Humanitext Reader

パウサニアス · ギリシア案内記 §7.27.1-7.27.5

ペレネの地勢とアテナ神殿および諸聖所

299 / 465 箇所 · ギリシア語

要旨

ペレネの都市の地形的特徴とともに、アテナやアルテミス、ディオニュソス、アポロンらの神殿や神像について紹介し、さらに古い体育場とパンクラティオンの勝者プロマコスの肖像について説明している。

§7.27.1Πελληνεῦσι δὲ ἡ πόλις ἐστὶν ἐπὶ λόφου κατὰ ἄκραν τὴν κορυφὴν ἐς ὀξὺ ἀνεστηκότος.
ペレネ人にとって、その都市は頂部が鋭くそびえ立つ丘の上にある。
τοῦτο μὲν δὴ ἀπότομον καὶ διʼ αὐτό ἐστιν ἀοίκητον·
この頂部は実のところ切り立っており、そのために居住不可能である。
τῷ δὲ χθαμαλωτέρῳ πεπόλισταί σφισιν οὐ συνεχὴς ἡ πόλις, ἐς δὲ μοίρας νενεμημένη δύο ὑπὸ τῆς ἄκρας μεταξὺ ἀνεχούσης.
しかし、より低い部分に彼らの都市が築かれているが、それは一続きではなく、中間にそびえ立つ頂部によって二つの部分に分かれている。
ἰόντων δὲ ἐς Πελλήνην ἄγαλμά ἐστιν Ἑρμοῦ κατὰ τὴν ὁδόν, ἐπίκλησιν μὲν Δόλιος, εὐχὰς δὲ ἀνθρώπων ἕτοιμος τελέσαι·
ペレネへと行く人々にとって、道沿いにヘルメスの像があり、これには「計略の神(ドリオス)」という異名があり、人々の祈りをすぐに聞き届ける。
σχῆμα δὲ αὐτῷ τετράγωνον, γένειά τε ἔχει καὶ ἐπὶ τῇ κεφαλῇ πῖλον εἰργασμένον.
その形状は四角柱であり、髭を蓄え、頭にはフェルト帽が表されている。
§7.27.2κατὰ δὲ τὴν ὁδὸν ἐς αὐτὴν τὴν πόλιν ἐστὶν Ἀθηνᾶς λίθου μὲν ἐπιχωρίου ναός, ἐλέφαντος δὲ τὸ ἄγαλμα καὶ χρυσοῦ·
まさにその都市へと向かう道沿いに、地元の石で造られたアテナの神殿があり、その像は象牙と黄金でできている。
Φειδίαν δὲ εἶναι τὸν εἰργασμένον φασὶ πρότερον ἔτι ἢ ἐν τῇ ἀκροπόλει τε αὐτὸν τῇ Ἀθηναίων καὶ ἐν Πλαταιαῖς ποιῆσαι τῆς Ἀθηνᾶς τὰ ἀγάλματα.
これを制作したのはペイディアスであり、彼がアテナイ人のアクロポリスやプラタイアイにおいてアテナの像を制作するよりもさらに以前のことであると彼らは言っている。
λέγουσι δὲ οἱ Πελληνεῖς καὶ ἄδυτον τῆς Ἀθηνᾶς καθήκειν ἐς βάθος τῆς γῆς, εἶναι δὲ τὸ ἄδυτον τοῦτο ὑπὸ τοῦ ἀγάλματος τῷ βάθρῳ, καὶ τὸν ἀέρα ἐκ τοῦ ἀδύτου νότιόν τε εἶναι καὶ διʼ αὐτὸ τῷ ἐλέφαντι ἐπιτήδειον.
またペレネ人たちは、アテナの秘所(アドュトン)が地の深みへと下っており、この秘所は像の台座の下にあって、秘所からの空気は湿り気があり、そのために象牙の保存に適していると言っている。
§7.27.3ὑπὲρ δὲ τὸν ναὸν τῆς Ἀθηνᾶς ἐστιν ἄλσος περιῳκοδομημένον τείχει Σωτείρας ἐπίκλησιν Ἀρτέμιδος, καὶ ὀμνύουσιν ἐπὶ μεγίστοις αὐτήν·
アテナの神殿の上には、壁で囲まれた、「救い主(ソテイラ)」という異名を持つアルテミスの聖なる森があり、人々は最も重大な事柄において彼女にかけて誓いを立てる。
ἔσοδός τε πλὴν τοῖς ἱερεῦσιν ἄλλῳ γε οὐδενὶ ἔστιν ἀνθρώπων.
神官たちを除いては、他のいかなる人間にも立ち入りは許されていない。
ἱερεῖς δὲ ἄνδρες τῶν ἐπιχωρίων εἰσὶ κατὰ δόξαν γένους μάλιστα αἱρούμενοι.
神官たちは地元の男たちのうちから、主に家柄の名声に従って選ばれる。
τοῦ δὲ ἄλσους τῆς Σωτείρας ἱερὸν ἀπαντικρὺ Διονύσου Λαμπτῆρός ἐστιν ἐπίκλησιν·
「救い主」の森の真向かいに、「松明(ランプテール)」という異名を持つディオニュソスの神殿がある。
τούτῳ καὶ Λαμπτήρια ἑορτὴν ἄγουσι, καὶ δᾷδάς τε ἐς τὸ ἱερὸν κομίζουσιν ἐν νυκτὶ καὶ οἴνου κρατῆρας ἱστᾶσιν ἀνὰ τὴν πόλιν πᾶσαν.
この神のために彼らは「ランプテリア」という祭りを執り行い、夜に松明を神殿へと運び、街中にワインの混ぜ甕を置く。
§7.27.4ἔστι καὶ Ἀπόλλωνος Θεοξενίου Πελληνεῦσιν ἱερόν, τὸ δὲ ἄγαλμα χαλκοῦ πεποίηται·
ペレネ人には「客人を歓待する者(テオクセニオス)」のアポロンの神殿もあり、その像は青銅でできている。
καὶ ἀγῶνα ἐπιτελοῦσι Θεοξένια τῷ Ἀπόλλωνι, τιθέντες ἀργύριον ἆθλα τῆς νίκης, καὶ ἄνδρες ἀγωνίζονται τῶν ἐπιχωρίων.
そして彼らはアポロンのために「テオクセニア」という競技会を執り行い、勝利の賞品として銀を据え、地元の男たちが競い合う。
πλησίον δὲ τοῦ Ἀπόλλωνος ναός ἐστιν Ἀρτέμιδος·
アポロンの近くにはアルテミスの神殿がある。
τοξευούσης δὲ ἡ θεὸς παρέχεται σχῆμα.
女神は弓を引く姿をしている。
ᾠκοδόμηται δὲ καὶ ἔλυτρον κρήνης ἐν τῇ ἀγορᾷ, καὶ λουτρά ἐστιν αὐτοῖς τὸ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ, ἐπεί τοι πίνειν πηγαί σφισιν ὑπὸ τὴν πόλιν εἰσὶν οὐ πολλαί·
また、広場には泉の覆いが築かれており、その雨水が彼らの沐浴用になっている。 というのも、彼らにとって都市の下には飲料用の泉が多くないからである。
τὸ δὲ χωρίον, ἔνθα αἱ πηγαί, Γλυκείας ὀνομάζουσι.
その泉のある場所を、彼らは「甘い泉(グリュケイアイ)」と呼んでいる。
§7.27.5γυμνάσιον δὲ ἀρχαῖον ἐς ἐφήβων μάλιστα ἀνεῖται μελέτην·
また、古い体育場(ギムナシオン)があり、これは主に青年たちの修練のために捧げられている。
οὐδὲ ἐς τὴν πολιτείαν ἐγγραφῆναι πρότερον καθέστηκεν οὐδενὶ πρὶν ἂν ἐφηβεύσωσιν.
青年としての修練を終えるまでは、誰も市民名簿に登録されないことになっている。
ἐνταῦθα ἀνὴρ Πελληνεὺς ἕστηκε Πρόμαχος ὁ Δρύωνος, ἀνελόμενος παγκρατίου νίκας, τὴν μὲν Ὀλυμπίασι, τρεῖς δʼ Ἰσθμίων καὶ Νεμέᾳ δύο·
そこには、パンクラティオンの勝利、すなわちオリンピアで1回、イストミアで3回、ネメアで2回の勝利を収めた、ドリュオンの息子でペレネの男プロマコスが立っている。
καὶ αὐτοῦ καὶ εἰκόνας ποιήσαντες οἱ Πελληνεῖς τὴν μὲν ἐς Ὀλυμπίαν ἀνέθεσαν, τὴν δὲ ἐν τῷ γυμνασίῳ, λίθου ταύτην καὶ οὐ χαλκοῦ.
ペレネ人は彼の肖像を制作し、一つはオリンピアに捧げ、もう一つはこの体育場に設置したが、後者は青銅ではなく石でできている。

語釈・文法注

  1. 7.27.1ἰόντων δὲ ἐς Πελλήνην — 現在分詞の属格複数形を用いた属格独立構文。一般論として「ペレネに向かって行く人々」を意味するが、意味上の主語が明示されていない。通常の二人称単数「行くなら」に相当する一般表現として機能している。
  2. 7.27.2Φειδίαν δὲ εἶναι τὸν εἰργασμένον φασὶ πρότερον ἔτι ἢ ... ποιῆσαι — 対格と不定詞による間接話法。πρότερον ... ἤ(…より前に)という比較表現が、従属節内の不定詞 ποιῆσαι を伴って、「彼がアテナイやプラタイアイにおいてアテナ像を制作するよりも前に」という時間的前後関係を表している。
  3. 7.27.4τὸ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ — 直訳すると「神からの水」。古典ギリシア語における慣用的な表現であり、気象の神であるゼウスが降らせる「雨水(天水)」を意味する。
  4. 7.27.5οὐδὲ ἐς τὴν πολιτείαν ἐγγραφῆναι πρότερον καθέστηκεν οὐδενὶ πρὶν ἂν ἐφηβεύσωσιν — 非人称的に用いられる動詞 καθέστηκεν(規定されている)に、与格 οὐδενί と不定詞 ἐγγραφῆναι が懸かっている。主節が否定を含んでいるため、時間節を導く πρὶν ἄν +接続法(ἐφηβεύσωσιν)は「〜するまでは〜ない」という排他的条件を表す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §7.27.1-7.27.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.27.1-7.27.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。