§7.4.1αἱ δὲ ἐν ταῖς νήσοις εἰσὶν Ἰώνων πόλεις Σάμος ἡ ὑπὲρ Μυκάλης καὶ Χίος ἡ ἀπαντικρὺ τοῦ Μίμαντος.
島々にあるイオニア人の都市は、ミュカレの上のサモスと、ミマスの向かいのキオスである。
Ἄσιος δὲ ὁ Ἀμφιπτολέμου Σάμιος ἐποίησεν ἐν τοῖς ἔπεσιν ὡς Φοίνικι ἐκ Περιμήδης τῆς Οἰνέως γένοιτο Ἀστυπάλαια καὶ Εὐρώπη, Ποσειδῶνος δὲ καὶ Ἀστυπαλαίας εἶναι παῖδα Ἀγκαῖον, βασιλεύειν δὲ αὐτὸν τῶν καλουμένων Λελέγων·
サモス人のアンピプトレモスの子アシオスは、その叙事詩の中で、ポイニクスとオイネウスの娘ペリメーデーの間にアストゥパライアとエウローペーが生まれ、ポセイドーンとアストゥパライアの子がアンカイオスであり、彼がレレゲス人と呼ばれる者たちを支配した、と詠んだ。
Ἀγκαίῳ δὲ τὴν θυγατέρα τοῦ ποταμοῦ λαβόντι τοῦ Μαιάνδρου Σαμίαν γενέσθαι Περίλαον καὶ Ἔνουδον καὶ Σάμον καὶ Ἀλιθέρσην καὶ θυγατέρα ἐπʼ αὐτῷ Παρθενόπην, Παρθενόπης δὲ τῆς Ἀγκαίου καὶ Ἀπόλλωνος Λυκομήδην γενέσθαι.
また、アンカイオスがマイアンドロス川の娘サミアを妻として、ペリラオス、エヌドス、サモス、アリテルセース、そして彼女らに加えて娘パルテノペーが生まれ、アンカイオスの子パルテノペーとアポローンの間にリュコメーデースが生まれた、と詠んだ。
§7.4.2Ἄσιος μὲν ἐς τοσοῦτο ἐν τοῖς ἔπεσιν ἐδήλωσε·
アシオスは叙事詩の中でこれだけのことを明らかにした。
τότε δὲ οἱ τὴν νῆσον οἰκοῦντες ἀνάγκῃ πλέον ἐδέξαντο ἢ εὐνοίᾳ συνοίκους Ἴωνας.
当時、この島に住んでいた者たちは、好意からというよりは必要に迫られて、共同居住者としてイオニア人を受け入れた。
ἡγεμὼν δὲ ἦν τοῖς Ἴωσι Προκλῆς ὁ Πιτυρέως, αὐτός τε Ἐπιδαύριος καὶ Ἐπιδαυρίους τὸ πολὺ ἄγων, οἳ ὑπὸ Δηιφόντου καὶ Ἀργείων ἐκ τῆς Ἐπιδαυρίας ἐξεπεπτώκεσαν·
イオニア人の指導者は、ピテュレウスの子プロクレースであり、彼自身はエピダウロス人であって、デイポンテースとアルゴス人によってエピダウリアから追い出された多くのエピダウロス人を率いていた。
τούτῳ τῷ Προκλεῖ γένος ἦν ἀπὸ Ἴωνος τοῦ Ξούθου.
このプロクレースは、クスートスの子イオーンの末裔であった。
Ἄνδροκλος δὲ καὶ Ἐφέσιοι στρατεύουσιν ἐπὶ Λεώγορον τὸν Προκλέους, βασιλεύοντα μετὰ τὸν πατέρα ἐν Σάμῳ, καὶ μάχῃ νικήσαντες ἐξελαύνουσιν ἐκ τῆς νήσου Σαμίους·
しかし、アンドロクロスとエペソス人たちは、父のあとにサモスで王位に就いていた、プロクレースの子レオゴーラスに対して遠征を行い、戦いで勝利してサモス人を島から追放した。
αἰτίαν δὲ ἐπέφερον μετὰ Καρῶν σφᾶς ἐπιβουλεύειν Ἴωσι.
彼らは、サモス人がカリア人と結んでイオニア人に対して陰謀を企てているという容疑をかけた。
§7.4.3Σαμίων δὲ τῶν φευγόντων οἱ μὲν ἐπὶ τῇ Θρᾴκῃ νῆσον ᾤκησαν, καὶ ἀπὸ τούτων τῆς ἐνοικήσεως Σαμοθρᾴκην τὴν νῆσον καλοῦσιν ἀντὶ Δαρδανίας·
亡命したサモス人のうち、ある者たちはトラキア沿岸の島に住み、これらの人々の入植にちなんで、その島をダルダニアではなくサモトラケと呼んでいる。
οἱ δὲ ὁμοῦ Λεωγόρῳ περὶ Ἀναίαν τὴν ἐν τῇ ἠπείρῳ τῇ πέραν βαλόμενοι τεῖχος, δέκα ἔτεσιν ὕστερον διαβάντες ἐν τῇ Σάμῳ τούς τε Ἐφεσίους ἐκβάλλουσι καὶ ἀνεσώσαντο τὴν νῆσον.
また、別の人々は、レオゴーラスとともに、対岸の大陸にあるアナイアのあたりに砦を築き、十年後に海を渡ってサモスにおいてエペソス人を追い出し、島を取り戻した。
§7.4.4τὸ δὲ ἱερὸν τὸ ἐν Σάμῳ τῆς Ἥρας εἰσὶν οἳ ἱδρύσασθαί φασι τοὺς ἐν τῇ Ἀργοῖ πλέοντας, ἐπάγεσθαι δὲ αὐτοὺς τὸ ἄγαλμα ἐξ Ἄργους·
サモスのヘーラー神殿は、アルゴー号で航海した者たちが創建し、彼らがアルゴスから神像をもたらしたのだと言う者たちもいる。
Σάμιοι δὲ αὐτοὶ τεχθῆναι νομίζουσιν ἐν τῇ νήσῳ τὴν θεὸν παρὰ τῷ Ἰμβράσῳ ποταμῷ καὶ ὑπὸ τῇ λύγῳ τῇ ἐν τῷ Ἡραίῳ κατʼ ἐμὲ ἔτι πεφυκυίᾳ.
しかしサモス人自身は、女神がこの島で、イムブラソス川の傍ら、そしてヘーラー神殿の中にあり私の時代にもまだ生きているアグヌス・カストゥスの樹の下で生まれたと考えている。
εἶναι δʼ οὖν τὸ ἱερὸν τοῦτο ἐν τοῖς μάλιστα ἀρχαῖον οὐχ ἥκιστα ἄν τις καὶ ἐπὶ τῷ ἀγάλματι τεκμαίροιτο·
ともかく、この神殿が極めて古いものの一つであるということは、とりわけ神像によっても推測され得る。
ἔστι γὰρ δὴ ἀνδρὸς ἔργον Αἰγινήτου Σμίλιδος τοῦ Εὐκλείδου.
というのも、それはアイギーナの男スミーリス(エウクレイデースの子)の作品であるからだ。
οὗτος ὁ Σμῖλίς ἐστιν ἡλικίαν κατὰ Δαίδαλον, δόξης δὲ οὐκ ἐς τὸ ἴσον ἀφίκετο·
このスミーリスはダイダロスと同時代の人であるが、同じほどの評判を得るには至らなかった。
§7.4.5Δαιδάλῳ μὲν γὰρ γένους τε Ἀθήνῃσιν ὑπῆρχεν εἶναι τοῦ βασιλικοῦ τῶν καλουμένων Μητιονιδῶν καὶ ὁμοῦ τῇ τέχνῃ τῆς πλάνης τε ἕνεκα καὶ ἐπὶ ταῖς συμφοραῖς ἐπιφανέστερος ἐγένετο ἐς ἅπαντας ἀνθρώπους.
というのも、ダイダロスには、アテーナイにおいてメーティオニダイと呼ばれる王族の血統に属しているという素性があり、その技術とともに、流浪のゆえに、またその不幸のゆえに、すべての人々の間でより有名になったからである。
ἀποκτείνας μὲν ἀδελφῆς παῖδα καὶ ἐπιστάμενος τὰ οἴκοι νόμιμα ἑκουσίως παρὰ Μίνω ἔφυγεν ἐς Κρήτην, καὶ αὐτῷ τε ἀγάλματα Μίνῳ καὶ τοῦ Μίνω ταῖς θυγατράσιν ἐποίησε, καθότι καὶ Ὅμηρος ἐν Ἰλιάδι ἐδήλωσε·
彼は姉妹の息子を殺害し、国内の法をわきまえていたため、自発的にクレータのミーノースのもとへと逃れ、ミーノースとその娘たちのために神像を作った。 これはホメーロスも『イーリアス』において明らかにした通りである。
§7.4.6καταγνωσθεὶς δὲ ἀδικεῖν ὑπὸ τοῦ Μίνω καὶ ἐς δεσμωτήριον ὁμοῦ τῷ παιδὶ ἐμβληθεὶς ἐκδιδράσκει τε ἐκ Κρήτης καὶ ἐς Ἴνυκον Σικελῶν πόλιν ἀφικνεῖται παρὰ Κώκαλον, καὶ πολέμου παρέσχε τοῖς Σικελοῖς αἰτίαν πρὸς τοὺς Κρῆτας, ὅτι ἐξαιτοῦντος Μίνω μὴ πρόοιτο αὐτὸν ὁ Κώκαλος·
しかし、ミーノースによって不義の罪を宣告され、息子とともに投獄されると、クレータから脱出して、シケリアの都市イニュコスにおけるコーカロスのところへ至った。 そして、ミーノースの引き渡し要求に対してコーカロスが彼を渡さなかったため、シケリア人に対してクレータ人との戦争の原因を提供した。
καὶ ἐς τοσοῦτο ὑπὸ τοῦ Κωκάλου τῶν θυγατέρων ἐσπουδάσθη κατὰ τὴν τέχνην, ὡς καὶ θάνατον τῷ Μίνῳ βουλεῦσαι τὰς γυναῖκας ἐς χάριν Δαιδάλου.
彼はコーカロスの娘たちから、その技術のゆえに非常に気に入られたため、女たちはダイダロスの恩義に報いるために、ミーノースの死さえも謀った。
§7.4.7δῆλά τε ὡς ἀνὰ πᾶσαν μὲν τὴν Σικελίαν, ἐπὶ πλεῖστον δὲ καὶ Ἰταλίας ἀφίκετο τοῦ Δαιδάλου τὸ ὄνομα.
ダイダロスの名はシケリア全土に、またイタリアの大部分にまで及んだことは明らかである。
ὁ δὲ Σμῖλις, ὅτι μὴ παρὰ Σαμίους καὶ ἐς τὴν Ἠλείαν, παρʼ ἄλλους γε οὐδένας φανερός ἐστιν ἀποδημήσας·
しかしスミーリスは、サモス人とエーリス地方へ行ったほかには、他のいかなる人々のところへも旅した形跡がない。
ἐς τούτους δὲ ἀφίκετο, καὶ τὸ ἄγαλμα ἐν Σάμῳ τῆς Ἥρας ὁ ποιήσας ἐστὶν οὗτος.
彼はこれらの人々のところへ行き、サモスのヘーラー像を作ったのもこの男である。
§7.4.8Ἴωνι δὲ τῷ ποιήσαντι τραγῳδίαν ἐστὶν ἐν τῇ συγγραφῇ τοιάδε εἰρημένα, Ποσειδῶνα ἐς τὴν νῆσον ἔρημον οὖσαν ἀφικέσθαι καὶ νύμφῃ τε ἐνταῦθα συγγενέσθαι καὶ ὑπὸ τὰς ὠδῖνας τῆς νύμφης χιόνα ἐξ οὐρανοῦ πεσεῖν ἐς τὴν γῆν, καὶ ἀπὸ τούτου Ποσειδῶνα τῷ παιδὶ ὄνομα θέσθαι Χίον·
悲劇詩人イオンの書物の中には次のように述べられている:ポセイドーンが無人の島であったこの島にやって来て、そこでニュムペーと交わり、そのニュムペーの産みの苦しみのときに天から雪が地に降り、このことからポセイドーンはその子にキオスという名を付けた。
συγγενέσθαι δὲ αὐτὸν καὶ ἑτέρᾳ νύμφῃ, καὶ γενέσθαι οἱ παῖδας Ἄγελόν τε καὶ Μέλανα·
また彼は別のニュムペーとも交わり、彼にアゲロスとメラスという子らが生まれた。
ἀνὰ χρόνον δὲ καὶ Οἰνοπίωνα ἐς τὴν Χίον κατᾶραι ναυσὶν ἐκ Κρήτης, ἕπεσθαι δέ οἱ καὶ τοὺς παῖδας Τάλον καὶ Εὐάνθην καὶ Μέλανα καὶ Σάλαγόν τε καὶ Ἀθάμαντα.
のちにオイノピオーンもまた、クレータから船でキオスに到着したが、その子らであるタロス、エウアンテース、メラス、サラゴス、アタマースも彼に付き従った。
§7.4.9ἀφίκοντο δὲ καὶ Κᾶρες ἐς τὴν νῆσον ἐπὶ τῆς Οἰνοπίωνος βασιλείας καὶ Ἄβαντες ἐξ Εὐβοίας.
オイノピオーンの治世中には、カリア人たち、またエウボイアからのアバンテス人たちも島にやって来た。
Οἰνοπίωνος δὲ καὶ τῶν παίδων ἔλαβεν ὕστερον Ἄμφικλος τὴν ἀρχήν·
オイノピオーンとその子らののち、アムピクロスが支配権を握った。
ἀφίκετο δὲ ἐξ Ἱστιαίας ὁ Ἄμφικλος τῆς ἐν Εὐβοίᾳ κατὰ μάντευμα ἐκ Δελφῶν.
アムピクロスは、デルポイからの神託に従って、エウボイアのヒスティアイアからやって来た。
Ἕκτωρ δὲ ἀπὸ Ἀμφίκλου τετάρτῃ γενεᾷ— βασιλείαν γὰρ ἔσχε καὶ οὗτος—ἐπολέμησεν Ἀβάντων καὶ Καρῶν τοῖς οἰκοῦσιν ἐν τῇ νήσῳ, καὶ τοὺς μὲν ἀπέκτεινεν ἐν ταῖς μάχαις, τοὺς δὲ ἀπελθεῖν ἠνάγκασεν ὑποσπόνδους.
アムピクロスから四代目のヘクトール(彼もまた王位に就いた)は、島に住んでいたアバンテス人とカリア人に対して戦争を行い、ある者を戦いで殺し、他の者を協定の下で立ち退かせた。
§7.4.10γενομένης δὲ ἀπαλλαγῆς πολέμου Χίοις, ἀφικέσθαι τηνικαῦτα ἐς μνήμην Ἕκτορι ὡς σφᾶς καὶ Ἴωσι δέοι συνθύειν ἐς Πανιώνιον·
キオス人に戦争からの解放がもたらされたとき、その時になってヘクトールに、自分たちもイオニア人とともにパニオニオンへ行って共に犠牲を捧げるべきであるという考えが思い浮かんだ。
τρίποδα δὲ ἆθλον λαβεῖν αὐτὸν ἐπὶ ἀνδραγαθίᾳ παρὰ τοῦ κοινοῦ φησι τοῦ Ἰώνων.
そして彼は、自身の勇敢さに対して、イオニア人の共同体から賞品として三脚釜を受け取ったとイオンは言っている。
τοσαῦτα εἰρηκότα ἐς Χίους Ἴωνα εὕρισκον· οὐ μέντοι ἐκεῖνό γε εἴρηκε, καθʼ ἥντινα αἰτίαν Χῖοι τελοῦσιν ἐς Ἴωνας.
私はキオス人に関してイオンがこれほどのことを述べているのを見出したが、キオス人がどのような理由でイオニア人の列に加わっているかについては、彼は述べていない。