§7.9.1τότε δὲ τῷ Μετέλλῳ καὶ τῇ ἄλλῃ πρεσβείᾳ μὴ ὑπεριδεῖν Λακεδαιμονίων ἤρεσε καὶ Ἀχαιῶν, τοὺς δὲ τὰς ἀρχὰς ἔχοντας ἐς τὸ συνέδριον ἠξίουν συγκαλέσαι τοὺς Ἀχαιούς, ἵνα ἐν κοινῷ διδάξωσιν αὐτοὺς ἠπιώτερον μεταχειρίζεσθαι τὰ ἐν Λακεδαίμονι.
当时,梅特鲁斯及其他使节团决定不坐视拉刻代蒙人的处境;他们要求亚该亚人中担任官职的人召集亚该亚人举行会议,以便在公之于众的场合说服他们更温和地处理拉刻代蒙的事务。
οἱ δέ σφισιν ἀπεκρίναντο μήτε ἐκείνοις Ἀχαιοὺς ἐς σύλλογον μήτε ἄλλῳ συνάξειν, ὅστις μὴ ἐπὶ τῷ πράγματι ἐφʼ ὅτῳ ποιεῖται τὴν πρόσοδον παρὰ τῆς Ῥωμαίων βουλῆς ἔχει δόγμα.
但亚该亚人向他们答复说,他们既不会为使节们召集会议,也不会为其他任何人召集,除非对方持有罗马元老院关于其来访目的的决议。
Μέτελλος δὲ καὶ οἱ σὺν αὐτῷ ὑπὸ τῶν Ἀχαιῶν περιυβρίσθαι νομίζοντες, ἐπειδὴ ἀφίκοντο ἐς Ῥώμην, πολλὰ ἐπὶ τῆς βουλῆς καὶ οὐ τὰ πάντα ἀληθῆ κατηγόρουν τῶν Ἀχαιῶν.
梅特鲁斯及其随行人员认为自己受到了亚该亚人的极大侮辱,在抵达罗马后,便在元老院面前对亚该亚人进行了诸多控告,且其中并非全为实情。
§7.9.2τούτων δὲ πλείονα ἐνεκάλουν Ἀχαιοῖς Ἀρεὺς καὶ Ἀλκιβιάδας, Λακεδαιμόνιοι μὲν καὶ δόκιμοι τὰ μάλιστα ἐν τῇ Σπάρτῃ, τὰ δὲ ἐς Ἀχαιοὺς οὐ δίκαιοι· γενομένους γὰρ ὑπὸ Νάβιδος φυγάδας ὑπεδέξαντο αὐτοὺς οἱ Ἀχαιοὶ καὶ ἀποθανόντος Νάβιδος παρὰ γνώμην Λακεδαιμονίων τοῦ δήμου κατάγουσιν ἐς Σπάρτην.
而对亚该亚人提出比这些更多指控的是阿雷乌斯和阿尔西比亚德斯,他们虽是拉刻代蒙人且在斯巴达极负盛名,但对亚该亚人的态度却很不公正;因为在他们被纳比斯驱逐流放时,是亚该亚人接纳了他们,并在纳比斯死后违背拉刻代蒙民众的意愿,将他们送回了斯巴达。
τότε οὖν ἀναβεβηκότες καὶ οὗτοι παρὰ τὴν βουλὴν προθυμότατα ἐνέκειντο Ἀχαιοῖς· Ἀχαιοὶ δέ σφισιν ἀπελθοῦσιν ἐπιβάλλουσιν ἐν τῷ συνεδρίῳ θάνατον ζημίαν.
因此,当时这些也上表到元老院的人,极力地攻击亚该亚人;而亚该亚人则在他们离去后,在会议中判处他们死刑。
§7.9.3Ῥωμαίων δὲ ἡ βουλὴ πέμπουσιν ἄλλους τε ἄνδρας καὶ Ἄππιον Λακεδαιμονίοις καὶ Ἀχαιοῖς τὰ δίκαια ὁρίσαι.
罗马元老院派遣了其他人,尤其是阿庇乌斯,来划定拉刻代蒙人与亚该亚人之间的权利。
Ἄππιος δὲ καὶ οἱ σὺν αὐτῷ ἔμελλον μὲν οὐδὲ ὀφθέντες Ἀχαιοῖς ἔσεσθαι καθʼ ἡδονήν, οἳ Ἀρέα καὶ Ἀλκιβιάδαν ἅμʼ αὐτοῖς ἐπήγοντο ἐν τῷ τότε Ἀχαιοῖς ἐχθίστους· ἐλύπησαν δὲ καὶ ἐς πλέον τοὺς Ἀχαιούς, ἐπειδὴ ἐς τὸν σύλλογον αὐτῶν ἐπελθόντες σὺν ὀργῇ μᾶλλον ἐποιοῦντο ἢ πειθοῖ τοὺς λόγους.
阿庇乌斯及其随行人员甚至在刚露面时就不可能讨得亚该亚人的欢心,因为他们随身带来了当时对亚该亚人最为可憎的阿雷乌斯和阿尔西比亚德斯;他们还进一步激怒了亚该亚人,因为当他们来到亚该亚人的集会上时,他们的发言更多是带着愤怒,而非进行劝说。
§7.9.4Λυκόρτας δὲ ὁ Μεγαλοπολίτης, οὔτε ἀξιώματι οὐδενὸς Ἀρκάδων ὕστερος καί τι καὶ φρόνημα κατὰ φιλίαν προσειληφὼς τὴν Φιλοποίμενος, λόγῳ τε ἀπέφαινε τὰ ὑπὲρ τῶν Ἀχαιῶν δίκαια καὶ ὁμοῦ τοῖς λόγοις καὶ μέμψιν τινὰ ὑπέτεινεν ἐς τοὺς Ῥωμαίους.
梅加洛波利斯的吕科尔塔斯在威望上不亚于任何阿卡迪亚人,且通过与菲洛波义曼的友谊获得了一种自负的气概,他用雄辩阐明了支持亚该亚人的公理,并在言辞中对罗马人暗含指责。
Ἄππιος δὲ καὶ οἱ σὺν αὐτῷ Λυκόρταν λέγοντα ἐποιοῦντο ἐν χλευασμῷ καὶ Ἀρέως ἀποψηφίζονται καὶ Ἀλκιβιάδα μηδὲν ἀδίκημα ἐξ αὐτῶν ἐς Ἀχαιοὺς εἶναι, Λακεδαιμονίοις τε ἀποστεῖλαι πρέσβεις ἐφιᾶσιν ἐς Ῥώμην, ἐναντία ἐφιέντες ἢ Ῥωμαίοις συγκείμενα ἦν καὶ Ἀχαιοῖς· Ἀχαιῶν μὲν γὰρ εἴρητο ἀπὸ τοῦ κοινοῦ παρὰ τὴν Ῥωμαίων βουλὴν ἀπιέναι πρέσβεις, ἰδίᾳ δὲ ἀπείρητο μὴ πρεσβεύεσθαι τὰς πόλεις ὅσαι συνεδρίου τοῦ Ἀχαιῶν μετεῖχον.
但阿庇乌斯及其随行人员对吕科尔塔斯的发言加以嘲笑,并宣告阿雷乌斯和阿尔西比亚德斯无罪,判定他们对亚该亚人没有任何侵害,并允许拉刻代蒙人向罗马派遣使节,这一许可违背了罗马人与亚该亚人之间的既定协议;因为原先规定,亚该亚人的使节应当由同盟整体派出前往罗马元老院,而禁止任何参与亚该亚会议的城市私自派遣使节。
§7.9.5ἀντιπρεσβευσαμένων δὲ καὶ Ἀχαιῶν Λακεδαιμονίοις καὶ λόγων ῥηθέντων ὑπὸ ἀμφοτέρων ἐπὶ τῆς βουλῆς, τοὺς αὐτοὺς ἀποστέλλουσιν αὖθις οἱ Ῥωμαῖοι Λακεδαιμονίοις γενέσθαι καὶ Ἀχαιοῖς δικαστάς, Ἄππιον καὶ ὅσοι σὺν ἐκείνῳ πρότερον ἐς τὴν Ἑλλάδα ἀφίκοντο.
亚该亚人也针对拉刻代蒙人派遣了对立使节,在元老院面前双方发表了陈述后,罗马人再次派遣同样的人,即阿庇乌斯以及先前随他一同抵达希腊的人,担任拉刻代蒙人和亚该亚人的裁判官。
οἱ δὲ τούς τε ἐκβληθέντας ὑπὸ Ἀχαιῶν κατάγουσιν ἐς Σπάρτην καὶ ὅσων πρὸ κρίσεως ἀπελθόντων κατέγνωστο ὑπὸ τῶν Ἀχαιῶν ἀδικεῖν, καὶ τὰ ἐπὶ τούτοις τιμήματα ἔλυσαν· καὶ συντελείας μὲν Λακεδαιμονίους τῆς ἐς τὸ Ἀχαϊκὸν οὐκ ἀφιᾶσι, περὶ δὲ τῇ ἑκάστου ψυχῇ ξενικά σφισι διδόασιν εἶναι δικαστήρια, ὅσα δὲ ἄλλα ἐγκλήματα, λαμβάνειν τε αὐτοὺς καὶ ἐν τῷ Ἀχαϊκῷ ὑπέχειν τὰς κρίσεις.
他们将那些被亚该亚人驱逐的人,以及那些在审判前离去并被亚该亚人判定有罪的人送回斯巴达,并免除了对这些人的处罚;虽然他们没有免除拉刻代蒙人对亚该亚同盟的派驻义务,但在涉及各人生命安全的问题上,允许他们设立外国裁判所,而对于其他一切控告,则由他们自己接受并顺从在亚该亚同盟内的判决。
ἐτειχίσθη δὲ καὶ ἐξ ἀρχῆς αὖθις Σπαρτιάταις ὁ κύκλος τοῦ ἄστεως.
此外,斯巴达人还重新从头建造了城市周围的城墙。
§7.9.6Λακεδαιμονίων δὲ οἱ κατελθόντες, βουλεύοντες παντοῖα ἐπὶ Ἀχαιοῖς, λυπήσειν σφᾶς ἐπὶ τοιῷδε μάλιστα ἤλπιζον.
回归的拉刻代蒙人对亚该亚人谋划了各种手段,并指望通过以下方式最能折磨他们。
Μεσσηνίους τοὺς Φιλοποίμενι θανάτου συναιτίους γενέσθαι νομισθέντας καὶ κατὰ τὴν αἰτίαν ταύτην ὑπὸ Ἀχαιῶν ἐκπεπτωκότας, τούτους τε καὶ Ἀχαιῶν αὐτῶν τοὺς φεύγοντας ἀναβῆναι πείθουσιν ἐς Ῥώμην· σὺν δέ σφισιν ἀνεληλυθότες καὶ αὐτοὶ γενέσθαι τοῖς ἀνδράσιν ἔπρασσον κάθοδον.
他们说服了那些被认为参与了杀害菲洛波义曼并因此被亚该亚人驱逐的麦塞尼亚人,以及亚该亚人自己的流亡者前往罗马;与他们一同上表后,他们自己也设法让这些人重返家园。
ἅτε δὲ τοῦ Ἀππίου Λακεδαιμονίοις συμπροθυμουμένου μεγάλως, Ἀχαιοῖς δὲ ἐπὶ παντὶ ἀντιβαίνοντος, ἔμελλεν οὐ χαλεπῶς Μεσσηνίων καὶ Ἀχαιῶν τοῖς φεύγουσι τὰ βουλεύματα ἐς δέον χωρήσειν· γράμματά τε αὐτίκα ὑπὸ τῆς βουλῆς ἔς τε Ἀθήνας κατεπέμπετο καὶ ἐς Αἰτωλίαν κατάγειν σφᾶς Μεσσηνίους καὶ Ἀχαιοὺς ἐπὶ τὰ οἰκεῖα.
由于阿庇乌斯极力偏袒拉刻代蒙人,并在一切事务上反对亚该亚人,这些麦塞尼亚人和亚该亚流亡者的计划必然会顺利实现;元老院随即向雅典和埃托利亚发出了公函,要求将这些麦塞尼亚人和亚该亚人送回他们各自的家园。
§7.9.7τοῦτο Ἀχαιοὺς ἐς τὰ μάλιστα ἠνίασεν, ὡς οὔτε ἄλλως πάσχοντας δίκαια ὑπὸ Ῥωμαίων καὶ ἐς τὸ ἀνωφελὲς προϋπηργμένων σφίσιν ἐς αὐτούς, οἳ ἐπὶ τὰ Φιλίππου καὶ Αἰτωλῶν ἐναντία καὶ αὖθις Ἀντιόχου στρατεύσαντες χάριτι τῇ ἐς Ῥωμαίους ἐγίνοντο ὕστεροι φυγάδων ἀνθρώπων καὶ οὐ καθαρῶν χεῖρας· ὅμως δὲ εἴκειν σφίσιν ἐδόκει.
这使亚该亚人感到极大的痛苦,因为他们觉得自己受到了罗马人不公正的对待,且他们先前对罗马人的恩义全归于无用——他们出于对罗马人的友好,曾出兵对抗腓力和埃托利亚人,其后又对抗安条克,如今却被排在那些双手沾满鲜血的流亡者之后;尽管如此,他们仍认为必须向其妥协。