Humanitext Reader

保萨尼亚斯 · 希腊志 §7.26.8-7.26.14

艾盖拉的纪念像与通往费洛埃的道路

第 298 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯描述了艾盖拉一座饰有命运女神像和哀悼家庭的建筑、通往费洛埃的道路、佩莱内的起源、荷马史诗研究中被毁城镇多努萨的地位,以及阿里斯托纳乌泰港。

§7.26.8οἶδα καὶ οἴκημα ἐν Αἰγείρᾳ θεασάμενος· ἄγαλμα ἦν ἐν τῷ οἰκήματι Τύχης, τὸ κέρας φέρουσα τὸ Ἀμαλθείας· παρὰ δὲ αὐτὴν Ἔρως πτερὰ ἔχων ἐστίν, ἐθέλει δὲ σημαίνειν ὅτι ἀνθρώποις καὶ τὰ ἐς ἔρωτα τύχῃ μᾶλλον ἢ ὑπὸ κάλλους κατορθοῦται.
我也记得在艾盖拉看到过一座建筑物;那建筑物里有一尊提喀(命运女神)的神像,手持阿玛尔忒亚的角;在她的身旁是有着翅膀的厄洛斯(爱神),这意在表明对于人类而言,即使是恋爱之事,其成就也更多是依靠命运而非美貌。
ἐγὼ μὲν οὖν Πινδάρου τά τε ἄλλα πείθομαι τῇ ᾠδῇ καὶ Μοιρῶν τε εἶναι μίαν τὴν Τύχην καὶ ὑπὲρ τὰς ἀδελφάς τι ἰσχύειν·
因此,我不仅在其他方面相信品达的颂歌,也相信提喀是摩伊拉(命运三女神)之一,并且在某种程度上比她的姐妹们更有力量。
§7.26.9ἐν Αἰγείρᾳ δὲ ἐν τούτῳ τῷ οἰκήματι ἀνήρ τε ἤδη γέρων ἴσα καὶ ὀδυρόμενος καὶ γυναῖκες τρεῖς ἀφαιρούμεναι ψέλιά εἰσι καὶ ἴσοι νεανίσκοι ταῖς γυναιξί, ἐνδεδυκὼς δὲ θώρακα εἷς.
在艾盖拉的这座建筑物里,有一位已是老人的男子,正如同哀悼一般;还有三位正在摘下手镯的女子,以及与女子数量相等的青年,其中一人身穿胸甲。
τοῦτόν φασιν Ἀχαιοῖς γενομένου πολέμου μαχεσάμενον ἀνδρειότατα Αἰγειρατῶν τελευτῆσαι, καὶ αὐτοῦ τὸν θάνατον οἱ λοιποὶ τῶν ἀδελφῶν οἴκαδε ἀπήγγειλαν· καὶ τοῦδε ἕνεκα αἵ τε ἀδελφαὶ διὰ τὸ ἐπʼ αὐτῷ πένθος ἀποκοσμοῦνται καὶ τὸν πατέρα ἐπονομάζουσιν οἱ ἐπιχώριοι Συμπαθῆ, ἅτε ἐλεεινὸν καὶ ἐν τῇ εἰκόνι.
他们说此人在阿开亚人爆发战争时,作为艾盖拉人中最勇敢的战士战死,他其余的兄弟将他的死讯传回了家;由于对他逝世的悲痛,他的姐妹们摘下了她们的饰物,当地人则将他的父亲称为“共感者”(Sympathes),因为他即便在肖像中也显得如此可怜。
§7.26.10ὁδὸς δὲ ἐξ Αἰγείρας εὐθεῖα ἀπὸ τοῦ ἱεροῦ τοῦ Διὸς διά τε ὀρῶν καὶ ἀνάντης ἐστί· μῆκος μὲν οὖν τῆς ὁδοῦ τεσσαράκοντά εἰσι στάδιοι, ἄγει δὲ ἐς Φελλόην, πόλισμα οὐκ ἐπιφανές, †οὐδὲ ὡς ἀεὶ ᾠκεῖτο καὶ Ἰώνων ἔτι ἐχόντων τὴν γῆν.
从艾盖拉出发,自宙斯神庙直行的一条路穿过山脉且是上坡路;这条路的长度是四十斯塔迪翁,通往费洛埃——一个并不著名的城镇,†甚至在伊翁人仍占领这片土地时,也并非总是有人居住。
τὰ δὲ περὶ τὴν Φελλόην ἐς φυτείαν ἀμπέλων ἐστὶν ἐπιτήδεια· καὶ ὅσα πετρώδη τῆς χώρας, δρῦς τέ εἰσι καὶ θηρία, ἔλαφοι καὶ ὗς ἄγριοι·
费洛埃周围的地区适合种植葡萄;而在该地区多石的地方,则生长着橡树,并有野兽、鹿和野猪出没。
§7.26.11εἰ δέ τινα τῶν ἐν Ἕλλησι πολισματίων ἀφθόνῳ καταρρεῖται τῷ ὕδατι, ἀριθμεῖν καὶ τὴν Φελλόην ἔστιν ἐν τούτοις.
如果在希腊的城镇中有哪一个因水源充足而有丰富的流水,那么费洛埃也可以算作其中之一。
θεῶν δὲ ἱερὰ Διονύσου καὶ Ἀρτέμιδός ἐστιν· ἡ μὲν χαλκοῦ πεποίηται, βέλος δὲ ἐκ φαρέτρας λαμβάνουσα· τῷ Διονύσῳ δὲ ὑπὸ κινναβάρεως τὸ ἄγαλμά ἐστιν ἐπηνθισμένον.
这里有狄奥尼索斯和阿尔特弥斯的神庙;后者是用青铜制成的,正从箭筒中取出箭;而狄奥尼索斯的神像则是用朱砂彩饰的。
ἐς δὲ τὸ ἐπίνειον καταβᾶσιν ἐξ Αἰγείρας καὶ αὖθις ἐς τὰ πρόσω βαδίζουσιν ἔστιν ἐν δεξιᾷ τῆς ὁδοῦ τὸ ἱερὸν τῆς Ἀγροτέρας, ἔνθα τὴν αἶγα ὀκλάσαι λέγουσιν.
对于那些从艾盖拉下到港口并再次向前行进的人,道路的右手边是“野外女神”(阿格罗特拉)的神庙,据说那是山羊蹲下的地方。
§7.26.12τῆς δὲ Αἰγειρατῶν ἔχονται Πελληνεῖς· πρὸς Σικυῶνος δὲ οὗτοι καὶ μοίρας τῆς Ἀργολίδος Ἀχαιῶν οἰκοῦσιν ἔσχατοι.
与艾盖拉人的领土相接的是佩莱内人;他们居住在最靠近西锡安和阿哥利斯阿开亚人领地边界的最边缘。
τὸ δὲ ὄνομα ἐγένετο τῇ πόλει λόγῳ μὲν τῷ Πελληνέων ἀπὸ Πάλλαντος, τῶν Τιτάνων δὲ καὶ Πάλλαντα εἶναι λέγουσι, δόξῃ δὲ τῇ Ἀργείων ἀπὸ ἀνδρὸς Ἀργείου Πέλληνος· Φόρβαντος δὲ εἶναι τοῦ Τριόπα παῖδα αὐτὸν λέγουσιν.
关于这座城市的名字,根据佩莱内人的说法,是来自于帕拉斯(他们说帕拉斯是泰坦巨神之一);但根据阿哥斯人的观点,是来自于一个名叫佩莱斯的阿哥斯男子,他们说他是特里奥帕斯之子福尔巴斯的儿子。
§7.26.13Αἰγείρας δὲ ἐν τῷ μεταξὺ καὶ Πελλήνης πόλισμα ὑπήκοον Σικυωνίων Δονοῦσσα καλουμένη ἐγένετο μὲν ὑπὸ τῶν Σικυωνίων ἀνάστατος, μνημονεύειν δὲ καὶ Ὅμηρον ἐν καταλόγῳ τῶν σὺν Ἀγαμέμνονί φασιν αὐτῆς ποιήσαντα ἔπος " οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Δονόεσσαν· " Πεισίστρατον δέ, ἡνίκα ἔπη τὰ Ὁμήρου διεσπασμένα τε καὶ ἄλλα ἀλλαχοῦ μνημονευόμενα ἤθροιζε, τότε αὐτὸν Πεισίστρατον ἢ τῶν τινα ἑταίρων μεταποιῆσαι τὸ ὄνομα ὑπὸ ἀγνοίας.
在艾盖拉和佩莱内之间,曾有一个依附于西锡安人的小城镇,名为多努萨,后来被西锡安人毁灭。 他们说,荷马在与阿伽门农随行人员的目录中也曾作诗提及它: “以及那些占领许佩瑞西亚和险峻多努埃萨的人;” 但是,当庇西特拉托斯收集那些散佚在各处、由人零星记忆的荷马史诗时,庇西特拉托斯本人或他的某个同伴因无知而更改了这个名字。
§7.26.14ἔστι δὲ Ἀριστοναῦται Πελληνεῦσιν ἐπίνειον.
阿里斯托纳乌泰是佩莱内人的港口。
ἐς τοῦτο ἐξ Αἰγείρας τῆς ἐπὶ θαλάσσῃ σταδίων ἐστὶν εἴκοσιν ὁδὸς καὶ ἑκατόν· ταύτης δὲ ἡμίσεια ἐς Πελλήνην ἀπὸ τοῦ ἐπινείου.
从海边的艾盖拉到这里有一条一百二十斯塔迪翁的路;而从港口到佩莱内则是这段路程的一半。
ὄνομα δὲ Ἀριστοναύτας γενέσθαι τῷ ἐπινείῳ λέγουσιν, ὅτι καὶ ἐς τοῦτον τὸν λιμένα ὡρμίσαντο οἱ πλεύσαντες ἐπὶ τῆς Ἀργοῦς.
他们说,这个港口之所以得名阿里斯托纳乌泰,是因为那些搭乘阿尔戈号航行的人也曾在此港口泊岸。

词汇与语法注释

  1. §7.26.8οἶδα καὶ οἴκημα ἐν Αἰγείρᾳ θεασάμενος — 动词 οἶδα 接分词 θεασάμενος 作为补足分词,意为“我知道(记得)自己曾见过”。
  2. §7.26.8τὸ κέρας φέρουσα — 虽然前述名词 ἄγαλμα 是中性,但此处使用了女性主格单数分词 φέρουσα。这是由于“意义上的合致(constructio ad sensum)”,使其与前文的属格名词 Τύχης(提喀)或女神实际的女性性别相一致。
  3. §7.26.9ἴσα καὶ ὀδυρόμενος — ἴσα 是中性复数宾格的副词性用法,与连词 καί 一起构成表示“如同”、“正如”的比喻或比较惯用表达。
  4. §7.26.9ἀφαιρούμεναι ψέλια — 分词 ἀφαιρούμεναι 为中动语态,意为“为自己取下”。此处指她们作为哀悼的表达,亲手摘下自己的手镯。
  5. §7.26.11καταβᾶσιν ... βαδίζουσιν — 这是与格复数分词,用作“关系与格(dative of reference)”,指示移动主体(“对于那些下到港口并再次向前行进的人”)视角下的位置关系。
  6. §7.26.12τῆς δὲ Αἰγειρατῶν ἔχονται — 动词 ἔχομαι(主要用于中动语态)支配属格,意为“紧接”、“与……相邻”。此处表示与艾盖拉人的领地接壤。
  7. §7.26.13μεταποιῆσαι — 此不定式延续了前句动词 φασίν(他们说)所引导的间接引语(宾格不定式 Maxima),其主语为宾格的 Πεισίστρατον。

引用这一段

保萨尼亚斯, 希腊志 §7.26.8-7.26.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.26.8-7.26.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。