§8.11.1μετὰ δὲ τὸ ἱερὸν τοῦ Ποσειδῶνος χωρίον ὑποδέξεταί σε δρυῶν πλῆρες, καλούμενον Πέλαγος, καὶ ἐκ Μαντινείας ἡ ἐς Τεγέαν ὁδὸς φέρει διὰ τῶν δρυῶν.
ポセイドンの聖所の後には、ペラゴスと呼ばれる、オークの木が繁茂する場所があなたを迎える。 そして、マンティネイアからテゲアへの道がそのオークの森を通っている。
Μαντινεῦσι δὲ ὅροι πρὸς Τεγεάτας εἰσὶν ὁ περιφερὴς ἐν τῇ λεωφόρῳ βωμός.
マンティネイア人とテゲア人との境界は、大通りにある円形の祭壇である。
εἰ δὲ ἀπὸ τοῦ ἱεροῦ τοῦ Ποσειδῶνος ἐς ἀριστερὰν ἐκτραπῆναι θελήσειας, σταδίους τε ἥξεις μάλιστά που πέντε καὶ ἐπὶ τῶν Πελίου θυγατέρων ἀφίξῃ τοὺς τάφους·
もしポセイドンの聖所から左に曲がりたいと思うなら、およそ5スタディオン進むと、ペリアスの娘たちの墓に到着するだろう。
ταύτας φασὶν οἱ Μαντινεῖς μετοικῆσαι παρὰ σφᾶς, τὰ ἐπὶ τῷ θανάτῳ τοῦ πατρὸς ὀνείδη φευγούσας.
マンティネイア人たちが言うには、彼女たちは父親の死に伴う非難から逃れて、自分たちのところへ移住してきたのだという。
§8.11.2ὡς γὰρ δὴ ἀφίκετο ἡ Μήδεια ἐς Ἰωλκόν, αὐτίκα ἐπεβούλευε τῷ Πελίᾳ, τῷ ἔργῳ μὲν συμπράσσουσα τῷ Ἰάσονι, τῷ λόγῳ δὲ ἀπεχθανομένη.
というのも、メデイアはイオルコスに到着すると、すぐにペリアスに対する計略を企てた。 実際にはイアソンに協力しながら、言葉の上では敵対しているように見せかけてのことである。
ἐπαγγέλλεται τοῦ Πελίου ταῖς θυγατράσιν ὡς τὸν πατέρα αὐταῖς, ἢν ἐθέλωσιν, ἀποφανοῖ νέον ἀντὶ γέροντος παλαιοῦ·
彼女はペリアスの娘たちに、彼女たちが望むなら、父親を老衰した老人から若い姿に変えてみせると約束する。
κατασφάξασα δὲ ὅτῳ δὴ τρόπῳ κριὸν τὰ κρέα ὁμοῦ φαρμάκοις ἐν λέβητι ἥψησεν, οἷς ἐκ τοῦ λέβητος τὸν κριὸν τὸν ἑψόμενον ἄρνα ἐξήγαγε ζῶντα·
そして、とある方法で牡羊を屠殺し、その肉を薬草とともに大釜で煮たが、これによって、大釜の中で煮られていた牡羊を、生きている子羊として取り出してみせた。
§8.11.3παραλαμβάνει τε δὴ τὸν Πελίαν κατακόψασα ἑψῆσαι, καὶ αὐτὸν ἐκομίσαντο αἱ θυγατέρες οὐδὲ ἐς ταφὴν ἔτι ἐπιτήδειον.
そして彼女はペリアスを引き取り、切り刻んで煮るようにした。 こうして娘たちは、もはや埋葬することすら適わない彼の遺体を受け取ることになった。
τοῦτο ἠνάγκασε τὰς γυναῖκας ἐς Ἀρκαδίαν μετοικῆσαι, καὶ ἀποθανούσαις τὰ μνήματα ἐχώσθη σφίσιν αὐτοῦ·
このことが、あの女たちをアルカディアへ移住させることを余儀なくさせ、彼女たちが死ぬと、その場所に彼女たちのための墓が築かれた。
ὀνόματα δὲ αὐταῖς ποιητὴς μὲν ἔθετο οὐδείς, ὅσα γε ἐπελεξάμεθα ἡμεῖς, Μίκων δὲ ὁ ζωγράφος Ἀστερόπειάν τε εἶναι καὶ Ἀντινόην ἐπὶ ταῖς εἰκόσιν αὐτῶν ἐπέγραψεν.
私たちが読んだ限りでは、詩人は誰も彼女たちに名前を与えていないが、画家のミコンは彼女たちの肖像画の上にアステロペイアとアンティノエと書き記した。
§8.11.4χωρίον δὲ ὀνομαζόμενον Φοίζων περὶ εἴκοσί που σταδίους τῶν τάφων ἐστὶν ἀπωτέρω τούτων·
ポイゾンと呼ばれる場所は、これらの墓からおよそ20スタディオン離れたところにある。
ὁ δὲ Φοίζων μνῆμά ἐστι λίθου περιεχόμενον κρηπῖδι, ἀνέχον δὲ οὐ πολὺ ὑπὲρ τῆς γῆς.
ポイゾンは石の基礎に囲まれた墓であり、地面からそれほど高くは突き出ていない。
κατὰ τοῦτο ἥ τε ὁδὸς μάλιστα στενὴ γίνεται καὶ τὸ μνῆμα Ἀρηιθόου λέγουσιν εἶναι, Κορυνήτου διὰ τὸ ὅπλον ἐπονομασθέντος.
この場所において道はきわめて狭くなり、またその墓は、武器にちなんでコリュネテス(「棍棒使い」)とあだ名されたアレイトオスのものだと言われている。
§8.11.5κατὰ δὲ τὴν ἐς Παλλάντιον ἐκ Μαντινείας ἄγουσαν προελθόντι ὡς τριάκοντά που σταδίους, παρήκει κατὰ τοῦτο ἐς τὴν λεωφόρον ὁ τοῦ Πελάγους καλουμένου δρυμός, καὶ τὰ ἱππικὰ τὸ Ἀθηναίων τε καὶ Μαντινέων ἐνταῦθα ἐμαχέσαντο ἐναντία τῆς Βοιωτίας ἵππου.
マンティネイアからパランティオンへと通じる道に沿っておよそ30スタディオン進むと、この場所で、ペラゴスと呼ばれる森がその大通りにまで達している。 そしてアテナイ人とマンティネイア人の騎兵部隊は、ここでボイオティアの騎兵部隊と戦った。
Ἐπαμινώνδαν δὲ ἀποθανεῖν Μαντινεῖς μὲν ὑπὸ Μαχαιρίωνος Μαντινέως φασὶν ἀνδρός·
エパメイノンダスが死んだことについて、マンティネイア人たちは、彼がマンティネイア人の男マカイリオンによって殺されたのだと言う。
ὡσαύτως δὲ καὶ Λακεδαιμόνιοι Σπαρτιάτην λέγουσιν εἶναι τὸν ἀποκτείναντα Ἐπαμινώνδαν, τίθενται δὲ Μαχαιρίωνα ὄνομα καὶ οὗτοι τῷ ἀνδρί.
同様にラケダイモン人たちも、エパメイノンダスを殺したのはスパルタ人だと言っているが、彼らもまた、その男の名前をマカイリオンとしている。
§8.11.6ὁ δὲ Ἀθηναίων ἔχει λόγος— ὁμολογοῦσι δὲ αὐτῷ καὶ Θηβαῖοι—τρωθῆναι τὸν Ἐπαμινώνδαν ὑπὸ Γρύλου·
一方、アテナイ人の説は――これにはテーバイ人も同意しているが――エパメイノンダスはグリュロスによって傷つけられたというものである。
παραπλήσια δέ σφισίν ἐστι καὶ τὰ ἐν τῇ γραφῇ τῇ τὸ ἔργον ἐχούσῃ τὸ ἐν Μαντινείᾳ.
これに類似した内容が、マンティネイアでの戦闘を描いた絵画の中にも見られる。
φαίνονται δὲ οἱ Μαντινεῖς Γρύλον μὲν δημοσίᾳ τε θάψαντες καὶ ἔνθα ἔπεσεν ἀναθέντες εἰκόνα ἐπὶ στήλης ὡς ἀνδρὸς ἀρίστου τῶν συμμάχων·
マンティネイア人たちは、グリュロスを公費で埋葬し、彼が倒れた場所に同盟軍の中で最も優れた男として記念柱の上に彼の肖像を掲げたようである。
Μαχαιρίωνα δὲ λόγῳ μὲν καὶ αὐτοὶ καὶ οἱ Λακεδαιμόνιοι λέγουσιν, ἔργῳ δὲ οὔτε ἐν Σπάρτῃ Μαχαιρίων ἐστὶν οὐδείς, οὐ μὴν οὐδὲ παρὰ Μαντινεῦσιν, ὅτῳ γεγόνασιν ὡς ἀνδρὶ ἀγαθῷ τιμαί.
一方マカイリオンについては、彼らもラケダイモン人も口頭では語るものの、実際にはスパルタにもマンティネイアにも、優れた男として栄誉を授けられたようなマカイリオンという名の人物は存在しない。