§8.1.1Ἀρκάδων δὲ τὰ πρὸς τῆς Ἀργείας Τεγεᾶταί τε ἔχουσι καὶ Μαντινεῖς, νέμονται δὲ οὗτοί τε καὶ τὸ ἄλλο Ἀρκαδικὸν τὸ μεσόγαιον τῆς Πελοποννήσου.
阿卡迪亚人中,靠近阿戈利斯的地方由特格亚人和曼提尼亚人占领,他们以及其他阿卡迪亚部族居住在伯罗奔尼撒半岛的内陆腹地。
Κορίνθιοι γὰρ οἰκοῦσιν ἐπὶ τῷ ἰσθμῷ πρῶτοι· Κορινθίοις δὲ τὰ πρὸς θαλάσσης εἰσὶν Ἐπιδαύριοι γείτονες· τὰ δὲ ἐς Ἐπίδαυρον καὶ Τροιζῆνά τε καὶ Ἑρμιόνα ὁ κόλπος ἐστὶν ὁ Ἀργολικὸς καὶ ὅσα ἐπιθαλάσσια τῆς Ἀργείας· ταύτης δὲ ἔχονται τῆς χώρας Λακεδαιμονίων περίοικοι, τούτοις δὲ ὅμορος ἡ Μεσσηνία· καταβαίνει γὰρ μέχρι θαλάσσης ἐς Μοθώνην καὶ Πύλον καὶ ἐπὶ Κυπαρισσιάς.
因为科林斯人首先居住在地峡上;而科林斯人在海那边的邻居是埃皮达夫罗斯人;面对埃皮达夫罗斯、特罗曾和赫米奥内的则是阿戈利斯湾以及阿戈利斯的全部沿海部分;与这一地区接壤的是拉刻代蒙人的周边居民,而与他们相邻的是麦塞尼亚;因为麦塞尼亚一直向下延伸至海边,到达莫托内、皮洛斯和屈帕里西亚。
§8.1.2τὰ δὲ πρὸς Λεχαίου Κορινθίοις Σικυώνιοι προσοικοῦσιν ἔσχατοι ταύτῃ μοίρας τῆς Ἀργολίδος· μετὰ δὲ Σικυῶνα Ἀχαιοὶ τὸ ἐντεῦθέν εἰσιν οἱ παρὰ τὸν αἰγιαλὸν οἰκοῦντες· τὸ δὲ ἕτερον Πελοποννήσου πέρας τὸ ἀπαντικρὺ τῶν Ἐχινάδων οἰκοῦσιν Ἠλεῖοι· τῆς δὲ γῆς τῆς Ἠλείας κατὰ μὲν Ὀλυμπίαν καὶ τοῦ Ἀλφειοῦ τὰς ἐκβολὰς πρὸς τὴν Μεσσηνίαν εἰσὶν ὅροι, τὰ δὲ πρὸς Ἀχαΐαν Δυμαίων εἰσὶν ὅμοροι.
在靠近莱哈翁的一侧,西基翁人作为阿戈利斯这一地区最边缘的居民与科林斯人相邻而居;西基翁之后,从此往外沿海岸居住的是阿开亚人;而伯罗奔尼撒半岛的另一端,即埃奇纳得斯群岛的对面,居住着伊利斯人;在伊利斯的土地上,靠近奥林匹亚和阿尔菲奥斯河口的部分与麦塞尼亚接壤,而靠近阿开亚的部分则与迪梅人相邻。
§8.1.3τούτων τῶν κατειλεγμένων καθηκόντων ἐπὶ θάλασσαν Ἀρκάδες τὸ ἐντὸς οἰκοῦσιν ἀποκλειόμενοι θαλάσσης πανταχόθεν· ὅθεν σφᾶς καὶ Ὅμηρος ἀφικέσθαι φησὶν ἐς Τροίαν παρʼ Ἀγαμέμνονος πλοῖα εἰληφότας καὶ οὐχὶ ναυσὶν οἰκείαις.
在这些延伸至大海的列出区域之内,阿卡迪亚人居住于其中,四面与海隔绝;因此荷马也说,他们是乘着从阿伽门农那里借来的船只抵达特洛伊的,而不是坐着自己的船。
§8.1.4φασὶ δὲ Ἀρκάδες ὡς Πελασγὸς γένοιτο ἐν τῇ γῇ ταύτῃ πρῶτος.
阿卡迪亚人说,佩拉斯戈斯是这片土地上出生的第一个人。
εἰκὸς δὲ ἔχει τοῦ λόγου καὶ ἄλλους ὁμοῦ τῷ Πελασγῷ μηδὲ αὐτὸν Πελασγὸν γενέσθαι μόνον· ποίων γὰρ ἂν καὶ ἦρχεν ὁ Πελασγὸς ἀνθρώπων;
但合乎情理的解释应当是,与佩拉斯戈斯同时还有其他人出生,而并非只有佩拉斯戈斯独自一人降生;因为如果只有他一人,佩拉斯戈斯又怎么能统治人类呢?
μεγέθει μέντοι καὶ κατὰ ἀλκὴν καὶ κάλλος προεἶχεν ὁ Πελασγὸς καὶ γνώμην ὑπὲρ τοὺς ἄλλους ἦν, καὶ τούτων ἕνεκα αἱρεθῆναί μοι δοκεῖ βασιλεύειν ὑπʼ αὐτῶν.
然而,佩拉斯戈斯在体格、力量和美貌上都出类拔萃,在智慧上也超越常人,依我之见,他正是因为这些原因而被他们推选为国王的。
πεποίηται δὲ καὶ Ἀσίῳ τοιάδε ἐς αὐτόν· "
Ἀντίθεον δὲ Πελασγὸν ἐν ὑψικόμοισιν ὄρεσσι
γαῖα μέλαινʼ ἀνέδωκεν, ἵνα θνητῶν γένος εἴη. "
阿西奥斯也曾作诗如此歌颂他: “在林木茂密的山峦间,黑色的土地产下了神一般的佩拉斯戈斯,以便能有凡人这一种族。
§8.1.5Πελασγὸς δὲ βασιλεύσας τοῦτο μὲν ποιήσασθαι καλύβας ἐπενόησεν, ὡς μὴ ῥιγοῦν τε καὶ ὕεσθαι τοὺς ἀνθρώπους μηδὲ ὑπὸ τοῦ καύματος ταλαιπωρεῖν· τοῦτο δὲ τοὺς χιτῶνας τοὺς ἐκ τῶν δερμάτων τῶν οἰῶν, οἷς καὶ νῦν περί τε Εὔβοιαν ἔτι χρῶνται καὶ ἐν τῇ Φωκίδι ὁπόσοι βίου σπανίζουσιν, οὗτός ἐστιν ὁ ἐξευρών.
” 佩拉斯戈斯称王后,首先想到的是建造小屋,好让人们不致挨冻受雨,也不受酷暑折磨;其次,正是他发明了用羊皮制成的外衣,直到今天,在欧波亚周边和福基斯,那些生活困顿的人依然在使用这种衣服。
καὶ δὴ καὶ τῶν φύλλων τὰ ἔτι χλωρὰ καὶ πόας τε καὶ ῥίζας οὐδὲ ἐδωδίμους, ἀλλὰ καὶ ὀλεθρίους ἐνίας σιτουμένους τοὺς ἀνθρώπους τούτων μὲν ἔπαυσεν ὁ Πελασγός· §8.1.6ὁ δὲ τὸν καρπὸν τῶν δρυῶν οὔτι που πασῶν, ἀλλὰ τὰς βαλάνους τῆς φηγοῦ τροφὴν ἐξεῦρεν εἶναι.
不仅如此,佩拉斯戈斯还阻止了人们食用尚且青绿的树叶、杂草,以及不仅无法食用、有些甚至致命的植物根茎;他发现橡树的果实——当然并非所有橡树,而是槲树的橡子——可以作为食物。
παρέμεινέ τε ἐνίοις ἐς τοσοῦτο ἀπὸ Πελασγοῦ τούτου ἡ δίαιτα, ὡς καὶ τὴν Πυθίαν, ἡνίκα Λακεδαιμονίοις γῆς τῆς Ἀρκάδων ἀπηγόρευεν ἅπτεσθαι, καὶ τάδε εἰπεῖν τὰ ἔπη· "
πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν,
οἵ σʼ ἀποκωλύσουσιν· ἐγὼ δέ τοι οὔ τι μεγαίρω.
从这位佩拉斯戈斯开始,这种饮食习惯在一些人中延续了很久,以至于当女祭司皮提亚禁止拉刻代蒙人染指阿卡迪亚的土地时,也说出了如下诗句: “在阿卡迪亚有许多吃橡子的男子,他们将阻挡你;但我绝非对你吝啬。
"
Πελασγοῦ δὲ βασιλεύοντος γενέσθαι καὶ τῇ χώρᾳ Πελασγίαν φασὶν ὄνομα.
” 据说,在佩拉斯戈斯统治时期,这片土地也得到了“佩拉斯吉亚”的名字。