§7.2.7οὐ μὴν πάντα γε τὰ ἐς τὴν θεὸν ἐπύθετο ἐμοὶ δοκεῖν Πίνδαρος, ὃς Ἀμαζόνας τὸ ἱερὸν ἔφη τοῦτο ἱδρύσασθαι στρατευομένας ἐπὶ Ἀθήνας τε καὶ Θησέα.
ピンダロスは、私の考えでは、この女神に関するすべてのことを聞き知っていたわけではない。 彼は、アマゾーンたちがアテーナイおよびテーセウスに対して遠征した際にこの神殿を創建したと述べたのである。
αἱ δὲ ἀπὸ Θερμώδοντος γυναῖκες ἔθυσαν μὲν καὶ τότε τῇ Ἐφεσίᾳ θεῷ, ἅτε ἐπιστάμεναι ἐκ παλαιοῦ τὸ ἱερόν, καὶ ἡνίκα Ἡρακλέα ἔφυγον, αἱ δὲ καὶ Διόνυσον τὰ ἔτι ἀρχαιότερα, ἱκέτιδες ἐνταῦθα ἐλθοῦσαι·
しかし、テルモードーン川からの女性たちは、古くからその神殿を知っていたので、その時にもエペソスの女神に犠牲を捧げたし、またヘーラクレースから逃れた時にも、あるいはさらに古い時代に、ある者たちはディオニュソスから逃れて嘆願者としてここに来た時にもそうしたのであった。
οὐ μὴν ὑπὸ Ἀμαζόνων γε ἱδρύθη, Κόρησος δὲ αὐτόχθων καὶ Ἔφεσος—Καΰστρου δὲ τοῦ ποταμοῦ τὸν Ἔφεσον παῖδα εἶναι νομίζουσιν—, οὗτοι τὸ ἱερόν εἰσιν οἱ ἱδρυσάμενοι, καὶ ἀπὸ τοῦ Ἐφέσου τὸ ὄνομά ἐστι τῇ πόλει.
しかし、神殿がアマゾーンたちによって創建されたわけではなく、土着のコレーソスとエペソス(彼らはエペソスをカイユストロス川の息子だと信じているが)――これらこそが神殿を創建した者たちであり、都市の名前はエペソスに由来しているのである。
§7.2.8Λέλεγες δὲ τοῦ Καρικοῦ μοῖρα καὶ Λυδῶν τὸ πολὺ οἱ νεμόμενοι τὴν χώραν ἦσαν·
その地方を領有していたのは、カリア人の一部であるレレゲス人と、その大部分を占めるリュディア人であった。
ᾤκουν δὲ καὶ περὶ τὸ ἱερὸν ἄλλοι τε ἱκεσίας ἕνεκα καὶ γυναῖκες τοῦ Ἀμαζόνων γένους.
また、神殿の周囲には、嘆願のため集まった他の人々や、アマゾーンの血を引く女性たちも住んでいた。
Ἄνδροκλος δὲ ὁ Κόδρου—οὗτος γὰρ δὴ ἀπεδέδεικτο Ἰώνων τῶν ἐς Ἔφεσον πλευσάντων βασιλεύς—Λέλεγας μὲν καὶ Λυδοὺς τὴν ἄνω πόλιν ἔχοντας ἐξέβαλεν ἐκ τῆς χώρας·
コドロスの子アンドロクロス――彼こそがエペソスへ航海したイオーン人たちの王に任命されていたのだが――は、山の手の都市を占拠していたレレゲス人とリュディア人をその地から追放した。
τοῖς δὲ περὶ τὸ ἱερὸν οἰκοῦσι δεῖμα ἦν οὐδέν, ἀλλὰ Ἴωσιν ὅρκους δόντες καὶ ἀνὰ μέρος παρʼ αὐτῶν λαβόντες ἐκτὸς ἦσαν πολέμου.
しかし、神殿の周囲に住む人々には何の恐れもなく、彼らはイオーン人たちと誓いを交わし、自らも誓いを受け取って、戦争の枠外にとどまった。
ἀφείλετο δὲ καὶ Σάμον Ἄνδροκλος Σαμίους, καὶ ἔσχον Ἐφέσιοι χρόνον τινὰ Σάμον καὶ τὰς προσεχεῖς νήσους·
アンドロクロスはサモス人からサモスをも奪い取り、エペソス人はしばらくの間サモスと近隣の島々を領有した。
§7.2.9Σαμίων δὲ ἤδη κατεληλυθότων ἐπὶ τὰ οἰκεῖα Πριηνεῦσιν ἤμυνεν ἐπὶ τοὺς Κᾶρας ὁ Ἄνδροκλος, καὶ νικῶντος τοῦ Ἑλληνικοῦ ἔπεσεν ἐν τῇ μάχῃ.
しかし、サモス人たちがすでに自らの土地へ帰還していたとき、アンドロクロスはプリエーネー人たちを助けてカリア人たちと戦ったが、ギリシア勢が勝利している最中に、彼は戦闘で命を落とした。
Ἐφέσιοι δὲ ἀνελόμενοι τοῦ Ἀνδρόκλου τὸν νεκρὸν ἔθαψαν τῆς σφετέρας ἔνθα δείκνυται καὶ ἐς ἐμὲ ἔτι τὸ μνῆμα κατὰ τὴν ὁδὸν τὴν ἐκ τοῦ ἱεροῦ παρὰ τὸ Ὀλυμπιεῖον καὶ ἐπὶ πύλας τὰς Μαγνήτιδας·
エペソス人はアンドロクロスの遺体を回収し、彼らの土地の、私の時代にいたるまでなおその墓が示されている場所に埋葬した。
ἐπίθημα δὲ τῷ μνήματι ἀνήρ ἐστιν ὡπλισμένος.
それは神殿からオリュンピエイオンの傍らを通ってマグネシア門へと至る道路沿いにあり、その墓の標識は武装した男である。
§7.2.10οἱ δὲ Ἴωνες οἱ Μυοῦντα ἐσοικισάμενοι καὶ Πριήνην, Κᾶρας μὲν καὶ οὗτοι τὰς πόλεις ἀφείλοντο·
ミュウスとプリエーネーに入植したイオーン人たちも、やはりカリア人からこれらの都市を奪い取りました。
οἰκισταὶ δὲ Μυοῦντος μὲν Κυάρητος ἐγένετο ὁ Κόδρου, Πριηνεῖς δὲ Ἴωσιν ἀναμεμιγμένοι Θηβαῖοι Φιλώταν τε τὸν ἀπόγονον Πηνέλεω καὶ Αἴπυτον Νειλέως παῖδα ἔσχον οἰκιστάς.
ミュウスの創建者はコドロスの子キュアレートスであり、イオーン人と混ざり合ったテーバイ人であるプリエーネー人たちは、ペーネレオースの子孫ピロータースとネイレイオスの子アイピュトスを創建者とした。
Πριηνεῖς μὲν δὴ ὑπὸ Ταβούτου τε τοῦ Πέρσου καὶ ὕστερον ὑπὸ Ἱέρωνος ἀνδρὸς ἐπιχωρίου κακωθέντες ἐς τὸ ἔσχατον ὅμως τελοῦσιν ἐς Ἴωνας·
プリエーネー人たちは、ペルシア人タブテースによって、また後には地元の人間であるヒエローンによって極限まで苦しめられたものの、それでもなおイオーン人の一部に数えられている。
Μυοῦντος δὲ οἱ οἰκήτορες ἐπὶ τύχῃ τοιᾷδε ἐξέλιπον τὴν πόλιν.
しかしミュウスの住民は、次のような運命によって都市を放棄した。
§7.2.11κατὰ τὴν Μυουσίαν χώραν θαλάσσης κόλπος ἐσεῖχεν οὐ μέγας·
ミュウスの領内には、海からそれほど大きくない湾が入り込んでいた。
τοῦτον λίμνην ὁ ποταμὸς ἐποίησεν ὁ Μαίανδρος, ἀποτεμόμενος τὸν ἔσπλουν τῇ ἰλύι·
マアイアンドロス川が、泥炭によってその入り口を遮断することで、この湾を湖に変えてしまったのである。
ὡς δὲ ἐνόστησε τὸ ὕδωρ καὶ οὐκέτι ἦν θάλασσα, οἱ κώνωπες ἄπειρον πλῆθος ἐγίνοντο ἐκ τῆς λίμνης, ἐς ὃ τοὺς ἀνθρώπους ἠνάγκασαν ἐκλιπεῖν τὴν πόλιν.
そして水が引いて(真水に変わり)、もはや海ではなくなると、湖から無数の蚊が発生し、ついには人々を都市から立ち去らせるに至った。
ἀπεχώρησαν δὲ ἐς Μίλητον Μυούσιοι τά τε ἄλλα ἀγώγιμα καὶ τῶν θεῶν φερόμενοι τὰ ἀγάλματα, καὶ ἦν κατʼ ἐμὲ οὐδὲν ἐν Μυοῦντι ὅτι μὴ Διονύσου ναὸς λίθου λευκοῦ·
ミュウスの住民は、他の持ち運べる財産や神々の像を携えてミーレトスへと退去した。 私の時代には、ミュウスには白い大理石でできたディオニュソスの神殿以外には何もなかった。
Μυουσίοις δέ γε κατέλαβεν ἐοικότα καὶ Ἀταρνείτας παθεῖν τοὺς ὑπὸ Περγάμῳ.
そして、ペルガモン配下のアタルネウスの人々にも、これと似たようなことが起こったのである。