§7.3.6Τέων δὲ ᾤκουν μὲν Ὀρχομένιοι Μινύαι σὺν Ἀθάμαντι ἐς αὐτὴν ἐλθόντες·
テオスには、アタマースとともにそこへやって来たオルコメノスのミニュアース人たちが住んでいた。
λέγεται δὲ ὁ Ἀθάμας οὗτος ἀπόγονος Ἀθάμαντος εἶναι τοῦ Αἰόλου.
このアタマースはアイオロスの子アタマースの末裔であると言われている。
ἀναμεμιγμένοι μὲν τῷ Ἑλληνικῷ καὶ ἐνταῦθα ἦσαν οἱ Κᾶρες·
ここでもカリア人たちがギリシア人と混じり合って住んでいた。
ἐσήγαγε δὲ Ἴωνας ἐς τὴν Τέων Ἄποικος ἀπόγονος Μελάνθου τέταρτος, ὃς τοῖς Ὀρχομενίοις οὐδὲ τοῖς Τηίοις νεώτερον ἐβούλευσεν οὐδέν.
しかし、メラントスの四代目の子孫であるアポイコスが、イオーン人をテオスへと導き入れたが、彼はオルコメノス人に対してもテオス人に対しても、いかなる革新も企てなかった。
ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον ἔκ τε Ἀθηναίων καὶ ἐκ Βοιωτίας ἀφίκοντο ἄνδρες·
数年ののち、アテーナイ人たちとボイオーティアから人々が到着した。
ἡγοῦντο δὲ τοῦ μὲν Ἀττικοῦ Δάμασος καὶ Νάοκλος Κόδρου παῖδες, τῶν δὲ Βοιωτῶν Γέρης Βοιωτός·
アッティカ勢を率いていたのはコドロスの子らであるダマソスとナオクロスであり、ボイオーティア勢を率いていたのはボイオーティア人のゲレースであった。
καὶ σφᾶς συναμφοτέρους ὅ τε Ἄποικος καὶ οἱ Τήιοι συνοίκους ἐδέξαντο.
そして、アポイコスとテオス人たちは彼ら両方を共同の居住者として受け入れた。
§7.3.7Ἐρυθραῖοι δὲ τὸ μὲν ἐξ ἀρχῆς ἀφικέσθαι σὺν Ἐρύθρῳ τῷ Ῥαδαμάνθυός φασιν ἐκ Κρήτης καὶ οἰκιστὴν τῇ πόλει γενέσθαι τὸν Ἔρυθρον·
エリュトレイア人たちは、自分たちがそもそもラダマンテュスの子エリュトロスとともにクレータからやって来て、エリュトロスがその都市の創建者となったと言っている。
ἐχόντων δὲ αὐτὴν ὁμοῦ τοῖς Κρησὶ Λυκίων καὶ Καρῶν τε καὶ Παμφύλων, Λυκίων μὲν κατὰ συγγένειαν τὴν Κρητῶν —καὶ γὰρ οἱ Λύκιοι τὸ ἀρχαῖόν εἰσιν ἐκ Κρήτης, οἳ Σαρπηδόνι ὁμοῦ ἔφυγον—, Καρῶν δὲ κατὰ φιλίαν ἐκ παλαιοῦ πρὸς Μίνω, Παμφύλων δὲ ὅτι γένους μέτεστιν Ἑλληνικοῦ καὶ τούτοις—εἰσὶ γὰρ δὴ καὶ οἱ Πάμφυλοι τῶν μετὰ ἅλωσιν Ἰλίου πλανηθέντων σὺν Κάλχαντι—, τούτων τῶν κατειλεγμένων ἐχόντων Ἐρυθράς, Κλέοπος ὁ Κόδρου συλλέξας ἐξ ἁπασῶν τῶν ἐν Ἰωνίᾳ πόλεων ὅσους δὴ παρὰ ἑκάστων ἐπεισήγαγεν Ἐρυθραίοις συνοίκους.
クレータ人たちとともにリュキア人、カリア人、さらにパムピュリア人たちがそこを領有していたが、リュキア人たちはクレータ人との親族関係のために(領有しており)――というのも、リュキア人は古くはクレータ出身であり、サルペードーンとともに逃亡した者たちだからである――、カリア人たちはミーノースに対する古くからの友好関係のためにであり、パムピュリア人たちは彼らにもギリシア人の血統が分かたれているからであった――というのも、実にパムピュリア人も、イーリオス陥落ののちにカルカースとともに彷徨った者たちの一部だからである――。 これら列挙された人々がエリュトレイを領有していたところへ、コドロスの子クレオポスが、イオーニアのすべての都市からそれぞれの都市から募った者たちを集めて、エリュトレイア人たちの共同居住者としてさらに導入した。
§7.3.8Κλαζομενίοις δὲ καὶ Φωκαεῦσι, πρὶν μὲν ἢ Ἴωνας ἐς τὴν Ἀσίαν ἐλθεῖν, οὐκ ᾠκοῦντο αἱ πόλεις·
クラゾメナイ人とポーカイア人にとっては、イオーン人がアジアにやって来る前は、それらの都市には人が住んでいなかった。
Ἰώνων δὲ ἀφικομένων μοῖρα ἐξ αὐτῶν πλανωμένη μετεπέμψατο ἡγεμόνα παρὰ Κολοφωνίων Πάρφορον, καὶ πόλιν κτίσαντες ὑπὸ τῇ Ἴδῃ τὴν μὲν οὐ μετὰ πολὺ ἐκλείπουσιν, ἐπανιόντες δὲ ἐς Ἰωνίαν Σκύππιον τῆς Κολοφωνίας ἔκτισαν.
しかしイオーン人が到着すると、彼らのうち彷徨っていた一派が、コロポーン人のもとから指導者としてパルポロスを招き寄せ、イーデー山の麓に都市を創建した。 しかし、彼らはそこを間もなく去り、イオーニアに戻ってコロポーン領のスクュッピオンを創建した。
§7.3.9ἀπελθόντες δὲ ἑκουσίως καὶ ἐκ τῆς Κολοφωνίας, οὕτω γῆν τε ἔσχον, ἣν καὶ νῦν ἔτι ἔχουσι, καὶ κατεσκευάσαντο ἐν τῇ ἠπείρῳ Κλαζομενὰς πόλιν·
そして、彼らはコロポーン領からも自発的に立ち去ると、このようにして、現在もなお領有している土地を手に入れ、大陸側にクラゾメナイの都市を建設した。
ἐς δὲ τὴν νῆσον διέβησαν δὴ κατὰ τὸ Περσῶν δέος.
しかし彼らは、ペルシア人に対する恐れのために、島へと渡った。
Ἀλέξανδρος δὲ ἀνὰ χρόνον ἔμελλεν ὁ Φιλίππου χερρόνησον Κλαζομενὰς ἐργάσεσθαι χώματι ἐς τὴν νῆσον ἐκ τῆς ἠπείρου.
しかし、のちにフィリッポスの子アレクサンドロスが、大陸から島へと堤防を築くことによって、クラゾメナイを半島にするつもりであった。
τούτων τῶν Κλαζομενίων τὸ πολὺ οὐκ Ἴωνες, Κλεωναῖοι δὲ ἦσαν καὶ ἐκ Φλιοῦντος, ὅσοι Δωριέων ἐς Πελοπόννησον κατελθόντων ἐξέλιπον τὰς πόλεις·
これらクラゾメナイ人の大部分はイオーン人ではなく、クレオーナイやプリウースの出身者たちであり、彼らはドーリア人がペロポンネーソスへと下って来たときに都市を去った者たちであった。
§7.3.10οἱ δὲ Φωκαεῖς γένος μὲν τὸ ἀνέκαθέν εἰσιν ἐκ τῆς ὑπὸ τῷ Παρνασσῷ καλουμένης καὶ ἐς ἡμᾶς ἔτι Φωκίδος, οἳ Φιλογένει καὶ Δάμωνι ὁμοῦ τοῖς Ἀθηναίοις διέβησαν ἐς τὴν Ἀσίαν.
一方、ポーカイア人は、もともとの素性としては、パルナッソス山の麓にあり今日でもなおポーキスと呼ばれている地域の出身であり、彼らはアテーナイ人のピロゲネースおよびダモーンとともにアジアへと渡った。
τὴν χώραν δὲ οὐ πολέμῳ, κατὰ δὲ ὁμολογίαν λαμβάνουσι παρὰ Κυμαίων·
そして彼らは、その土地を戦争によってではなく、協定によって、キューメー人から受け取った。
Ἰώνων δὲ οὐ δεχομένων σφᾶς ἐς Πανιώνιον πρὶν ἢ τοῦ γένους βασιλέας τοῦ Κοδριδῶν λάβωσιν, οὕτω παρὰ Ἐρυθραίων καὶ ἐκ Τέω Δεοίτην καὶ Πέρικλον λαμβάνουσι καὶ Ἄβαρτον.
しかし、彼らがコドロス家の血統の王たちを受け入れるまでは、イオーン人たちが彼らをパニオーニオンに受け入れようとしなかったので、彼らはエリュトレイ人とテオスから、デオイテース、ペリクロス、そしてアバルトスを受け入れた。