§8.10.1ἐς Ἀρκαδίαν δὲ τὴν ἄλλην εἰσὶν ἐκ Μαντινείας ὁδοί·
マンティネイアからはアルカディアの他の地域へと至る道がいくつか伸びている。
ὁπόσα δὲ ἐφʼ ἑκάστης αὐτῶν μάλιστα ἦν θέας ἄξια, ἐπέξειμι καὶ ταῦτα.
それぞれの道において、何よりも観るに値するものを、これについても私は詳述しよう。
ἰόντι ἐς Τεγέαν ἐστὶν ἐν ἀριστερᾷ τῆς λεωφόρου παρὰ τοῖς Μαντινέων τείχεσι χωρίον ἐς τῶν ἵππων τὸν δρόμον καὶ οὐ πόρρω τούτου στάδιον, ἔνθα ἐπὶ τῷ Ἀντίνῳ τὸν ἀγῶνα τιθέασιν.
テゲアへ行く者にとって、大通りの左手、マンティネイアの城壁のそばに、馬の競走のための場所があり、そこから遠くないところに、アンティノオスのための競技会が催されるスタディオンがある。
ὑπὲρ δὲ τοῦ σταδίου τὸ ὄρος ἐστὶ τὸ Ἀλήσιον, διὰ τὴν ἄλην ὥς φασι καλούμενον τὴν Ῥέας, καὶ Δήμητρος ἄλσος ἐν τῷ ὄρει.
スタディオンの上方にはアレシオンと呼ばれる山があり、彼らが言うにはレアの「さまよい」にちなんでそう名付けられたという。 また山の上にはデメテルの聖林がある。
§8.10.2παρὰ δὲ τοῦ ὄρους τὰ ἔσχατα τοῦ Ποσειδῶνός ἐστι τοῦ Ἱππίου τὸ ἱερόν, οὐ πρόσω σταδίου Μαντινείας.
山の端の近くには、「馬の」ポセイドンの聖所があり、それはマンティネイアのスタディオンから遠くない。
τὰ δὲ ἐς τὸ ἱερὸν τοῦτο ἐγώ τε ἀκοὴν γράφω καὶ ὅσοι μνήμην ἄλλοι περὶ αὐτοῦ πεποίηνται.
この聖所に関する事柄について、私は伝聞を記し、他の人々もそれについての記録を残している。
τὸ μὲν δὴ ἱερὸν τὸ ἐφʼ ἡμῶν ᾠκοδομήσατο Ἀδριανὸς βασιλεύς, ἐπιστήσας τοῖς ἐργαζομένοις ἐπόπτας ἄνδρας, ὡς μήτε ἐνίδοι τις ἐς τὸ ἱερὸν τὸ ἀρχαῖον μήτε τῶν ἐρειπίων τι αὐτοῦ μετακινοῖτο·
私たちの時代にある聖所はハドリアヌス皇帝が再建したもので、彼は作業員たちに監督官たちを配置し、誰も古い聖所の内部を覗き見ることができず、またその遺構を何一つ動かすことがないようにした。
πέριξ δὲ ἐκέλευε τὸν ναὸν σφᾶς οἰκοδομεῖσθαι τὸν καινόν.
そして、その周囲に彼らが新しい神殿を建てるように命じた。
τὰ δὲ ἐξ ἀρχῆς τῷ Ποσειδῶνι τὸ ἱερὸν τοῦτο Ἀγαμήδης λέγονται καὶ Τροφώνιος ποιῆσαι, δρυῶν ξύλα ἐργασάμενοι καὶ ἁρμόσαντες πρὸς ἄλληλα·
この聖所はそもそも、アガメデスとトロポニオスが、オークの木材を加工して互いに接合することによって、ポセイドンのために造ったと言われている。
§8.10.3ἐσόδου δὲ ἐς αὐτὸ εἴργοντες ἀνθρώπους ἔρυμα μὲν πρὸ τῆς ἐσόδου προεβάλοντο οὐδέν, μίτον δὲ διατείνουσιν ἐρεοῦν, τάχα μέν που τοῖς τότε ἄγουσι τὰ θεῖα ἐν τιμῇ δεῖμα καὶ τοῦτο ἔσεσθαι νομίζοντες, τάχα δʼ ἄν τι μετείη καὶ ἰσχύος τῷ μίτῳ.
人々がそこへ入るのを防ぐために、入り口の前に何の障壁も設けず、ただ一本の羊毛の糸を張った。 おそらく当時の人々にとって、神聖なものを敬う心から、これだけでも恐れをなすものになると考えたためであり、あるいはその糸自体に何らかの力が宿っていたためかもしれない。
φαίνεται δὲ καὶ Αἴπυτος ὁ Ἱππόθου μήτε πηδήσας ὑπὲρ τὸν μίτον μήτε ὑποδύς, διακόψας δὲ αὐτὸν ἐσελθὼν ἐς τὸ ἱερόν·
しかし、ヒッポトオスの子アイピュトスは、その糸を飛び越えることもくぐることもせず、それを切り裂いて聖所に入り込んだようである。
καὶ ποιήσας οὐχ ὅσια ἐτυφλώθη τε ἐμπεσόντος ἐς τοὺς ὀφθαλμοὺς αὐτῷ τοῦ κύματος καὶ αὐτίκα ἐπιλαμβάνει τὸ χρεὼν αὐτόν.
そして不敬な行いをしたため、波が彼の目に押し寄せて彼は盲目となり、直ちに死が彼を捕らえた。
§8.10.4θαλάσσης δὲ ἀναφαίνεσθαι κῦμα ἐν τῷ ἱερῷ λόγος ἐστὶν ἀρχαῖος·
聖所の中に海の波が現れるという古い伝説がある。
ἐοικότα δὲ καὶ Ἀθηναῖοι λέγουσιν ἐς τὸ κῦμα τὸ ἐν ἀκροπόλει καὶ Καρῶν οἱ Μύλασα ἔχοντες ἐς τοῦ θεοῦ τὸ ἱερόν, ὃν φωνῇ τῇ ἐπιχωρίᾳ καλοῦσιν Ὀσογῶα.
これと似たようなことを、アテナイ人はアクロポリスの波について語り、ミュラサを領有するカリア人たちも、現地の言葉でオソゴアと呼ぶ神の聖所について語っている。
Ἀθηναίοις μὲν δὴ σταδίους μάλιστα εἴκοσιν ἀφέστηκε τῆς πόλεως ἡ πρὸς Φαληρῷ θάλασσα, ὡσαύτως δὲ καὶ Μυλασεῦσιν ἐπίνειον σταδίους ὀγδοήκοντα ἀπέχον ἐστὶν ἀπὸ τῆς πόλεως·
アテナイ人にとっては、ファレロンの海は都市からせいぜい20スタディオンしか離れておらず、同様にミュラサ人にとっても、港は都市から80スタディオン離れているにすぎない。
Μαντινεῦσι δὲ ἐκ μακροτάτων τε ἡ θάλασσα ἄνεισι καὶ ἐκφανέστατα δὴ κατὰ τοῦ θεοῦ γνώμην.
しかしマンティネイア人にとっては、海は極めて遠い場所から湧き上がってくるのであり、実に最も明らかに神の意志によるものなのである。
§8.10.5πέραν δὲ τοῦ ἱεροῦ τοῦ Ποσειδῶνος τρόπαιόν ἐστι λίθου πεποιημένον ἀπὸ Λακεδαιμονίων καὶ Ἄγιδος·
ポセイドンの聖所の向こう側には、ラケダイモン人とアギスに対する勝利を記念して建てられた石造りの戦勝碑がある。
λέγεται δὲ καὶ ὁ τρόπος τῆς μάχης.
その戦闘の様子も語られている。
τὸ μὲν δεξιὸν εἶχον οἱ Μαντινεῖς αὐτοί, στρατιάν τε ἀπὸ πάσης ἡλικίας καὶ στρατηγὸν παρεχόμενοι Ποδάρην ἀπόγονον τρίτον Ποδάρου τοῦ Θηβαίοις ἐναντία ἀγωνισαμένου, παρῆν δέ σφισι καὶ μάντις Ἠλεῖος Θρασύβουλος Αἰνέου τῶν Ἰαμιδῶν—οὗτος ὁ ἀνὴρ νίκην τε τοῖς Μαντινεῦσι προηγόρευσε καὶ αὐτός σφισι τοῦ ἔργου μετέσχεν—·
右翼はマンティネイア人自身が占め、あらゆる世代からなる軍勢を動員し、テーバイ人と戦ったあのポダレスの三代目の子孫であるポダレスを将軍として擁していた。 また彼らのもとには、イアミダイ一族に属する、アイネアスの息子であるエリスの予言者トラスブュロスも同行していた。 この男はマンティネイア人に勝利を告げ、自身も戦闘に参加したのである。
§8.10.6ἐπὶ δὲ τῷ εὐωνύμῳ πᾶν τὸ ἄλλο Ἀρκαδικὸν ἐτάσσοντο, ἄρχοντες δὲ κατὰ πόλεις τε ἦσαν καὶ Μεγαλοπολιτῶν Λυδιάδης καὶ Λεωκύδης·
左翼には、それ以外のアルカディアの全軍が配置され、それぞれの都市ごとに指揮官がいたが、メガロポリス人からはリュディアデスとレオキュデスが指揮を執った。
Ἀράτῳ δὲ ἐπετέτραπτο καὶ Σικυωνίοις τε καὶ Ἀχαιοῖς τὸ μέσον.
中央はアラトスならびにシキュオン人とアカイア人に委ねられていた。
Λακεδαιμόνιοι δὲ καὶ Ἆγις ἐπεξέτειναν τὴν φάλαγγα, ὡς τῶν ἐναντίων τῷ στρατεύματι ἀντιπαρήκοιεν·
ラケダイモン人とアギスは、敵の軍勢と対峙できるようにファランクスを横に伸長させた。
τὸ μέσον δὲ Ἆγις καὶ οἱ περὶ τὸν βασιλέα εἶχον.
そして中央はアギスと王の側近たちが占めた。
§8.10.7Ἄρατος δὲ ἀπὸ συγκειμένου πρὸς τοὺς Ἀρκάδας ὑπέφευγεν αὐτός τε καὶ ὁ σὺν αὐτῷ στρατὸς οἷα δὴ τῶν Λακεδαιμονίων σφίσιν ἐγκειμένων·
アラトスは、アルカディア人との事前の取り決めに基づいて、ラケダイモン人が彼らに迫ってきたときに、自身と彼の率いる軍勢とともに退却するふりをした。
ὑποφεύγοντες δὲ ἅμα τὸ σύνταγμα σφῶν ἠρέμα ἐποίουν μηνοειδές.
退却すると同時に、彼らは自軍の陣形を徐々に半月形に形成した。
Λακεδαιμόνιοι δὲ καὶ Ἆγις νίκην τε ἤλπιζον καὶ τοῖς περὶ τὸν Ἄρατον ἐνέκειντο ἀθρόοι μᾶλλον·
ラケダイモン人とアギスは勝利を確信し、アラトスらの軍勢に一層密集して襲いかかった。
ἐπηκολούθουν δέ σφισι καὶ οἱ ἀπὸ τῶν κεράτων, Ἄρατον καὶ τὴν σὺν αὐτῷ στρατιὰν τρέψασθαι μέγα ἀγώνισμα ἡγούμενοι.
そして、両翼の兵たちも彼らに追随し、アラトスとその軍勢を敗走させることを最大の功績と考えた。
§8.10.8ἔλαθόν τε δὴ κατὰ νώτου γενόμενοί σφισιν οἱ Ἀρκάδες καὶ οἱ Λακεδαιμόνιοι κυκλωθέντες τῆς τε ἄλλης στρατιᾶς τὸ πολὺ ἀποβάλλουσι καὶ βασιλεὺς ἔπεσεν Ἆγις Εὐδαμίδου.
こうして、アルカディア人が彼らの背後に回り込んだことに気づかず、ラケダイモン人は包囲され、その他の多くの軍勢を失い、エウダミダスの子である王アギスも戦死した。
φανῆναι δὲ καὶ τὸν Ποσειδῶνα ἀμύνοντά σφισιν ἔφασαν οἱ Μαντινεῖς, καὶ τοῦδε ἕνεκα τρόπαιον ἐποιήσαντο ἀνάθημα τῷ Ποσειδῶνι.
マンティネイア人たちは、ポセイドンもまた自分たちを助けるために姿を現したと主張し、このためにポセイドンへの奉納物として戦勝碑を建てた。
§8.10.9πολέμῳ δὲ καὶ ἀνθρώπων φόνοις παρεῖναι θεοὺς ἐποίησαν μὲν ὅσοις τὰ ἡρώων ἐμέλησεν ἐν Ἰλίῳ παθήματα, ᾄδεται δὲ ὑπὸ Ἀθηναίων ὡς θεοί σφισιν ἐν Μαραθῶνι καὶ ἐν Σαλαμῖνι τοῦ ἔργου μετάσχοιεν·
戦争や人間の殺戮の場に神々が居合わせるということは、イリオンでの英雄たちの苦難を歌った詩人たちが描写してきたことである。 また、アテナイ人によって、マラトンやサラミスの戦いで神々が自分たちと共に戦ったと謳われている。
ἐκδηλότατα δὲ ὁ Γαλατῶν στρατὸς ἀπώλετο ἐν Δελφοῖς ὑπὸ τοῦ θεοῦ καὶ ἐναργῶς ὑπὸ δαιμόνων.
そして最も明白な例としては、ガラティア人の軍勢がデルポイにおいて神によって、また明らかに諸精霊によって滅ぼされた。
οὕτω καὶ Μαντινεῦσιν ἕπεται οὐκ ἄνευ τοῦ Ποσειδῶνος τὸ κράτος γενέσθαι σφίσι.
このように、マンティネイア人の勝利も、ポセイドンなしには彼らのものにならなかったという考えが支持されている。
§8.10.10Λεωκύδους δὲ τοῦ Μεγαλοπολιτῶν ὁμοῦ Λυδιάδῃ στρατηγήσαντος πρόγονον ἔνατον Ἀρκεσίλαον οἰκοῦντα ἐν Λυκοσούρᾳ λέγουσιν οἱ Ἀρκάδες ὡς ἴδοι τὴν ἱερὰν τῆς καλουμένης Δεσποίνης ἔλαφον πεπονηκυῖαν ὑπὸ γήρως·
リュディアデスとともに将軍を務めたメガロポリス人レオキュデスの、九代前の先祖でリュコスラに住んでいたアルケシラオスが、「女主人」と呼ばれる女神の聖なる牝鹿を目撃したが、それは老齢のために弱り果てていた、とアルカディア人たちは語っている。
τῇ δὲ ἐλάφῳ ταύτῃ ψάλιόν τε εἶναι περὶ τὸν τράχηλον καὶ γράμματα ἐπὶ τῷ ψαλίῳ,
"
νεβρὸς ἐὼν ἑάλων, ὅτʼ ἐς Ἴλιον ἦν Ἀγαπήνωρ.
この牝鹿の首には首輪がはめられており、その首輪には次の文字が刻まれていた。 「子鹿たりし頃、アガペノルがイリオンへと向かいし時に我は捕らえられたり。
"
οὗτος μὲν δὴ ἐπιδείκνυσιν ὁ λόγος ἔλαφον εἶναι πολλῷ καὶ ἐλέφαντος μακροβιώτερον θηρίον·
」この話は実に、牝鹿が象よりもはるかに長寿の動物であることを示している。