Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.10.1-8.10.10

波塞冬圣所与对拉刻代蒙人的战役

第 312 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯记述了曼蒂内亚附近的波塞冬圣所及其神秘传说,详细描述了在波塞冬的护佑下战胜拉刻代蒙人的战役经过,并探讨了神明亲临战场的现象以及关于一只超自然长寿圣鹿的传说。

§8.10.1ἐς Ἀρκαδίαν δὲ τὴν ἄλλην εἰσὶν ἐκ Μαντινείας ὁδοί· ὁπόσα δὲ ἐφʼ ἑκάστης αὐτῶν μάλιστα ἦν θέας ἄξια, ἐπέξειμι καὶ ταῦτα.
从曼蒂内亚有通往阿卡迪亚其他地方的道路;在每一条路上最值得看的事物,我也将逐一详述。
ἰόντι ἐς Τεγέαν ἐστὶν ἐν ἀριστερᾷ τῆς λεωφόρου παρὰ τοῖς Μαντινέων τείχεσι χωρίον ἐς τῶν ἵππων τὸν δρόμον καὶ οὐ πόρρω τούτου στάδιον, ἔνθα ἐπὶ τῷ Ἀντίνῳ τὸν ἀγῶνα τιθέασιν.
对于前往特革亚的人,在大路的左侧、曼蒂内亚的城壁旁,有一处赛马场,离此不远处有一个体育场,他们在那里举行纪念安提诺乌斯的竞技会。
ὑπὲρ δὲ τοῦ σταδίου τὸ ὄρος ἐστὶ τὸ Ἀλήσιον, διὰ τὴν ἄλην ὥς φασι καλούμενον τὴν Ῥέας, καὶ Δήμητρος ἄλσος ἐν τῷ ὄρει.
体育场上方是阿莱西翁山,据说因瑞亚的“流浪”而得名,山上有得墨忒耳的圣林。
§8.10.2παρὰ δὲ τοῦ ὄρους τὰ ἔσχατα τοῦ Ποσειδῶνός ἐστι τοῦ Ἱππίου τὸ ἱερόν, οὐ πρόσω σταδίου Μαντινείας.
在山脚尽头,是“马神”波塞冬的圣所,离曼蒂内亚的体育场不远。
τὰ δὲ ἐς τὸ ἱερὸν τοῦτο ἐγώ τε ἀκοὴν γράφω καὶ ὅσοι μνήμην ἄλλοι περὶ αὐτοῦ πεποίηνται.
关于这座圣所,我记下的是传闻,以及其他对此做过记载的人的说法。
τὸ μὲν δὴ ἱερὸν τὸ ἐφʼ ἡμῶν ᾠκοδομήσατο Ἀδριανὸς βασιλεύς, ἐπιστήσας τοῖς ἐργαζομένοις ἐπόπτας ἄνδρας, ὡς μήτε ἐνίδοι τις ἐς τὸ ἱερὸν τὸ ἀρχαῖον μήτε τῶν ἐρειπίων τι αὐτοῦ μετακινοῖτο· πέριξ δὲ ἐκέλευε τὸν ναὸν σφᾶς οἰκοδομεῖσθαι τὸν καινόν.
我们时代的这座圣所是由哈德良皇帝重建的,他向工人们派驻了监督官,以便没有任何人可以窥视那座古老的圣所,也不允许挪动其任何遗迹;他命令他们在其周围建造新的神殿。
τὰ δὲ ἐξ ἀρχῆς τῷ Ποσειδῶνι τὸ ἱερὸν τοῦτο Ἀγαμήδης λέγονται καὶ Τροφώνιος ποιῆσαι, δρυῶν ξύλα ἐργασάμενοι καὶ ἁρμόσαντες πρὸς ἄλληλα· §8.10.3ἐσόδου δὲ ἐς αὐτὸ εἴργοντες ἀνθρώπους ἔρυμα μὲν πρὸ τῆς ἐσόδου προεβάλοντο οὐδέν, μίτον δὲ διατείνουσιν ἐρεοῦν, τάχα μέν που τοῖς τότε ἄγουσι τὰ θεῖα ἐν τιμῇ δεῖμα καὶ τοῦτο ἔσεσθαι νομίζοντες, τάχα δʼ ἄν τι μετείη καὶ ἰσχύος τῷ μίτῳ.
这座圣所起初据说是由阿加美得斯和特罗福尼乌斯为波塞冬建造的,他们加工橡木木材并使之相互接合;为了阻止人们进入,他们在入口前没有设置任何障碍,而是拉起了一根羊毛线,大概是认为对于当时敬重神明的人来说,这也足以令人敬畏,又或者这根线也含有某种力量。
φαίνεται δὲ καὶ Αἴπυτος ὁ Ἱππόθου μήτε πηδήσας ὑπὲρ τὸν μίτον μήτε ὑποδύς, διακόψας δὲ αὐτὸν ἐσελθὼν ἐς τὸ ἱερόν· καὶ ποιήσας οὐχ ὅσια ἐτυφλώθη τε ἐμπεσόντος ἐς τοὺς ὀφθαλμοὺς αὐτῷ τοῦ κύματος καὶ αὐτίκα ἐπιλαμβάνει τὸ χρεὼν αὐτόν.
然而,伊波托斯之子埃皮托斯既没有从线上跳过去,也没有从线下钻过去,而是斩断它进入了圣所;在做出了不敬之举后,他因波涛扑向他的双眼而失明,随即死神便降临于他。
§8.10.4θαλάσσης δὲ ἀναφαίνεσθαι κῦμα ἐν τῷ ἱερῷ λόγος ἐστὶν ἀρχαῖος· ἐοικότα δὲ καὶ Ἀθηναῖοι λέγουσιν ἐς τὸ κῦμα τὸ ἐν ἀκροπόλει καὶ Καρῶν οἱ Μύλασα ἔχοντες ἐς τοῦ θεοῦ τὸ ἱερόν, ὃν φωνῇ τῇ ἐπιχωρίᾳ καλοῦσιν Ὀσογῶα.
圣所中显现海水波涛是一个古老的传说;雅典人对雅典卫城上的波涛,以及领有米拉萨的卡里亚人对他们用本土语言称为奥索戈阿的神的圣所,也说了类似的话。
Ἀθηναίοις μὲν δὴ σταδίους μάλιστα εἴκοσιν ἀφέστηκε τῆς πόλεως ἡ πρὸς Φαληρῷ θάλασσα, ὡσαύτως δὲ καὶ Μυλασεῦσιν ἐπίνειον σταδίους ὀγδοήκοντα ἀπέχον ἐστὶν ἀπὸ τῆς πόλεως· Μαντινεῦσι δὲ ἐκ μακροτάτων τε ἡ θάλασσα ἄνεισι καὶ ἐκφανέστατα δὴ κατὰ τοῦ θεοῦ γνώμην.
对雅典人来说,靠近法勒隆的海离城市最多只有二十个斯塔迪翁,同样地对米拉萨人来说,港口离城市有八十个斯塔迪翁;但对曼蒂内亚人来说,海水是从极遥远的地方升起,而且最显然是依神的心意。
§8.10.5πέραν δὲ τοῦ ἱεροῦ τοῦ Ποσειδῶνος τρόπαιόν ἐστι λίθου πεποιημένον ἀπὸ Λακεδαιμονίων καὶ Ἄγιδος· λέγεται δὲ καὶ ὁ τρόπος τῆς μάχης.
在波塞冬圣所的彼方,有一座用石头建成的战胜拉刻代蒙人和阿吉斯的凯旋碑;战斗的方式也被传述。
τὸ μὲν δεξιὸν εἶχον οἱ Μαντινεῖς αὐτοί, στρατιάν τε ἀπὸ πάσης ἡλικίας καὶ στρατηγὸν παρεχόμενοι Ποδάρην ἀπόγονον τρίτον Ποδάρου τοῦ Θηβαίοις ἐναντία ἀγωνισαμένου, παρῆν δέ σφισι καὶ μάντις Ἠλεῖος Θρασύβουλος Αἰνέου τῶν Ἰαμιδῶν—οὗτος ὁ ἀνὴρ νίκην τε τοῖς Μαντινεῦσι προηγόρευσε καὶ αὐτός σφισι τοῦ ἔργου μετέσχεν—· §8.10.6ἐπὶ δὲ τῷ εὐωνύμῳ πᾶν τὸ ἄλλο Ἀρκαδικὸν ἐτάσσοντο, ἄρχοντες δὲ κατὰ πόλεις τε ἦσαν καὶ Μεγαλοπολιτῶν Λυδιάδης καὶ Λεωκύδης· Ἀράτῳ δὲ ἐπετέτραπτο καὶ Σικυωνίοις τε καὶ Ἀχαιοῖς τὸ μέσον.
右翼由曼蒂内亚人自己占据,他们提供了由所有年龄段组成的军队,并由波达雷斯担任将军,他是与底比斯人对抗的那位波达雷斯的曾孙,与他们同在的还有埃利斯的先知,詹米代家族的阿涅阿斯之子色拉叙布洛斯——此人向曼蒂内亚人预言了胜利,并亲自参与了战斗;而在左翼,所有其余的阿卡迪亚人被编排在一起,各城市都有指挥官,代表梅加洛波利斯人的是吕迪亚得斯和莱奥基得斯;阿拉托斯以及西基翁人和阿开亚人被委以中央的重任。
Λακεδαιμόνιοι δὲ καὶ Ἆγις ἐπεξέτειναν τὴν φάλαγγα, ὡς τῶν ἐναντίων τῷ στρατεύματι ἀντιπαρήκοιεν· τὸ μέσον δὲ Ἆγις καὶ οἱ περὶ τὸν βασιλέα εἶχον.
拉刻代蒙人和阿吉斯延伸了他们的方阵,以便与对手的军队相抗衡;阿吉斯和国王周围的人占据了中央。
§8.10.7Ἄρατος δὲ ἀπὸ συγκειμένου πρὸς τοὺς Ἀρκάδας ὑπέφευγεν αὐτός τε καὶ ὁ σὺν αὐτῷ στρατὸς οἷα δὴ τῶν Λακεδαιμονίων σφίσιν ἐγκειμένων· ὑποφεύγοντες δὲ ἅμα τὸ σύνταγμα σφῶν ἠρέμα ἐποίουν μηνοειδές.
阿拉托斯根据与阿卡迪亚人的约定,在拉刻代蒙人向他们进逼时,他本人和随他在一起的军队假装逃跑;在逃跑的同时,他们将自己的阵形缓缓塑成新月形。
Λακεδαιμόνιοι δὲ καὶ Ἆγις νίκην τε ἤλπιζον καὶ τοῖς περὶ τὸν Ἄρατον ἐνέκειντο ἀθρόοι μᾶλλον· ἐπηκολούθουν δέ σφισι καὶ οἱ ἀπὸ τῶν κεράτων, Ἄρατον καὶ τὴν σὺν αὐτῷ στρατιὰν τρέψασθαι μέγα ἀγώνισμα ἡγούμενοι.
拉刻代蒙人和阿吉斯期望着胜利,更加密集地向阿拉托斯周围的人逼近;两翼的士兵也跟随着他们,认为击溃阿拉托斯及其随行军队是一项伟大的战绩。
§8.10.8ἔλαθόν τε δὴ κατὰ νώτου γενόμενοί σφισιν οἱ Ἀρκάδες καὶ οἱ Λακεδαιμόνιοι κυκλωθέντες τῆς τε ἄλλης στρατιᾶς τὸ πολὺ ἀποβάλλουσι καὶ βασιλεὺς ἔπεσεν Ἆγις Εὐδαμίδου.
他们没有察觉到阿卡迪亚人已经来到了他们的背后,拉刻代蒙人被包围,失去了其他军队的大部分,国王、欧达米达斯之子阿吉斯也阵亡了。
φανῆναι δὲ καὶ τὸν Ποσειδῶνα ἀμύνοντά σφισιν ἔφασαν οἱ Μαντινεῖς, καὶ τοῦδε ἕνεκα τρόπαιον ἐποιήσαντο ἀνάθημα τῷ Ποσειδῶνι.
曼蒂内亚人说波塞冬也显现出来帮助他们,为此他们制作了这座战胜纪念碑作为献给波塞冬的供奉。
§8.10.9πολέμῳ δὲ καὶ ἀνθρώπων φόνοις παρεῖναι θεοὺς ἐποίησαν μὲν ὅσοις τὰ ἡρώων ἐμέλησεν ἐν Ἰλίῳ παθήματα, ᾄδεται δὲ ὑπὸ Ἀθηναίων ὡς θεοί σφισιν ἐν Μαραθῶνι καὶ ἐν Σαλαμῖνι τοῦ ἔργου μετάσχοιεν· ἐκδηλότατα δὲ ὁ Γαλατῶν στρατὸς ἀπώλετο ἐν Δελφοῖς ὑπὸ τοῦ θεοῦ καὶ ἐναργῶς ὑπὸ δαιμόνων.
凡是关心英雄们在伊利翁的苦难的人,都描述过神明亲临战争和人类杀戮的场景,雅典人也歌颂神明如何在马拉松和萨拉米斯与他们一同参战;而最显赫的则是加拉太人的军队在德尔斐被神明,且显然是被神灵们所毁灭。
οὕτω καὶ Μαντινεῦσιν ἕπεται οὐκ ἄνευ τοῦ Ποσειδῶνος τὸ κράτος γενέσθαι σφίσι.
同样地,对曼蒂内亚人来说,他们的胜利不能说没有波塞冬的帮助。
§8.10.10Λεωκύδους δὲ τοῦ Μεγαλοπολιτῶν ὁμοῦ Λυδιάδῃ στρατηγήσαντος πρόγονον ἔνατον Ἀρκεσίλαον οἰκοῦντα ἐν Λυκοσούρᾳ λέγουσιν οἱ Ἀρκάδες ὡς ἴδοι τὴν ἱερὰν τῆς καλουμένης Δεσποίνης ἔλαφον πεπονηκυῖαν ὑπὸ γήρως· τῇ δὲ ἐλάφῳ ταύτῃ ψάλιόν τε εἶναι περὶ τὸν τράχηλον καὶ γράμματα ἐπὶ τῷ ψαλίῳ, " νεβρὸς ἐὼν ἑάλων, ὅτʼ ἐς Ἴλιον ἦν Ἀγαπήνωρ.
至于与吕迪亚得斯一同担任将军的梅加洛波利斯人莱奥基得斯,阿卡迪亚人说他的第九代先祖阿耳刻西拉乌斯住在吕科苏拉,曾见过被称为“女主人”的女神的圣鹿,那只鹿因年老而衰弱;这只鹿的颈部戴着一个颈圈,颈圈上写着文字: “当我还是小鹿时被捕,其时阿加佩诺尔正前往伊利翁。
" οὗτος μὲν δὴ ἐπιδείκνυσιν ὁ λόγος ἔλαφον εἶναι πολλῷ καὶ ἐλέφαντος μακροβιώτερον θηρίον·
"这个传说确实表明,鹿是一种比大象还要长寿得多的野兽。

词汇与语法注释

  1. 8.10.1ἰόντι ἐς Τεγέαν — 关系与格(“对于前往特革亚的人”)。在古希腊语地理描述中常用的习惯用法,以向特定方向行进的旅人作为参照系来解释空间位置关系。
  2. 8.10.3νομίζοντες — 主格复数分词 νομίζοντες 与主句动词 διατείνουσιν 的主语(“他们”)一致。不定式 ἔσεσθαι 的主格主语是指示代词 τοῦτο(指代羊毛线),而 δεῖμα 作为其表语。与格短语 τοῖς τότε ἄγουσι τὰ θεῖα ἐν τιμῇ 依附于该不定式,表示“对于当时敬重神明的人来说”。
  3. 8.10.9ἐποίησαν μὲν ὅσοις τὰ ἡρώων ἐμέλησεν ἐν Ἰλίῳ παθήματα — 动词 ἐποίησαν 在此意为“(在诗歌等创作中)描绘/表现……”。其宾语是代格不定式结构 παρεῖναι θεοὺς(神明亲临)。主语由关系从句 ὅσοις...(那些以伊利翁英雄苦难为念的人,即史诗诗人)所指代,关系代词 ὅσοις 因 ἐμέλησεν 的支配而使用与格,主句的主语(即先行词)在此被省略。

引用这一段

保萨尼亚斯, 希腊志 §8.10.1-8.10.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.10.1-8.10.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。