§7.3.1Κολοφώνιοι δὲ τὸ μὲν ἱερὸν τὸ ἐν Κλάρῳ καὶ τὸ μαντεῖον ἐκ παλαιοτάτου γενέσθαι νομίζουσιν·
一方、コロポーン人たちは、クラロスにある神殿と神託所が極めて古い時代から存在していると信じている。
ἐχόντων δὲ ἔτι τὴν γῆν Καρῶν ἀφικέσθαι φασὶν ἐς αὐτὴν πρώτους τοῦ Ἑλληνικοῦ Κρῆτας, Ῥάκιον καὶ ὅσον εἵπετο ἄλλο τῷ Ῥακίῳ πλῆθος, ἔχον τὰ ἐπὶ θαλάσσῃ καὶ ναυσὶν ἰσχῦον·
彼らが言うには、カリア人たちがまだその土地を領有していたときに、ギリシア人のうちで最初にそこへ到着したのはクレータ人たちであり、それはラキオスと、ラキオスにつき従っていた他の大勢の群衆であって、彼らは海辺の地域を領有し、船団によって強力であった。
τῆς δὲ χώρας τὴν πολλὴν ἐνέμοντο ἔτι οἱ Κᾶρες.
しかし、その地方の大部分は依然としてカリア人たちが領有していた。
Θερσάνδρου δὲ τοῦ Πολυνείκους καὶ Ἀργείων ἑλόντων Θήβας ἄλλοι τε αἰχμάλωτοι καὶ ἡ Μαντὼ τῷ Ἀπόλλωνι ἐκομίσθησαν ἐς Δελφούς·
ポリュネイケースの子テルサンドロスとアルゴス勢がテーバイを攻略したとき、他の捕虜たちとともにマントーが、アポローンへの捧げ物としてデルポイへと連れて行かれた。
Τειρεσίαν δὲ κατὰ τὴν πορείαν τὸ χρεὼν ἐπέλαβεν ἐν τῇ Ἁλιαρτίᾳ.
しかし、テイレイシアースは、道中、ハリアルトス領内で死の運命に捕らえられた。
§7.3.2ἐκπέμψαντος δὲ σφᾶς ἐς ἀποικίαν τοῦ θεοῦ, περαιοῦνται ναυσὶν ἐς τὴν Ἀσίαν, καὶ ὡς κατὰ τὴν Κλάρον ἐγένοντο, ἐπεξίασιν αὐτοῖς οἱ Κρῆτες μετὰ ὅπλων καὶ ἀνάγουσιν ὡς τὸν Ῥάκιον·
神が彼らを植民へと送り出したので、彼らは船でアジアへと渡り、クラロスのあたりに来たとき、クレータ人たち武装して彼らを迎え撃ち、ラキオスのところへと連行した。
ὁ δὲ—μανθάνει γὰρ παρὰ τῆς Μαντοῦς οἵτινές τε ἀνθρώπων ὄντες καὶ κατὰ αἰτίαν ἥντινα ἥκουσι— λαμβάνει μὲν γυναῖκα τὴν Μαντώ, ποιεῖται δὲ καὶ τοὺς σὺν αὐτῇ συνοίκους.
しかし彼(ラキオス)は――というのも、彼はマントーから、彼らがどのような人々であり、どのような理由でやって来たのかを聞き知ったからである――マントーを妻に迎え、彼女を伴っていた人々をも共同の移住者とした。
Μόψος δὲ ὁ Ῥακίου καὶ Μαντοῦς καὶ τὸ παράπαν τοὺς Κᾶρας ἐξέβαλεν ἐκ τῆς γῆς.
そしてラキオスとマントーの子モプソスは、カリア人をその地から完全に追放した。
§7.3.3Ἴωνες δὲ ὅρκους ποιησάμενοι πρὸς τοὺς ἐν Κολοφῶνι Ἕλληνας συνεπολιτεύοντο, οὐδὲν ἔχοντες πλέον·
イオーン人たちは、コロポーンにいるギリシア人たちと誓いを交わして共同の市民組織を作ったが、いかなる特権も持たなかった。
βασιλείαν δὲ Ἰώνων ἡγεμόνες Δαμασίχθων λαμβάνει καὶ Πρόμηθος Κόδρου παῖδες.
イオーン人の王位は、指導者たちであったコドロスの子ら、ダマシクトーンとプロメーテウスが手に入れた。
Πρόμηθος δὲ ὕστερον τὸν ἀδελφὸν Δαμασίχθονα ἀποκτείνας ἔφυγεν ἐς Νάξον, καὶ ἀπέθανε μὲν αὐτόθι ἐν τῇ Νάξῳ, τὸν νεκρὸν δὲ οἴκαδε ἀπαχθέντα κατεδέξαντο οἱ Δαμασίχθονοε παῖδες·
しかしプロメーテウスは後に、兄弟のダマシクトーンを殺害してナクソスへと逃亡し、そこ、ナクソスで死亡した。 遺体が故郷へと送り返されると、ダマシクトーンの子らがそれを受け入れた。
καὶ ἔνθα ὁ τοῦ Προμήθου τάφος, Πολυτειχίδες ὄνομά ἐστι τῷ χωρίῳ.
そしてプロメーテウスの墓がある場所は、ポリュテイキデスという名で呼ばれている。
§7.3.4Κολοφωνίοις δὲ ὅπως μὲν τὴν πόλιν συνέπεσεν ἐρημωθῆναι, προεδήλωσέ μοι τοῦ λόγου τὰ ἐς Λυσίμαχον·
コロポーン人たちにとって、いかにしてその都市が荒廃するに至ったかについては、私の叙述のうちリュシマコスに関する部分がすでに明らかにしている。
ἐμαχέσαντο δὲ Λυσιμάχῳ καὶ Μακεδόσι Κολοφώνιοι τῶν ἀνοικισθέντων ἐς Ἔφεσον μόνοι, τοῖς δὲ ἀποθανοῦσιν ἐν τῇ μάχῃ Κολοφωνίων τε αὐτῶν καὶ Σμυρναίων ἐστὶν ὁ τάφος ἰόντι ἐς Κλάρον ἐν ἀριστερᾷ τῆς ὁδοῦ.
エペソスへ強制移住させられた人々のうち、リュシマコスおよびマケドニア勢と戦ったのはコロポーン人だけであった。 そしてその戦闘で戦死したコロポーン人自身とスミュルナ人たちの墓は、クラロスへ行く途中の道路の左手にある。
§7.3.5Λεβεδίοις δὲ ἐποίησε μὲν Λυσίμαχος ἀνάστατον τὴν πόλιν, ἵνα δὴ συντέλεια ἐς μέγεθος τῇ Ἐφέσῳ γένοιτο·
レベドス人に対しては、リュシマコスがその都市を破壊して住民を追い払った。 これは、エペソスを拡大するために彼らをそちらに統合するためであった。
χώρα δέ σφισιν ἔς τε τὰ λοιπά ἐστιν εὐδαίμων καὶ λουτρὰ παρέχεται θερμὰ πλεῖστα τῶν ἐπὶ θαλάσσῃ καὶ ἥδιστα.
彼らの土地は他の点でも豊かであり、また、海辺にあるもののうちで最も数が多く、最も心地よい温泉を提供している。
τὸ δὲ ἐξ ἀρχῆς καὶ τὴν Λέβεδον ἐνέμοντο οἱ Κᾶρες, ἐς ὃ Ἀνδραίμων σφᾶς ὁ Κόδρου καὶ Ἴωνες ἐλαύνουσι.
もともとはレベドスをもカリア人が領有していたが、ついにコドロスの子アンドライモーンとイオーン人たちが彼らを駆逐した。
τῷ δὲ Ἀνδραίμονι ὁ τάφος ἐκ Κολοφῶνος ἰόντι ἐστὶν ἐν ἀριστερᾷ τῆς ὁδοῦ, διαβάντι τὸν Καλάοντα ποταμόν.
アンドライモーンの墓は、コロポーンから行く途中の道路の左手にあり、カラオーン川を渡ったところにある。