼ Ὀδυσσέως καταγνωσθεῖσαν ὡς ἐπισπαστοὺς ἐσαγάγοιτο ἐς τὸν οἶκον, καὶ ἀποπεμφθεῖσαν ὑπʼ αὐτοῦ, τὸ μὲν παραυτίκα ἐς Λακεδαίμονα ἀπελθεῖν, χρόνῳ δὲ ὕστερον ἐκ τῆς Σπάρτης ἐς Μαντίνειαν μετοικῆσαι, καί οἱ τοῦ βίου τὴν τελευτὴν ἐνταῦθα συμβῆναι.
但曼提奈亚人关于她的传说则说,佩内洛佩因被奥德修斯指控将那些(被她吸引来的)男人带进家门而被他驱逐,暂时前往拉刻代蒙,后来过了一段时间又从斯巴达迁居至曼提奈亚,并最终在那里结束了她的一生。
§8.12.7τοῦ τάφου δὲ ἔχεται τούτου πεδίον οὐ μέγα, καὶ ὄρος ἐστὶν ἐν τῷ πεδίῳ τὰ ἐρείπια ἔτι Μαντινείας ἔχον τῆς ἀρχαίας· καλεῖται δὲ τὸ χωρίον τοῦτο ἐφʼ ἡμῶν Πτόλις.
紧邻着这座坟墓的是一片不大不小的平原,平原中有一座山,山上面仍留有古代曼提奈亚的废墟;在我们这个时代,这个地方被称为普托利斯(意为“城邦”)。
κατὰ δὲ τὸ πρὸς ἄρκτον αὐτῆς προελθόντι ὁδὸν οὐ μακρὰν Ἀλαλκομενείας ἐστὶ πηγή, τῆς Πτόλεως δὲ μετὰ σταδίους τριάκοντα κώμης τε ἐρείπια καλουμένης Μαιρᾶς καὶ τάφος Μαιρᾶς, εἰ δὴ ἐνταῦθα καὶ μὴ ἐν τῇ Τεγεατῶν ἐτάφη·
向它的北面沿着道路前行不远,有一口名为“阿拉尔科梅内亚”的泉。 从普托利斯前行三十斯塔迪翁,有被称为“麦拉”的村庄废墟以及麦拉的坟墓(如果她确实是被埋葬在这里,而不是在特盖亚人的土地上的话)。
Τεγεάταις γὰρ τοῦ λόγου τὸ εἰκὸς καὶ οὐ Μαντινεῦσιν ἕπεται, Μαιρὰν τὴν Ἄτλαντος παρὰ σφίσι ταφῆναι. τάχα δʼ ἂν καὶ ἀπόγονος τῆς Ἄτλαντος Μαιρᾶς ἑτέρα Μαιρὰ ἀφίκοιτο ἐς τὴν Μαντινικήν.
因为根据情理,阿特拉斯之女麦拉埋葬在他们那里,是符合特盖亚人而不是曼提奈亚人的传说的;或者,也许是另一个作为先前麦拉后裔的麦拉来到了曼提奈亚的土地。
§8.12.8λείπεται δὲ ἔτι τῶν ὁδῶν ἡ ἐς Ὀρχομενόν, καθʼ ἥντινα Ἀγχισία τε ὄρος καὶ Ἀγχίσου μνῆμά ἐστιν ὑπὸ τοῦ ὄρους τοῖς ποσίν.
剩下的另一条是通往奥尔霍梅诺斯的路,沿着这条路有安基西亚山,而在山脚下有安基塞斯的墓。
ὡς γὰρ δὴ ἐκομίζετο ἐς Σικελίαν ὁ Αἰνείας, ἔσχε ταῖς ναυσὶν ἐς τὴν Λακωνικήν, καὶ πόλεών τε Ἀφροδισιάδος καὶ Ἤτιδος ἐγένετο οἰκιστὴς καὶ τὸν πατέρα Ἀγχίσην κατὰ πρόφασιν δή τινα παραγενόμενον ἐς τοῦτο τὸ χωρίον καὶ αὐτόθι τοῦ βίου τῇ τελευτῇ χρησάμενον ἔθαψεν ἐνταῦθα· καὶ τὸ ὄρος τοῦτο ἀπὸ τοῦ Ἀγχίσου καλοῦσιν Ἀγχισίαν.
因为当埃涅阿斯航行前往西西里时,他的船只曾靠泊在拉科尼亚,并成为阿芙罗迪西亚斯和埃蒂斯这两座城邦的建立者,他将因为某种原因来到这个地方并在那里结束生命的父亲安基塞斯安葬在这里;人们因安基塞斯之名将这座山称为安基西亚。
§8.12.9τούτου δὲ συντελοῦσιν ἐς πίστιν Αἰολέων οἱ Ἴλιον ἐφʼ ἡμῶν ἔχοντες, οὐδαμοῦ τῆς σφετέρας ἀποφαίνοντες μνῆμα Ἀγχίσου.
关于此事的真实性,在我们这个时代占领着伊利翁的哀悼尼亚(艾奥利亚)人也提供了佐证,因为他们在自己国土的任何地方都无法指出安基塞斯的坟墓。
πρὸς δὲ τοῦ Ἀγχίσου τῷ τάφῳ ἐρείπιά ἐστιν Ἀφροδίτης ἱεροῦ, καὶ Μαντινέων ὅροι πρὸς Ὀρχομενίους καὶ ἐν ταῖς Ἀγχισίαις εἰσίν.
在安基塞斯墓的附近有一座阿芙罗狄忒神庙的废墟,曼提奈亚人与奥尔霍梅诺斯人之间的边界也在安基西亚山脉之中。