§7.27.1Πελληνεῦσι δὲ ἡ πόλις ἐστὶν ἐπὶ λόφου κατὰ ἄκραν τὴν κορυφὴν ἐς ὀξὺ ἀνεστηκότος.
对佩莱内人而言,他们的城市坐落在山丘上,其顶峰陡峭地耸立成一个尖锐的顶端。
τοῦτο μὲν δὴ ἀπότομον καὶ διʼ αὐτό ἐστιν ἀοίκητον· τῷ δὲ χθαμαλωτέρῳ πεπόλισταί σφισιν οὐ συνεχὴς ἡ πόλις, ἐς δὲ μοίρας νενεμημένη δύο ὑπὸ τῆς ἄκρας μεταξὺ ἀνεχούσης.
这部分确实十分陡峭,因此无人居住;但在地势较低的地方建有他们的城市,但并非连成一片,而是被中间耸立的顶峰分成了两个部分。
ἰόντων δὲ ἐς Πελλήνην ἄγαλμά ἐστιν Ἑρμοῦ κατὰ τὴν ὁδόν, ἐπίκλησιν μὲν Δόλιος, εὐχὰς δὲ ἀνθρώπων ἕτοιμος τελέσαι· σχῆμα δὲ αὐτῷ τετράγωνον, γένειά τε ἔχει καὶ ἐπὶ τῇ κεφαλῇ πῖλον εἰργασμένον.
在前往佩莱内的路上,有一尊赫耳墨斯的神像,其别名为“多里奥斯”(计谋之神),随时准备实现人类的祈祷;其形状为四角柱,蓄着胡须,头部雕刻着一顶毛毡帽。
§7.27.2κατὰ δὲ τὴν ὁδὸν ἐς αὐτὴν τὴν πόλιν ἐστὶν Ἀθηνᾶς λίθου μὲν ἐπιχωρίου ναός, ἐλέφαντος δὲ τὸ ἄγαλμα καὶ χρυσοῦ· Φειδίαν δὲ εἶναι τὸν εἰργασμένον φασὶ πρότερον ἔτι ἢ ἐν τῇ ἀκροπόλει τε αὐτὸν τῇ Ἀθηναίων καὶ ἐν Πλαταιαῖς ποιῆσαι τῆς Ἀθηνᾶς τὰ ἀγάλματα.
在通往城市本身的路上,有一座用当地石材建造的阿德娜神庙,神像则是用象牙和黄金制成的;他们说,制作此神像的雕刻家是斐迪亚斯,甚至早于他在雅典人的卫城以及在普拉提亚制作阿德娜神像之前。
λέγουσι δὲ οἱ Πελληνεῖς καὶ ἄδυτον τῆς Ἀθηνᾶς καθήκειν ἐς βάθος τῆς γῆς, εἶναι δὲ τὸ ἄδυτον τοῦτο ὑπὸ τοῦ ἀγάλματος τῷ βάθρῳ, καὶ τὸν ἀέρα ἐκ τοῦ ἀδύτου νότιόν τε εἶναι καὶ διʼ αὐτὸ τῷ ἐλέφαντι ἐπιτήδειον.
佩莱内人还说,阿德娜的内殿(Adyton)深入地下,这个内殿位于神像的台座下方,从内殿传来的空气带有湿气,因此适宜象牙的保存。
§7.27.3ὑπὲρ δὲ τὸν ναὸν τῆς Ἀθηνᾶς ἐστιν ἄλσος περιῳκοδομημένον τείχει Σωτείρας ἐπίκλησιν Ἀρτέμιδος, καὶ ὀμνύουσιν ἐπὶ μεγίστοις αὐτήν· ἔσοδός τε πλὴν τοῖς ἱερεῦσιν ἄλλῳ γε οὐδενὶ ἔστιν ἀνθρώπων.
在阿德娜神庙的上方,有一片用围墙围起的圣林,属于别名为“索泰拉”(救主)的阿尔特弥斯,人们在面临最重大的事务时会指着她起誓;除了祭司之外,其他任何人都不得进入。
ἱερεῖς δὲ ἄνδρες τῶν ἐπιχωρίων εἰσὶ κατὰ δόξαν γένους μάλιστα αἱρούμενοι.
祭司是从当地男子中主要根据家族的名望选出的。
τοῦ δὲ ἄλσους τῆς Σωτείρας ἱερὸν ἀπαντικρὺ Διονύσου Λαμπτῆρός ἐστιν ἐπίκλησιν· τούτῳ καὶ Λαμπτήρια ἑορτὴν ἄγουσι, καὶ δᾷδάς τε ἐς τὸ ἱερὸν κομίζουσιν ἐν νυκτὶ καὶ οἴνου κρατῆρας ἱστᾶσιν ἀνὰ τὴν πόλιν πᾶσαν.
在“索泰拉”圣林的正对面,是别名为“兰普特尔”(持松明者)的狄奥尼索斯神殿;他们为他举行被称为“兰普特里亚”的节日,在夜间将松明带入神殿,并在整个城市里摆放葡萄酒的调酒缸。
§7.27.4ἔστι καὶ Ἀπόλλωνος Θεοξενίου Πελληνεῦσιν ἱερόν, τὸ δὲ ἄγαλμα χαλκοῦ πεποίηται· καὶ ἀγῶνα ἐπιτελοῦσι Θεοξένια τῷ Ἀπόλλωνι, τιθέντες ἀργύριον ἆθλα τῆς νίκης, καὶ ἄνδρες ἀγωνίζονται τῶν ἐπιχωρίων.
佩莱内人还有一座“特奥克塞尼奥斯”(待客者)阿波罗的神殿,神像是由青铜制成的;他们为阿波罗举行名为“特奥克塞尼亚”的竞技会,设立银子作为胜利的奖品,当地的男子参与竞技。
πλησίον δὲ τοῦ Ἀπόλλωνος ναός ἐστιν Ἀρτέμιδος· τοξευούσης δὲ ἡ θεὸς παρέχεται σχῆμα.
在阿波罗神殿附近有一座阿尔特弥斯神庙;女神呈现出正在射箭的姿态。
ᾠκοδόμηται δὲ καὶ ἔλυτρον κρήνης ἐν τῇ ἀγορᾷ, καὶ λουτρά ἐστιν αὐτοῖς τὸ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ, ἐπεί τοι πίνειν πηγαί σφισιν ὑπὸ τὴν πόλιν εἰσὶν οὐ πολλαί· τὸ δὲ χωρίον, ἔνθα αἱ πηγαί, Γλυκείας ὀνομάζουσι.
在广场上还建造了一个泉水的蓄水池,神赐予的水供他们沐浴之用,因为在城市下方供饮用的泉水确实不多;他们将泉水所在的那个地方命名为“甘泉”(格吕凯アイ)。
§7.27.5γυμνάσιον δὲ ἀρχαῖον ἐς ἐφήβων μάλιστα ἀνεῖται μελέτην· οὐδὲ ἐς τὴν πολιτείαν ἐγγραφῆναι πρότερον καθέστηκεν οὐδενὶ πρὶν ἂν ἐφηβεύσωσιν.
这里还有一座古老的体育场,主要供青年训练之用;在他们完成青年训练之前,任何人都不准登记加入公民名册。
ἐνταῦθα ἀνὴρ Πελληνεὺς ἕστηκε Πρόμαχος ὁ Δρύωνος, ἀνελόμενος παγκρατίου νίκας, τὴν μὲν Ὀλυμπίασι, τρεῖς δʼ Ἰσθμίων καὶ Νεμέᾳ δύο· καὶ αὐτοῦ καὶ εἰκόνας ποιήσαντες οἱ Πελληνεῖς τὴν μὲν ἐς Ὀλυμπίαν ἀνέθεσαν, τὴν δὲ ἐν τῷ γυμνασίῳ, λίθου ταύτην καὶ οὐ χαλκοῦ.
这里立着一位佩莱内男子,德律翁之子普罗马科斯,他曾获得潘克拉辛竞技的胜利:一次在奥林匹亚,三次在伊斯米亚,两次在内梅亚;佩莱内人制作了他的肖像雕像,一尊献于奥林匹亚,另一尊立于体育场内,后面这一尊是用石头而非青铜制成的。