§7.3.1Κολοφώνιοι δὲ τὸ μὲν ἱερὸν τὸ ἐν Κλάρῳ καὶ τὸ μαντεῖον ἐκ παλαιοτάτου γενέσθαι νομίζουσιν·
The Colophonians believe that the sanctuary in Claros and the oracle were established from the remotest antiquity.
ἐχόντων δὲ ἔτι τὴν γῆν Καρῶν ἀφικέσθαι φασὶν ἐς αὐτὴν πρώτους τοῦ Ἑλληνικοῦ Κρῆτας, Ῥάκιον καὶ ὅσον εἵπετο ἄλλο τῷ Ῥακίῳ πλῆθος, ἔχον τὰ ἐπὶ θαλάσσῃ καὶ ναυσὶν ἰσχῦον· τῆς δὲ χώρας τὴν πολλὴν ἐνέμοντο ἔτι οἱ Κᾶρες.
They say that while the Carians still held the land, the first of the Greeks to arrive in it were Cretans, namely Rhacius and the great multitude that followed Rhacius, who occupied the parts by the sea and were strong in ships; but the Carians still inhabited most of the country.
Θερσάνδρου δὲ τοῦ Πολυνείκους καὶ Ἀργείων ἑλόντων Θήβας ἄλλοι τε αἰχμάλωτοι καὶ ἡ Μαντὼ τῷ Ἀπόλλωνι ἐκομίσθησαν ἐς Δελφούς· Τειρεσίαν δὲ κατὰ τὴν πορείαν τὸ χρεὼν ἐπέλαβεν ἐν τῇ Ἁλιαρτίᾳ.
When Thersander, the son of Polynices, and the Argives took Thebes, among other captives Manto also was brought to Delphi for Apollo; but Tiresias was overtaken by his destiny during the journey in the territory of Haliartus.
§7.3.2ἐκπέμψαντος δὲ σφᾶς ἐς ἀποικίαν τοῦ θεοῦ, περαιοῦνται ναυσὶν ἐς τὴν Ἀσίαν, καὶ ὡς κατὰ τὴν Κλάρον ἐγένοντο, ἐπεξίασιν αὐτοῖς οἱ Κρῆτες μετὰ ὅπλων καὶ ἀνάγουσιν ὡς τὸν Ῥάκιον·
And when the god sent them out to found a colony, they crossed by ship to Asia, and when they were off Claros, the Cretans came out against them with arms and led them up to Rhacius.
ὁ δὲ—μανθάνει γὰρ παρὰ τῆς Μαντοῦς οἵτινές τε ἀνθρώπων ὄντες καὶ κατὰ αἰτίαν ἥντινα ἥκουσι— λαμβάνει μὲν γυναῖκα τὴν Μαντώ, ποιεῖται δὲ καὶ τοὺς σὺν αὐτῇ συνοίκους.
He — for he learned from Manto who they were and for what reason they had come — took Manto as his wife, and made those who were with her fellow-settlers.
Μόψος δὲ ὁ Ῥακίου καὶ Μαντοῦς καὶ τὸ παράπαν τοὺς Κᾶρας ἐξέβαλεν ἐκ τῆς γῆς.
And Mopsus, the son of Rhacius and Manto, drove the Carians out of the land completely.
§7.3.3Ἴωνες δὲ ὅρκους ποιησάμενοι πρὸς τοὺς ἐν Κολοφῶνι Ἕλληνας συνεπολιτεύοντο, οὐδὲν ἔχοντες πλέον·
The Ionians, having made oaths with the Greeks in Colophon, shared the citizenship on equal terms, having no advantage.
βασιλείαν δὲ Ἰώνων ἡγεμόνες Δαμασίχθων λαμβάνει καὶ Πρόμηθος Κόδρου παῖδες.
The kingship of the Ionians was taken by Damasichthon and Promethus, the sons of Codrus, who were the leaders.
Πρόμηθος δὲ ὕστερον τὸν ἀδελφὸν Δαμασίχθονα ἀποκτείνας ἔφυγεν ἐς Νάξον, καὶ ἀπέθανε μὲν αὐτόθι ἐν τῇ Νάξῳ, τὸν νεκρὸν δὲ οἴκαδε ἀπαχθέντα κατεδέξαντο οἱ Δαμασίχθονοε παῖδες· καὶ ἔνθα ὁ τοῦ Προμήθου τάφος, Πολυτειχίδες ὄνομά ἐστι τῷ χωρίῳ.
But Promethus later killed his brother Damasichthon and fled to Naxos, and died there in Naxos, and when his corpse was brought back home, the children of Damasichthon received it for burial; and the place where the tomb of Promethus is is named Polyteichides.
§7.3.4Κολοφωνίοις δὲ ὅπως μὲν τὴν πόλιν συνέπεσεν ἐρημωθῆναι, προεδήλωσέ μοι τοῦ λόγου τὰ ἐς Λυσίμαχον· ἐμαχέσαντο δὲ Λυσιμάχῳ καὶ Μακεδόσι Κολοφώνιοι τῶν ἀνοικισθέντων ἐς Ἔφεσον μόνοι, τοῖς δὲ ἀποθανοῦσιν ἐν τῇ μάχῃ Κολοφωνίων τε αὐτῶν καὶ Σμυρναίων ἐστὶν ὁ τάφος ἰόντι ἐς Κλάρον ἐν ἀριστερᾷ τῆς ὁδοῦ.
How it befell the Colophonians that their city was devastated has already been shown in the parts of my narrative concerning Lysimachus; the Colophonians were the only ones of those who were relocated to Ephesus who fought against Lysimachus and the Macedonians, and the tomb of those of the Colophonians themselves and of the Smyrnaeans who fell in the battle is on the left of the road as you go to Claros.
§7.3.5Λεβεδίοις δὲ ἐποίησε μὲν Λυσίμαχος ἀνάστατον τὴν πόλιν, ἵνα δὴ συντέλεια ἐς μέγεθος τῇ Ἐφέσῳ γένοιτο· χώρα δέ σφισιν ἔς τε τὰ λοιπά ἐστιν εὐδαίμων καὶ λουτρὰ παρέχεται θερμὰ πλεῖστα τῶν ἐπὶ θαλάσσῃ καὶ ἥδιστα.
As for the Lebedians, Lysimachus made their city desolate, so that indeed there might be a contribution of inhabitants to Ephesus for its enlargement; but their land is fertile in other respects and offers hot baths that are the most numerous and most pleasant of those by the sea.
τὸ δὲ ἐξ ἀρχῆς καὶ τὴν Λέβεδον ἐνέμοντο οἱ Κᾶρες, ἐς ὃ Ἀνδραίμων σφᾶς ὁ Κόδρου καὶ Ἴωνες ἐλαύνουσι.
In the beginning, the Carians also inhabited Lebedus, until Andraemon, the son of Codrus, and the Ionians drove them out.
τῷ δὲ Ἀνδραίμονι ὁ τάφος ἐκ Κολοφῶνος ἰόντι ἐστὶν ἐν ἀριστερᾷ τῆς ὁδοῦ, διαβάντι τὸν Καλάοντα ποταμόν.
The tomb of Andraemon is on the left of the road as you go from Colophon, after you cross the river Calaon.