§7.3.1Κολοφώνιοι δὲ τὸ μὲν ἱερὸν τὸ ἐν Κλάρῳ καὶ τὸ μαντεῖον ἐκ παλαιοτάτου γενέσθαι νομίζουσιν·
科洛丰人认为,克拉罗斯的神殿和神托所自极古时代便已存在。
ἐχόντων δὲ ἔτι τὴν γῆν Καρῶν ἀφικέσθαι φασὶν ἐς αὐτὴν πρώτους τοῦ Ἑλληνικοῦ Κρῆτας, Ῥάκιον καὶ ὅσον εἵπετο ἄλλο τῷ Ῥακίῳ πλῆθος, ἔχον τὰ ἐπὶ θαλάσσῃ καὶ ναυσὶν ἰσχῦον· τῆς δὲ χώρας τὴν πολλὴν ἐνέμοντο ἔτι οἱ Κᾶρες.
他们说,当卡里亚人依然占领着这片土地时,希腊人中最先到达那里的是克里特人,即拉基乌斯以及跟随他的大批群众,他们占领了沿海地区,并在船只方面十分强大;但卡里亚人依然居住在这一地区的大部分地方。
Θερσάνδρου δὲ τοῦ Πολυνείκους καὶ Ἀργείων ἑλόντων Θήβας ἄλλοι τε αἰχμάλωτοι καὶ ἡ Μαντὼ τῷ Ἀπόλλωνι ἐκομίσθησαν ἐς Δελφούς· Τειρεσίαν δὲ κατὰ τὴν πορείαν τὸ χρεὼν ἐπέλαβεν ἐν τῇ Ἁλιαρτίᾳ.
当波吕涅克斯之子瑟散德与阿哥斯人攻占底比斯时,曼托与其他俘虏一同被带往德尔斐献给阿波罗;但在旅途中,提瑞西阿斯在哈利亚尔托斯领地内寿终正寝。
§7.3.2ἐκπέμψαντος δὲ σφᾶς ἐς ἀποικίαν τοῦ θεοῦ, περαιοῦνται ναυσὶν ἐς τὴν Ἀσίαν, καὶ ὡς κατὰ τὴν Κλάρον ἐγένοντο, ἐπεξίασιν αὐτοῖς οἱ Κρῆτες μετὰ ὅπλων καὶ ἀνάγουσιν ὡς τὸν Ῥάκιον·
当神派遣他们前去建立殖民地时,他们乘船渡海来到亚洲,当他们到达克拉罗斯附近时,克里特人武装起来迎击他们,并将他们带到拉基乌斯面前。
ὁ δὲ—μανθάνει γὰρ παρὰ τῆς Μαντοῦς οἵτινές τε ἀνθρώπων ὄντες καὶ κατὰ αἰτίαν ἥντινα ἥκουσι— λαμβάνει μὲν γυναῖκα τὴν Μαντώ, ποιεῖται δὲ καὶ τοὺς σὺν αὐτῇ συνοίκους.
而他——因为他从曼托那里得知了他们是什么人以及为了什么原因而来——娶曼托为妻,并让与她同行的人也成为了共同的居住者。
Μόψος δὲ ὁ Ῥακίου καὶ Μαντοῦς καὶ τὸ παράπαν τοὺς Κᾶρας ἐξέβαλεν ἐκ τῆς γῆς.
拉基乌斯与曼托之子莫普索斯则将卡里亚人彻底逐出了这片土地。
§7.3.3Ἴωνες δὲ ὅρκους ποιησάμενοι πρὸς τοὺς ἐν Κολοφῶνι Ἕλληνας συνεπολιτεύοντο, οὐδὲν ἔχοντες πλέον·
伊翁人与科洛丰的希腊人宣誓结盟,共同参与政治,未享有任何特权。
βασιλείαν δὲ Ἰώνων ἡγεμόνες Δαμασίχθων λαμβάνει καὶ Πρόμηθος Κόδρου παῖδες.
伊翁人的王位由作为领袖的科德鲁斯之子达马西克通和普罗梅托斯继承。
Πρόμηθος δὲ ὕστερον τὸν ἀδελφὸν Δαμασίχθονα ἀποκτείνας ἔφυγεν ἐς Νάξον, καὶ ἀπέθανε μὲν αὐτόθι ἐν τῇ Νάξῳ, τὸν νεκρὸν δὲ οἴκαδε ἀπαχθέντα κατεδέξαντο οἱ Δαμασίχθονοε παῖδες· καὶ ἔνθα ὁ τοῦ Προμήθου τάφος, Πολυτειχίδες ὄνομά ἐστι τῷ χωρίῳ.
然而,普罗梅托斯后来杀死了他的兄弟达马西克通并逃往纳克索斯,并在纳克索斯当地去世。 当他的遗体被运送回国时,达马西克通的孩子们接纳了遗体;普罗梅托斯墓地所在的场所被命名为多墙地。
§7.3.4Κολοφωνίοις δὲ ὅπως μὲν τὴν πόλιν συνέπεσεν ἐρημωθῆναι, προεδήλωσέ μοι τοῦ λόγου τὰ ἐς Λυσίμαχον·
科洛丰人的城市是如何遭遇荒废的,在我的叙述中关于利西马科斯的部分已经有所表明。
ἐμαχέσαντο δὲ Λυσιμάχῳ καὶ Μακεδόσι Κολοφώνιοι τῶν ἀνοικισθέντων ἐς Ἔφεσον μόνοι, τοῖς δὲ ἀποθανοῦσιν ἐν τῇ μάχῃ Κολοφωνίων τε αὐτῶν καὶ Σμυρναίων ἐστὶν ὁ τάφος ἰόντι ἐς Κλάρον ἐν ἀριστερᾷ τῆς ὁδοῦ.
在那些被迁往以弗所的人中,唯有科洛丰人反抗了利西马科斯和马其顿人。 而在战斗中牺牲的科洛丰人自身以及士麦那人的墓地,就在去往克拉罗斯的道路侧。
§7.3.5Λεβεδίοις δὲ ἐποίησε μὲν Λυσίμαχος ἀνάστατον τὴν πόλιν, ἵνα δὴ συντέλεια ἐς μέγεθος τῇ Ἐφέσῳ γένοιτο·
至于莱贝多斯人,利西马科斯摧毁了他们的城市,使居民迁离,以便为以弗所的扩大做出人口上的贡献。
χώρα δέ σφισιν ἔς τε τὰ λοιπά ἐστιν εὐδαίμων καὶ λουτρὰ παρέχεται θερμὰ πλεῖστα τῶν ἐπὶ θαλάσσῃ καὶ ἥδιστα.
他们的土地在其他方面都很富饶,并且提供了沿海地区最多、最舒适的温泉。
τὸ δὲ ἐξ ἀρχῆς καὶ τὴν Λέβεδον ἐνέμοντο οἱ Κᾶρες, ἐς ὃ Ἀνδραίμων σφᾶς ὁ Κόδρου καὶ Ἴωνες ἐλαύνουσι.
起初,卡里亚人也居住在莱贝多斯,直到科德鲁斯之子安德莱盟和伊翁人将他们赶走。
τῷ δὲ Ἀνδραίμονι ὁ τάφος ἐκ Κολοφῶνος ἰόντι ἐστὶν ἐν ἀριστερᾷ τῆς ὁδοῦ, διαβάντι τὸν Καλάοντα ποταμόν.
安德莱盟的墓地在从科洛丰出发的道路左侧,渡过卡拉翁河即可到达。