Humanitext Reader

保萨尼亚斯 · 希腊志 §7.5.1-7.5.7

斯米尔纳的重建与伊奥尼亚的著名神庙

第 265 段,共 465 段 · 希腊语

内容简介

本章节讲述了伊奥尼亚人夺取斯米尔纳以及亚历山大大帝重建该城的传说,随后介绍了伊米尼亚地区著名的神庙,特别是埃里特莱伊中乘木筏而来的埃及风格赫拉克勒斯神像的传奇故事。

§7.5.1Σμύρναν δὲ ἐν ταῖς δώδεκα πόλεσιν οὖσαν Αἰολέων καὶ οἰκουμένην τῆς χώρας, καθʼ ἃ καὶ ἐς ἐμὲ ἔτι πόλιν καλοῦσιν ἀρχαίαν, Ἴωνες ἐκ Κολοφῶνος ὁρμηθέντες ἀφελόμενοι τοὺς Αἰολεῖς ἔσχον· χρόνῳ δὲ ὕστερον καὶ Ἴωνες μετέδοσαν Σμυρναίοις τοῦ ἐν Πανιωνίῳ συλλόγου.
斯米尔纳曾属于埃奥利斯人的十二座城市之一,坐落于该地区中甚至到我这个时代人们仍称之为“古城”的地方,从科洛丰出发的伊奥尼亚人从埃奥利斯人手中夺取并占领了它;但后来,伊奥尼亚人也让斯米尔纳人分享了帕尼翁尼亚的集会。
Ἀλέξανδρος δὲ ὁ Φιλίππου τῆς ἐφʼ ἡμῶν πόλεως ἐγένετο οἰκιστὴς κατʼ ὄψιν ὀνείρατος·
腓力之子亚历山大因为梦中的启示,成为了我们这个时代这座城市的创建者。
§7.5.2Ἀλέξανδρον γὰρ θηρεύοντα ἐν τῷ ὄρει τῷ Πάγῳ, ὡς ἐγένετο ἀπὸ τῆς θήρας, ἀφικέσθαι πρὸς Νεμέσεων λέγουσιν ἱερόν, καὶ πηγῇ τε ἐπιτυχεῖν αὐτὸν καὶ πλατάνῳ πρὸ τοῦ ἱεροῦ, πεφυκυίᾳ δὲ ἐπὶ τοῦ ὕδατος.
因为据说亚历山大在帕戈斯山上狩猎,当他结束狩猎时,来到了复仇女神们的圣所,并且在圣所前发现了一处泉水和一棵生长在水边的悬铃木。
καὶ ὑπὸ τῇ πλατάνῳ καθεύδοντι κελεύειν φασὶν αὐτῷ τὰς Νεμέσεις ἐπιφανείσας πόλιν ἐνταῦθα οἰκίζειν καὶ ἄγειν ἐς αὐτὴν Σμυρναίους ἀναστήσαντα ἐκ τῆς προτέρας·
据说当他在悬铃木下睡觉时,复仇女神们显现并命令他在此处建城,并将斯米尔纳人从先前的城市迁出,带到这里来。
§7.5.3ἀποστέλλουσιν οὖν ἐς Κλάρον θεωροὺς οἱ Σμυρναῖοι περὶ τῶν παρόντων σφίσιν ἐρησομένους, καὶ αὐτοῖς ἔχρησεν ὁ θεός· " τρὶς μάκαρες κεῖνοι καὶ τετράκις ἄνδρες ἔσονται, οἳ Πάγον οἰκήσουσι πέρην ἱεροῖο Μέλητος.
因此,斯米尔纳人向克拉罗斯派出使者,询问他们眼前的情况,神向他们降下如此的神谕: “居住在神圣的梅莱斯河彼岸的帕戈斯山上的那些人们,将获得三倍乃至四倍的福祉。
" οὕτω μετῳκίσαντο ἐθελονταὶ καὶ δύο Νεμέσεις νομίζουσιν ἀντὶ μιᾶς καὶ μητέρα αὐταῖς φασιν εἶναι Νύκτα, ἐπεὶ Ἀθηναῖοί γε τῇ ἐν Ῥαμνοῦντι θεῷ πατέρα λέγουσιν εἶναι Ὠκεανόν.
” 于是他们自愿迁徙,并且崇拜两位复仇女神而非一位,还说她们的母亲是黑夜,而雅典人则说拉姆努斯的女神之父是俄刻阿诺斯。
§7.5.4Ἴωσι δὲ ἔχει μὲν ἐπιτηδειότατα ὡρῶν κράσεως ἡ χώρα, ἔχει δὲ καὶ ἱερὰ οἷα οὐχ ἑτέρωθι, πρῶτον μὲν τὸ τῆς Ἐφεσίας μεγέθους τε ἕνεκα καὶ ἐπὶ τῷ ἄλλῳ πλούτῳ, δύο δὲ οὐκ ἐξειργασμένα Ἀπόλλωνος, τό τε ἐν Βραγχίδαις τῆς Μιλησίας καὶ ἐν Κλάρῳ τῇ Κολοφωνίων.
对于伊奥尼亚人而言,他们的土地在气候温和方面处于最适宜的状态,并且还拥有他处无可比拟的神庙:首先是由于规模和其财富而闻名的雅弗苏斯的女神之神庙,以及两座尚未完工的阿波罗神庙,一座在米利都领地的布兰奇代,另一座在科洛丰人领地的克拉罗斯。
δύο δὲ ἄλλους ἐν Ἰωνίᾳ ναοὺς ἐπέλαβεν ὑπὸ Περσῶν κατακαυθῆναι, τόν τε ἐν Σάμῳ τῆς Ἥρας καὶ ἐν Φωκαίᾳ τῆς Ἀθηνᾶς· θαῦμα δὲ ὅμως ἦσαν καὶ ὑπὸ τοῦ πυρὸς λελυμασμένοι.
而伊奥尼亚的另外两座神庙则遭遇了被波斯人烧毁的命运:萨摩斯的赫拉神庙和福凯亚的雅典娜神庙;然而,即使遭到大火的破坏,它们依然令人惊叹。
§7.5.5ἡσθείης δʼ ἂν καὶ τῷ ἐν Ἐρυθραῖς Ἡρακλείῳ καὶ Ἀθηνᾶς τῷ ἐν Πριήνῃ ναῷ, τούτῳ μὲν τοῦ ἀγάλματος ἕνεκα, Ἡρακλείῳ δὲ τῷ ἐν Ἐρυθραῖς κατὰ ἀρχαιότητα·
人们也会对埃里特莱伊的赫拉克勒斯神庙以及普里埃内的雅典娜神庙感到由衷赞叹——对后者是因为其神像,对埃里特莱伊的赫拉克勒斯神庙则是由于其古老。
τὸ δὲ ἄγαλμα οὔτε τοῖς καλουμένοις Αἰγιναίοις οὔτε τῶν Ἀττικῶν τοῖς ἀρχαιοτάτοις ἐμφερές, εἰ δέ τι καὶ ἄλλο, ἀκριβῶς ἐστιν Αἰγύπτιον.
其神像既不像所谓的埃伊纳风格,也不像最古老的雅典风格,但如果说它像其他任何东西,它确确实实是埃及式的。
σχεδία γὰρ ἦν ξύλων, καὶ ἐπʼ αὐτῇ ὁ θεὸς ἐκ Τύρου τῆς Φοινίκης ἐξέπλευσε· καθʼ ἥντινα δὲ αἰτίαν, οὐδὲ αὐτοὶ τοῦτο οἱ Ἐρυθραῖοι λέγουσιν.
因为有一只木筏,而神乘着它从腓尼基的提尔出海;但究竟因为何种原因,甚至埃里特莱伊人自己也没有说明。
§7.5.6ὡς δὲ ἐς τὴν θάλασσαν ἀφίκετο ἡ σχεδία τὴν Ἰώνων, φασὶν αὐτὴν ὁρμίσασθαι πρὸς ἄκρᾳ καλουμένῃ Μεσάτῃ· ἡ δὲ ἔστι μὲν τῆς ἠπείρου, τοῖς δὲ ἐκ τοῦ Ἐρυθραίων λιμένος ἐς νῆσον τὴν Χίων πλέουσι τοῦτό ἐστι μεσαίτατον.
当木筏抵达伊奥尼亚人的海域时,据说它在被称为梅萨特的岬角附近停泊;该岬角位于大陆上,对于从埃里特莱伊人港口乘船前往希奥斯岛的人来说,这里正好是正中间。
ἐπεὶ δὲ ἡ σχεδία κατὰ τὴν ἄκραν ἔσχεν, ἐνταῦθα πολὺν μὲν οἱ Ἐρυθραῖοι πόνον, οὐκ ἐλάσσονα δὲ ἔσχον οἱ Χῖοι ποιούμενοι σπουδὴν παρὰ σφᾶς καταγαγεῖν ἑκάτεροι τὸ ἄγαλμα·
当木筏停靠在岬角时,埃里特莱伊人付出了极大的努力,而希奥斯人也表现出不相上下的热忱,双方都渴望将神像迎回自己身边。
§7.5.7τέλος δὲ Ἐρυθραῖος ἄνθρωπος, ᾧ βίος μὲν ἦν ἀπὸ θαλάσσης γεγονὼς καὶ ἄγρας ἰχθύων, διέφθαρτο δὲ ὑπὸ νόσου τοὺς ὀφθαλμούς, ὄνομα δέ οἱ Φορμίων ἦν, οὗτος ὁ ἁλιεὺς εἶδεν ὄψιν ὀνείρατος ὡς τὰς Ἐρυθραίων γυναῖκας ἀποκείρασθαι δέοι τὰς κόμας καὶ οὕτω τοὺς ἄνδρας πλεξαμένους κάλον ἐκ τῶν τριχῶν τὴν σχεδίαν παρὰ σφᾶς κατάξειν.
最终,一个以海和捕鱼为生的埃里特莱伊人,他因病双眼失明,名叫福尔米翁——这位渔夫在梦中看到了启示,称埃里特莱伊的妇女们必须剪掉她们的头发,而男子们用这些头发编成绳索,这样就能将木筏拉到他们身边。
αἱ μὲν δὴ ἀσταὶ τῶν γυναικῶν οὐδαμῶς ὑπακούειν τῷ ὀνείρατι ἐβούλοντο·
然而,城里的女公民们绝不愿意听从这个梦。

词汇与语法注释

  1. 7.5.1καθʼ ἃ — 关系代名词中性宾格复数形式,与介词 κατά 连用,意为“按照其情况”或“在这些地方”。此处指代以前埃奥利斯人的定居区域中,在保萨尼亚斯时代仍被称为“古城”的部分。
  2. 7.5.4Ἴωσι δὲ ἔχει μὲν ἐπιτηδειότατα ὡρῶν κράσεως ἡ χώρα — 动词 ἔχω 的不及物动词用法,意为“处于某种状态”,主语为 ἡ χώρα(土地)。与格 Ἴωσι 是关系与格(“对于伊奥尼亚人而言”)。属格 κράσεως 意为“温和、调和”,修饰最高级形容词 ἐπιτηδειότατα(“在气候温和方面处于最适宜的状态”)。
  3. 7.5.5εἰ δέ τι καὶ ἄλλο — 含有省略的惯用插入语,意为“如果(它)真的像其他任何东西”。在此处用来修饰关于该神像具有埃及风格的判定,意指如果非要拿它与其他风格相比,那它绝对是埃及式的。

引用这一段

保萨尼亚斯, 希腊志 §7.5.1-7.5.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.5.1-7.5.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。