§7.26.8οἶδα καὶ οἴκημα ἐν Αἰγείρᾳ θεασάμενος·
私はアイゲイラで、ある建物を観たことも覚えている。
ἄγαλμα ἦν ἐν τῷ οἰκήματι Τύχης, τὸ κέρας φέρουσα τὸ Ἀμαλθείας·
その建物の中には運(テュケ)の像があり、アマルテイアの角を手にしていた。
παρὰ δὲ αὐτὴν Ἔρως πτερὰ ἔχων ἐστίν, ἐθέλει δὲ σημαίνειν ὅτι ἀνθρώποις καὶ τὰ ἐς ἔρωτα τύχῃ μᾶλλον ἢ ὑπὸ κάλλους κατορθοῦται.
その傍らには翼のあるエロスがおり、これは人間にとって恋愛に関する事柄も、美しさによるよりはむしろ運(テュケ)によって成就されるということを意味している。
ἐγὼ μὲν οὖν Πινδάρου τά τε ἄλλα πείθομαι τῇ ᾠδῇ καὶ Μοιρῶν τε εἶναι μίαν τὴν Τύχην καὶ ὑπὲρ τὰς ἀδελφάς τι ἰσχύειν·
私としては、ピンダロスの歌を他の点でも信じるし、運(テュケ)が運命の女神(モイラ)たちの一人であり、その姉妹たちよりもある程度強力であるということも信じる。
§7.26.9ἐν Αἰγείρᾳ δὲ ἐν τούτῳ τῷ οἰκήματι ἀνήρ τε ἤδη γέρων ἴσα καὶ ὀδυρόμενος καὶ γυναῖκες τρεῖς ἀφαιρούμεναι ψέλιά εἰσι καὶ ἴσοι νεανίσκοι ταῖς γυναιξί, ἐνδεδυκὼς δὲ θώρακα εἷς.
アイゲイラのこの建物の中には、すでに老人であたかも嘆き悲しんでいるかのような一人の男と、腕輪を取り外している三人の女性、そして女性たちと同数の若者たちがおり、そのうちの一人は胸当てを身につけている。
τοῦτόν φασιν Ἀχαιοῖς γενομένου πολέμου μαχεσάμενον ἀνδρειότατα Αἰγειρατῶν τελευτῆσαι, καὶ αὐτοῦ τὸν θάνατον οἱ λοιποὶ τῶν ἀδελφῶν οἴκαδε ἀπήγγειλαν·
この若者について彼らが言うには、アカイア人に戦争が起こったときに最も勇敢に戦って死んだアイゲイラ人であり、彼の死を残りの兄弟たちが家へと報せた。
καὶ τοῦδε ἕνεκα αἵ τε ἀδελφαὶ διὰ τὸ ἐπʼ αὐτῷ πένθος ἀποκοσμοῦνται καὶ τὸν πατέρα ἐπονομάζουσιν οἱ ἐπιχώριοι Συμπαθῆ, ἅτε ἐλεεινὸν καὶ ἐν τῇ εἰκόνι.
このために、姉妹たちは彼への哀悼のゆえに身の飾りを外しており、地元の人々は父親を『共感する者(シュンパテス)』と呼んでいるが、それは彼がこの肖像においてさえ哀れに見えるからである。
§7.26.10ὁδὸς δὲ ἐξ Αἰγείρας εὐθεῖα ἀπὸ τοῦ ἱεροῦ τοῦ Διὸς διά τε ὀρῶν καὶ ἀνάντης ἐστί·
アイゲイラからゼウスの神殿から直進する道は、山々を通り上り坂になっている。
μῆκος μὲν οὖν τῆς ὁδοῦ τεσσαράκοντά εἰσι στάδιοι, ἄγει δὲ ἐς Φελλόην, πόλισμα οὐκ ἐπιφανές, †οὐδὲ ὡς ἀεὶ ᾠκεῖτο καὶ Ἰώνων ἔτι ἐχόντων τὴν γῆν.
道の長さは40スタディオンであり、フェロエへと通じている。 フェロエは目立たない小都市であり、†イオン人がまだその地を領有していた頃でさえ常に人が住んでいたわけでもなかった。
τὰ δὲ περὶ τὴν Φελλόην ἐς φυτείαν ἀμπέλων ἐστὶν ἐπιτήδεια·
フェロエの周辺はブドウの植え付けに適している。
καὶ ὅσα πετρώδη τῆς χώρας, δρῦς τέ εἰσι καὶ θηρία, ἔλαφοι καὶ ὗς ἄγριοι·
その土地の岩がちな場所にはオークがあり、野生動物、すなわち鹿や野生の猪がいる。
§7.26.11εἰ δέ τινα τῶν ἐν Ἕλλησι πολισματίων ἀφθόνῳ καταρρεῖται τῷ ὕδατι, ἀριθμεῖν καὶ τὴν Φελλόην ἔστιν ἐν τούτοις.
もしギリシア人の小都市のうちで、豊かな水が流れ込んでいるものがあるとするなら、フェロエもその中に数えることができる。
θεῶν δὲ ἱερὰ Διονύσου καὶ Ἀρτέμιδός ἐστιν·
神々の神殿としてはディオニュソスとアルテミスのものがある。
ἡ μὲν χαλκοῦ πεποίηται, βέλος δὲ ἐκ φαρέτρας λαμβάνουσα·
後者は青銅でできており、矢筒から矢を取り出している。
τῷ Διονύσῳ δὲ ὑπὸ κινναβάρεως τὸ ἄγαλμά ἐστιν ἐπηνθισμένον.
ディオニュソスの像は辰砂によって彩色されている。
ἐς δὲ τὸ ἐπίνειον καταβᾶσιν ἐξ Αἰγείρας καὶ αὖθις ἐς τὰ πρόσω βαδίζουσιν ἔστιν ἐν δεξιᾷ τῆς ὁδοῦ τὸ ἱερὸν τῆς Ἀγροτέρας, ἔνθα τὴν αἶγα ὀκλάσαι λέγουσιν.
アイゲイラから港へと下り、再び前方へと進む人々にとって、道の右手には『野の女神(アグロテラ)』の神殿があり、そこはヤギが身を屈めたと言われている場所である。
§7.26.12τῆς δὲ Αἰγειρατῶν ἔχονται Πελληνεῖς·
アイゲイラ人の領土に接してペレネ人が住んでいる。
πρὸς Σικυῶνος δὲ οὗτοι καὶ μοίρας τῆς Ἀργολίδος Ἀχαιῶν οἰκοῦσιν ἔσχατοι.
彼らはシキュオンの方向、およびアルゴリスの領土の方向において、アカイア人のうち最も端に住んでいる。
τὸ δὲ ὄνομα ἐγένετο τῇ πόλει λόγῳ μὲν τῷ Πελληνέων ἀπὸ Πάλλαντος, τῶν Τιτάνων δὲ καὶ Πάλλαντα εἶναι λέγουσι, δόξῃ δὲ τῇ Ἀργείων ἀπὸ ἀνδρὸς Ἀργείου Πέλληνος· Φόρβαντος δὲ εἶναι τοῦ Τριόπα παῖδα αὐτὸν λέγουσιν.
この都市の名前は、ペレネ人の説によればパラスに由来するが(彼らはパラスをタイタンの一人であると言う)、アルゴス人の意見によればアルゴス人の男ペレスに由来し、彼らは彼をトリオパスの子ポルバスの息子であると言っている。
§7.26.13Αἰγείρας δὲ ἐν τῷ μεταξὺ καὶ Πελλήνης πόλισμα ὑπήκοον Σικυωνίων Δονοῦσσα καλουμένη ἐγένετο μὲν ὑπὸ τῶν Σικυωνίων ἀνάστατος, μνημονεύειν δὲ καὶ Ὅμηρον ἐν καταλόγῳ τῶν σὺν Ἀγαμέμνονί φασιν αὐτῆς ποιήσαντα ἔπος
"
οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Δονόεσσαν·
アイゲイラとペレネの中間には、シキュオン人に服属するドヌッサと呼ばれる小都市があったが、シキュオン人によって滅ぼされた。 ホメロスもアガメムノンに従った者たちのカタログの中で、 "ヒュペレシアと険しいドヌエッサを領する者たち "という詩句を作ってこれに言及していると彼らは言う。
"
Πεισίστρατον δέ, ἡνίκα ἔπη τὰ Ὁμήρου διεσπασμένα τε καὶ ἄλλα ἀλλαχοῦ μνημονευόμενα ἤθροιζε, τότε αὐτὸν Πεισίστρατον ἢ τῶν τινα ἑταίρων μεταποιῆσαι τὸ ὄνομα ὑπὸ ἀγνοίας.
しかしペイシストラトスが、散逸しあちこちで記憶されていたホメロスの詩句を集めたときに、ペイシストラトス自身か、あるいは彼の仲間の誰かが、無知のためにその名前を書き換えたのだという。
§7.26.14ἔστι δὲ Ἀριστοναῦται Πελληνεῦσιν ἐπίνειον.
ペレネ人にはアリストナウタイという港がある。
ἐς τοῦτο ἐξ Αἰγείρας τῆς ἐπὶ θαλάσσῃ σταδίων ἐστὶν εἴκοσιν ὁδὸς καὶ ἑκατόν·
海岸沿いのアイゲイラからここまでは120スタディオンの道がある。
ταύτης δὲ ἡμίσεια ἐς Πελλήνην ἀπὸ τοῦ ἐπινείου.
この半分の距離が港からペレネまでである。
ὄνομα δὲ Ἀριστοναύτας γενέσθαι τῷ ἐπινείῳ λέγουσιν, ὅτι καὶ ἐς τοῦτον τὸν λιμένα ὡρμίσαντο οἱ πλεύσαντες ἐπὶ τῆς Ἀργοῦς.
アリストナウタイという名前が港についたのは、アルゴ号で航海した者たちもこの港に停泊したからであると彼らは言っている。