§7.5.1Σμύρναν δὲ ἐν ταῖς δώδεκα πόλεσιν οὖσαν Αἰολέων καὶ οἰκουμένην τῆς χώρας, καθʼ ἃ καὶ ἐς ἐμὲ ἔτι πόλιν καλοῦσιν ἀρχαίαν, Ἴωνες ἐκ Κολοφῶνος ὁρμηθέντες ἀφελόμενοι τοὺς Αἰολεῖς ἔσχον·
スミュルナはアイオリス人の十二都市の中にあり、かつて彼らが住んでいたその地方の、私の時代にも人々が依然として「古い町」と呼んでいるあの場所にあったが、コロポーンから出発したイオニア人たちがアイオリス人から奪って領有した。
χρόνῳ δὲ ὕστερον καὶ Ἴωνες μετέδοσαν Σμυρναίοις τοῦ ἐν Πανιωνίῳ συλλόγου.
のちになって、イオニア人たちもスミュルナ人にパニオニオンの集会への参加を分かち合った。
Ἀλέξανδρος δὲ ὁ Φιλίππου τῆς ἐφʼ ἡμῶν πόλεως ἐγένετο οἰκιστὴς κατʼ ὄψιν ὀνείρατος·
フィリッポスの子アレクサンドロスは、夢のお告げに従って、我々の時代の都市の創建者となった。
§7.5.2Ἀλέξανδρον γὰρ θηρεύοντα ἐν τῷ ὄρει τῷ Πάγῳ, ὡς ἐγένετο ἀπὸ τῆς θήρας, ἀφικέσθαι πρὸς Νεμέσεων λέγουσιν ἱερόν, καὶ πηγῇ τε ἐπιτυχεῖν αὐτὸν καὶ πλατάνῳ πρὸ τοῦ ἱεροῦ, πεφυκυίᾳ δὲ ἐπὶ τοῦ ὕδατος.
というのも、アレクサンドロスがパゴス山で狩りをしていて、狩りを終えたとき、ネメシスたちの神殿にやって来たと人々は言っている。 そして彼が、神殿の前にある泉と、水のそばに生えていたプラタナスの樹に出くわした。
καὶ ὑπὸ τῇ πλατάνῳ καθεύδοντι κελεύειν φασὶν αὐτῷ τὰς Νεμέσεις ἐπιφανείσας πόλιν ἐνταῦθα οἰκίζειν καὶ ἄγειν ἐς αὐτὴν Σμυρναίους ἀναστήσαντα ἐκ τῆς προτέρας·
そしてそのプラタナスの下で眠っていた彼に、ネメシスたちが現れて、ここに都市を創建し、かつての都市からスミュルナ人を立ち退かせてここへ連れてくるようにと命じたと言われている。
§7.5.3ἀποστέλλουσιν οὖν ἐς Κλάρον θεωροὺς οἱ Σμυρναῖοι περὶ τῶν παρόντων σφίσιν ἐρησομένους, καὶ αὐτοῖς ἔχρησεν ὁ θεός·
そこで、スミュルナ人たちは自分たちに降りかかった状況について尋ねるためにクラロスへ使節を派遣し、神は彼らにこう告げた。
"
τρὶς μάκαρες κεῖνοι καὶ τετράκις ἄνδρες ἔσονται,
οἳ Πάγον οἰκήσουσι πέρην ἱεροῖο Μέλητος.
"三たび、四たび幸いなる人々となるであろう、聖なるメレース川の彼方のパゴスに住まうあの者たちは。
"
οὕτω μετῳκίσαντο ἐθελονταὶ καὶ δύο Νεμέσεις νομίζουσιν ἀντὶ μιᾶς καὶ μητέρα αὐταῖς φασιν εἶναι Νύκτα, ἐπεὶ Ἀθηναῖοί γε τῇ ἐν Ῥαμνοῦντι θεῷ πατέρα λέγουσιν εἶναι Ὠκεανόν.
"こうして彼らは自発的に移住し、一柱ではなく二柱のネメシスを崇拝するようになり、彼女たちの母は夜であると言っている。 これに対して、アテーナイ人たちはラムヌースの女神の父はオーケアノスであると言っているからである。
§7.5.4Ἴωσι δὲ ἔχει μὲν ἐπιτηδειότατα ὡρῶν κράσεως ἡ χώρα, ἔχει δὲ καὶ ἱερὰ οἷα οὐχ ἑτέρωθι, πρῶτον μὲν τὸ τῆς Ἐφεσίας μεγέθους τε ἕνεκα καὶ ἐπὶ τῷ ἄλλῳ πλούτῳ, δύο δὲ οὐκ ἐξειργασμένα Ἀπόλλωνος, τό τε ἐν Βραγχίδαις τῆς Μιλησίας καὶ ἐν Κλάρῳ τῇ Κολοφωνίων.
イオニア人にとっては、その土地は気候の調和に関して極めて好都合な状態にあり、他にはないほど立派な神殿も有している。 第一に、その規模の大きさと他の富においてエペソスの女神の神殿、また未完成である二つのアポローン神殿、すなわちミレートス領のブランキダイにあるものと、コロポーン人の領地クラロスにあるものである。
δύο δὲ ἄλλους ἐν Ἰωνίᾳ ναοὺς ἐπέλαβεν ὑπὸ Περσῶν κατακαυθῆναι, τόν τε ἐν Σάμῳ τῆς Ἥρας καὶ ἐν Φωκαίᾳ τῆς Ἀθηνᾶς·
また、イオニアにある他の二つの神殿、サモスのヘーラー神殿とポカイアのアテーナー神殿は、ペルシア人によって焼き払われるという災難に見舞われた。
θαῦμα δὲ ὅμως ἦσαν καὶ ὑπὸ τοῦ πυρὸς λελυμασμένοι.
しかしながら、それらは火によって損なわれていたにもかかわらず、驚嘆すべきものであった。
§7.5.5ἡσθείης δʼ ἂν καὶ τῷ ἐν Ἐρυθραῖς Ἡρακλείῳ καὶ Ἀθηνᾶς τῷ ἐν Πριήνῃ ναῷ, τούτῳ μὲν τοῦ ἀγάλματος ἕνεκα, Ἡρακλείῳ δὲ τῷ ἐν Ἐρυθραῖς κατὰ ἀρχαιότητα·
また、エリュトライのヘーラクレース神殿やプリエーネーのアテーナー神殿にも魅了されるであろう。 後者はその神像のゆえに、エリュトライのヘーラクレース神殿はその古さのゆえに。
τὸ δὲ ἄγαλμα οὔτε τοῖς καλουμένοις Αἰγιναίοις οὔτε τῶν Ἀττικῶν τοῖς ἀρχαιοτάτοις ἐμφερές, εἰ δέ τι καὶ ἄλλο, ἀκριβῶς ἐστιν Αἰγύπτιον.
その神像は、いわゆるアイギーナ様式のものにも、アッティカの最も古いものにも似ておらず、もし他の何かに似ているとすれば、正確にはエジプト風のものである。
σχεδία γὰρ ἦν ξύλων, καὶ ἐπʼ αὐτῇ ὁ θεὸς ἐκ Τύρου τῆς Φοινίκης ἐξέπλευσε·
なぜなら、それは木製の筏であり、その上に乗って神はポイニキアのテュロスから船出したからである。
καθʼ ἥντινα δὲ αἰτίαν, οὐδὲ αὐτοὶ τοῦτο οἱ Ἐρυθραῖοι λέγουσιν.
しかしそれがどのような理由によるのかは、エリュトライ人自身も語っていない。
§7.5.6ὡς δὲ ἐς τὴν θάλασσαν ἀφίκετο ἡ σχεδία τὴν Ἰώνων, φασὶν αὐτὴν ὁρμίσασθαι πρὸς ἄκρᾳ καλουμένῃ Μεσάτῃ·
筏がイオニア人の海に達したとき、それはメサテと呼ばれる岬に停泊したと言われている。
ἡ δὲ ἔστι μὲν τῆς ἠπείρου, τοῖς δὲ ἐκ τοῦ Ἐρυθραίων λιμένος ἐς νῆσον τὴν Χίων πλέουσι τοῦτό ἐστι μεσαίτατον.
この岬は本土にあるが、エリュトライ人の港からキオス島へと航海する者たちにとっては、ちょうど中間地点にあたる。
ἐπεὶ δὲ ἡ σχεδία κατὰ τὴν ἄκραν ἔσχεν, ἐνταῦθα πολὺν μὲν οἱ Ἐρυθραῖοι πόνον, οὐκ ἐλάσσονα δὲ ἔσχον οἱ Χῖοι ποιούμενοι σπουδὴν παρὰ σφᾶς καταγαγεῖν ἑκάτεροι τὸ ἄγαλμα·
筏が岬のところに停泊すると、エリュトライ人は大きな努力を払い、キオス人もそれに劣らぬ熱意を示して、双方がその神像を自分たちのもとへ引き入れようとした。
§7.5.7τέλος δὲ Ἐρυθραῖος ἄνθρωπος, ᾧ βίος μὲν ἦν ἀπὸ θαλάσσης γεγονὼς καὶ ἄγρας ἰχθύων, διέφθαρτο δὲ ὑπὸ νόσου τοὺς ὀφθαλμούς, ὄνομα δέ οἱ Φορμίων ἦν, οὗτος ὁ ἁλιεὺς εἶδεν ὄψιν ὀνείρατος ὡς τὰς Ἐρυθραίων γυναῖκας ἀποκείρασθαι δέοι τὰς κόμας καὶ οὕτω τοὺς ἄνδρας πλεξαμένους κάλον ἐκ τῶν τριχῶν τὴν σχεδίαν παρὰ σφᾶς κατάξειν.
最後に、海と魚の捕獲によって生計を立てていたエリュトライ人で、病気によって両眼を患っていた、ポルミオーンという名の漁師が、夢のお告げを見た。 それは、エリュトライの女性たちが髪の毛を切り落とし、男性たちがその髪で縄を編んで、その縄で筏を自分たちの方に引き寄せるべきであるというものであった。
αἱ μὲν δὴ ἀσταὶ τῶν γυναικῶν οὐδαμῶς ὑπακούειν τῷ ὀνείρατι ἐβούλοντο·
しかし、市民の女性たちは、決してこの夢に従うことを望まなかった。