§7.3.6Τέων δὲ ᾤκουν μὲν Ὀρχομένιοι Μινύαι σὺν Ἀθάμαντι ἐς αὐτὴν ἐλθόντες· λέγεται δὲ ὁ Ἀθάμας οὗτος ἀπόγονος Ἀθάμαντος εἶναι τοῦ Αἰόλου.
在忒奥斯,居住着与阿塔马斯一同来到该地的奥尔霍迈诺斯的弥倪阿斯人;据说这位阿塔马斯是埃俄罗斯之子阿塔马斯的后代。
ἀναμεμιγμένοι μὲν τῷ Ἑλληνικῷ καὶ ἐνταῦθα ἦσαν οἱ Κᾶρες·
在此地,卡里亚人也与希腊人混居。
ἐσήγαγε δὲ Ἴωνας ἐς τὴν Τέων Ἄποικος ἀπόγονος Μελάνθου τέταρτος, ὃς τοῖς Ὀρχομενίοις οὐδὲ τοῖς Τηίοις νεώτερον ἐβούλευσεν οὐδέν.
黑兰托斯的第四代子孙阿波伊科斯将伊翁人带入忒奥斯,他没有对奥尔霍迈诺斯人或忒奥斯人策划任何不利的变革。
ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον ἔκ τε Ἀθηναίων καὶ ἐκ Βοιωτίας ἀφίκοντο ἄνδρες· ἡγοῦντο δὲ τοῦ μὲν Ἀττικοῦ Δάμασος καὶ Νάοκλος Κόδρου παῖδες, τῶν δὲ Βοιωτῶν Γέρης Βοιωτός· καὶ σφᾶς συναμφοτέρους ὅ τε Ἄποικος καὶ οἱ Τήιοι συνοίκους ἐδέξαντο.
没过多少年,来自雅典和波奥蒂亚的人们到达了此地;领引阿提卡人的是科德鲁斯之子达马索斯和纳奥克洛斯,而领引波奥蒂亚人的是波奥蒂亚人盖雷斯;阿波伊科斯和忒奥斯人将他们双方都接纳为共同的居住者。
§7.3.7Ἐρυθραῖοι δὲ τὸ μὲν ἐξ ἀρχῆς ἀφικέσθαι σὺν Ἐρύθρῳ τῷ Ῥαδαμάνθυός φασιν ἐκ Κρήτης καὶ οἰκιστὴν τῇ πόλει γενέσθαι τὸν Ἔρυθρον·
厄里特赖人说,他们起初是与拉达曼迪斯之子厄里特罗斯一同从克里特岛来到这里,并且厄里特罗斯成为了该城的创建者。
ἐχόντων δὲ αὐτὴν ὁμοῦ τοῖς Κρησὶ Λυκίων καὶ Καρῶν τε καὶ Παμφύλων, Λυκίων μὲν κατὰ συγγένειαν τὴν Κρητῶν —καὶ γὰρ οἱ Λύκιοι τὸ ἀρχαῖόν εἰσιν ἐκ Κρήτης, οἳ Σαρπηδόνι ὁμοῦ ἔφυγον—, Καρῶν δὲ κατὰ φιλίαν ἐκ παλαιοῦ πρὸς Μίνω, Παμφύλων δὲ ὅτι γένους μέτεστιν Ἑλληνικοῦ καὶ τούτοις—εἰσὶ γὰρ δὴ καὶ οἱ Πάμφυλοι τῶν μετὰ ἅλωσιν Ἰλίου πλανηθέντων σὺν Κάλχαντι—, τούτων τῶν κατειλεγμένων ἐχόντων Ἐρυθράς, Κλέοπος ὁ Κόδρου συλλέξας ἐξ ἁπασῶν τῶν ἐν Ἰωνίᾳ πόλεων ὅσους δὴ παρὰ ἑκάστων ἐπεισήγαγεν Ἐρυθραίοις συνοίκους.
当时,吕基亚人、卡里亚人以及潘菲利亚人与克里特人一同占领着此地——吕基亚人是由于与克里特人的亲缘关系(因为吕基亚人自古来自克里特,是与萨尔珀冬一同逃亡的人),卡里亚人是由于自古以来与米诺斯的友好关系,而潘菲利亚人则是由于他们也分有希腊人的血统(因为潘菲利亚人确实属于在伊利乌斯陷落后与卡尔卡斯一同漂泊的人)——在这些被列举的人占领厄里特赖时,科德鲁斯之子克莱奥波斯从伊奥尼亚的所有城市中收集了从各城募得的人,并将他们作为共同居住者进一步引入厄里特赖。
§7.3.8Κλαζομενίοις δὲ καὶ Φωκαεῦσι, πρὶν μὲν ἢ Ἴωνας ἐς τὴν Ἀσίαν ἐλθεῖν, οὐκ ᾠκοῦντο αἱ πόλεις·
对于克拉佐门奈人和福凯亚人而言,在伊翁人来到亚洲之前,他们的城市尚未有人居住。
Ἰώνων δὲ ἀφικομένων μοῖρα ἐξ αὐτῶν πλανωμένη μετεπέμψατο ἡγεμόνα παρὰ Κολοφωνίων Πάρφορον, καὶ πόλιν κτίσαντες ὑπὸ τῇ Ἴδῃ τὴν μὲν οὐ μετὰ πολὺ ἐκλείπουσιν, ἐπανιόντες δὲ ἐς Ἰωνίαν Σκύππιον τῆς Κολοφωνίας ἔκτισαν.
但当伊翁人到达后,他们中漂泊的一支从科洛丰人那里召来帕尔福罗斯作为领袖,并在伊达山下建立了一座城市,但不久后他们便废弃了该城,返回伊奥尼亚后,他们在科洛丰领地内建立了斯居庇翁。
§7.3.9ἀπελθόντες δὲ ἑκουσίως καὶ ἐκ τῆς Κολοφωνίας, οὕτω γῆν τε ἔσχον, ἣν καὶ νῦν ἔτι ἔχουσι, καὶ κατεσκευάσαντο ἐν τῇ ἠπείρῳ Κλαζομενὰς πόλιν· ἐς δὲ τὴν νῆσον διέβησαν δὴ κατὰ τὸ Περσῶν δέος.
在自愿离开科洛丰领地后,他们就这样获得了至今仍占有的土地,并在大陆上建设了克拉佐门奈城;然而,由于对波斯人的恐惧,他们渡海到了岛上。
Ἀλέξανδρος δὲ ἀνὰ χρόνον ἔμελλεν ὁ Φιλίππου χερρόνησον Κλαζομενὰς ἐργάσεσθαι χώματι ἐς τὴν νῆσον ἐκ τῆς ἠπείρου.
在一段时间后,腓力之子亚历山大将通过从大陆到该岛的堤坝,使克拉佐门奈成为半岛。
τούτων τῶν Κλαζομενίων τὸ πολὺ οὐκ Ἴωνες, Κλεωναῖοι δὲ ἦσαν καὶ ἐκ Φλιοῦντος, ὅσοι Δωριέων ἐς Πελοπόννησον κατελθόντων ἐξέλιπον τὰς πόλεις·
这些克拉佐门奈人中的大部分不是伊翁人,而是克莱奥奈和弗利乌斯的居民,他们在多里亚人回到伯罗奔尼撒时离开了自己的城市。
§7.3.10οἱ δὲ Φωκαεῖς γένος μὲν τὸ ἀνέκαθέν εἰσιν ἐκ τῆς ὑπὸ τῷ Παρνασσῷ καλουμένης καὶ ἐς ἡμᾶς ἔτι Φωκίδος, οἳ Φιλογένει καὶ Δάμωνι ὁμοῦ τοῖς Ἀθηναίοις διέβησαν ἐς τὴν Ἀσίαν.
福凯亚人自古以来的起源,是来自帕纳塞斯山下至今仍被称为福基斯的地区,他们与雅典人一同在菲洛革涅斯和达蒙的带领下渡海来到亚洲。
τὴν χώραν δὲ οὐ πολέμῳ, κατὰ δὲ ὁμολογίαν λαμβάνουσι παρὰ Κυμαίων· Ἰώνων δὲ οὐ δεχομένων σφᾶς ἐς Πανιώνιον πρὶν ἢ τοῦ γένους βασιλέας τοῦ Κοδριδῶν λάβωσιν, οὕτω παρὰ Ἐρυθραίων καὶ ἐκ Τέω Δεοίτην καὶ Πέρικλον λαμβάνουσι καὶ Ἄβαρτον.
他们不是通过战争,而是通过协定从库墨人那里获得土地的;但由于伊翁人拒绝接纳他们加入帕尼翁尼亚,直到他们从科德鲁斯家族的后裔中迎立国王,于是他们从厄里特赖人和忒奥斯迎来了德奥伊特斯、佩里克洛斯和阿巴尔托斯。