§7.26.1ἐς δὲ τὸ ἐπίνειον τὸ Αἰγειρατῶν—ὄνομα τὸ αὐτὸ ἥ τε πόλις καὶ τὸ ἐπίνειον ἔχει—, ἐς οὖν τὸ ἐπίνειον Αἰγειρατῶν δύο καὶ ἑβδομήκοντα ἀπὸ τοῦ κατὰ τὴν ὁδὸν τὴν Βουραϊκήν εἰσιν Ἡρακλέους στάδιοι.
アイゲイラ人の港までは――都市も港も同じ名前を持っているが――、さて、アイゲイラ人の港までは、ブーラへの道沿いにあるヘラクレス像から72スタディオンである。
ἐπὶ θαλάσσῃ μὲν δὴ Αἰγειράταις οὐδέν ἐστιν ἐς μνήμην, ὁδὸς δὲ ἐκ τοῦ ἐπινείου δύο σταδίων καὶ δέκα ἐς τὴν ἄνω πόλιν.
海岸沿いにはアイゲイラ人にとって記録に値するものは何もないが、港から上の都市までは12スタディオンの道がある。
§7.26.2Ὁμήρου δὲ ἐν τοῖς ἔπεσιν Ὑπερησία ὠνόμασται·
ホメロスの詩においてはヒュペレシアと名付けられている。
τὸ δὲ ὄνομα τὸ νῦν ἐγένετο Ἰώνων ἐποικούντων, ἐγένετο δὲ ἐπʼ αἰτίᾳ τοιᾷδε.
現在の名前はイオン人が入植したときに生じたもので、それは次のような理由による。
Σικυωνίων ἀφίξεσθαι στρατὸς ἔμελλεν αὐτοῖς πολέμιος ἐς τὴν γῆν·
シキュオン人の敵軍が彼らの土地に押し寄せようとしていた。
οἱ δὲ —οὐ γὰρ ἐδόκουν ἀξιόμαχοι τοῖς Σικυωνίοις εἶναι— ἀθροίζουσιν αἶγας, ὁπόσαι σφίσιν ἦσαν ἐν τῇ χώρᾳ, συλλέξαντες δὲ ἔδησαν πρὸς τοῖς κέρασιν αὐτῶν δᾷδας, καὶ ὡς πρόσω νυκτὸς ἦν, ἐξάπτουσι τὰς δᾷδας.
彼らは――というのもシキュオン人と戦うだけの力があるとは思えなかったからだが――自分たちの土地にいるヤギをすべて集め、それらを集めた上で角に松明を縛り付け、夜が更けたときにその松明に火を灯した。
§7.26.3Σικυώνιοι δὲ—ἰέναι γὰρ συμμάχους τοῖς Ὑπερησιεῦσιν ἤλπιζον καὶ εἶναι τὴν φλόγα ἐκ τοῦ ἐπικουρικοῦ πυρός—οἱ μὲν οἴκαδε ἐπανήρχοντο, Ὑπερησιεῖς δὲ τῇ τε πόλει τὸ ὄνομα τὸ νῦν μετέθεντο ἀπὸ τῶν αἰγῶν, καὶ καθότι αὐτῶν ἡ καλλίστη καὶ ἡγουμένη τῶν ἄλλων ὤκλασεν, Ἀρτέμιδος Ἀγροτέρας ἐποιήσαντο ἱερόν, τὸ σόφισμα ἐς τοὺς Σικυωνίους οὐκ ἄνευ τῆς Ἀρτέμιδός σφισιν ἐπελθεῖν νομίζοντες.
シキュオン人たちは――というのもヒュペレシア人たちに同盟軍が向かっており、その炎は救援軍の篝火によるものだと考えたからだが――家へと退却していった。 ヒュペレシア人たちは、そのヤギ(アイゲス)にちなんで都市の名前を現在のもの(アイゲイラ)へと改め、また、ヤギたちのうち最も美しく、他の群れを率いていたものが身を屈めた場所に『野のアルテミス』の神殿を建てた。 シキュオン人に対するこの奇策は、アルテミスの助けなしには自分たちに浮かばなかったと考えたからである。
§7.26.4οὐ μὴν καὶ αὐτίκα γε ἐξενίκησεν Αἴγειραν ἀντὶ Ὑπερησίας καλεῖσθαι, ἐπεὶ κατʼ ἐμὲ ἦσαν ἔτι οἳ Ὠρεὸν τὴν ἐν Εὐβοίᾳ τῷ ὀνόματι Ἑστίαιαν ἐκάλουν τῷ ἀρχαίῳ.
もっとも、ヒュペレシアの代わりにアイゲイラと呼ばれることが、ただちに普及したわけではなかった。 私の時代でもなお、エウボイアのオレオスを古い名前であるヘスティアイアと呼ぶ人々がいたからである。
παρείχετο δὲ ἡ Αἴγειρα ἐς συγγραφὴν ἱερὸν Διὸς καὶ ἄγαλμα καθήμενον λίθου τοῦ Πεντελησίου, Ἀθηναίου δὲ ἔργον Εὐκλείδου.
アイゲイラが記録のために提供しているもの(特記すべきもの)としては、ゼウスの神殿と、ペンテリコン大理石でできた坐像があり、それはアテナイ人エウクレイデスの作品である。
ἐν τούτῳ τῷ ἱερῷ καὶ Ἀθηνᾶς ἄγαλμα ἕστηκε·
この神殿にはアテナの像も立っている。
πρόσωπόν τε καὶ ἄκραι χεῖρες ἐλέφαντος καὶ οἱ πόδες, τὸ δὲ ἄλλο ξόανον χρυσῷ τε ἐπιπολῆς διηνθισμένον ἐστὶ καὶ φαρμάκοις.
顔と手の先、そして足は象牙でできており、それ以外の木像部分は表面が金と彩色で装飾されている。
§7.26.5Ἀρτέμιδός τε ναὸς καὶ ἄγαλμα τέχνης τῆς ἐφʼ ἡμῶν·
アルテミスの神殿と、私たちの時代の技術による神像がある。
ἱερᾶται δὲ παρθένος, ἔστʼ ἂν ἐς ὥραν ἀφίκηται γάμου.
処女が、結婚の適齢期に達するまでその神職を務める。
ἕστηκε δὲ καὶ ἄγαλμα ἐνταῦθα ἀρχαῖον, Ἰφιγένεια ἡ Ἀγαμέμνονος, ὡς οἱ Αἰγειρᾶταί φασιν·
ここにはアガメムノンの娘イピゲネイアの古い像も立っており、アイゲイラ人たちが言うにはそうである。
εἰ δὲ ἀληθῆ λέγουσιν οὗτοι, δῆλός ἐστιν ἐξ ἀρχῆς Ἰφιγενείᾳ ποιηθεὶς ὁ ναός.
もし彼らが真実を言っているのなら、この神殿が最初からイピゲネイアのために造られたものであることは明らかである。
§7.26.6ἔστι καὶ Ἀπόλλωνος ἱερὸν ἐς τὰ μάλιστα ἀρχαῖον τό τε ἱερὸν αὐτὸ καὶ ὁπόσα ἐν τοῖς ἀετοῖς, ἀρχαῖον δὲ καὶ τοῦ θεοῦ τὸ ξόανον, γυμνός, μεγέθει μέγας·
きわめて古いアポロンの神殿もあり、神殿自体もペディメントにある装飾もそうであり、神の木像も古く、裸体で、大きさとしては巨大である。
τὸν ποιήσαντα δὲ εἶχεν οὐδεὶς τῶν ἐπιχωρίων εἰπεῖν·
制作者については地元の誰も言うことができなかった。
ὅστις δὲ ἤδη τὸν Ἡρακλέα τὸν ἐν Σικυῶνι ἐθεάσατο, τεκμαίροιτο ἂν καὶ ἐν Αἰγείρᾳ τὸν Ἀπόλλωνα ἔργον εἶναι τοῦ αὐτοῦ Φλιασίου Λαφάους.
しかし、すでにシキュオンにあるヘラクレス像を見たことのある者なら、アイゲイラのアポロン像も同じフリウス人ラパエスの作品であると推測するだろう。
§7.26.7Ἀσκληπιοῦ δὲ ἀγάλματα ὀρθά ἐστιν ἐν ναῷ καὶ Σαράπιδος ἑτέρωθι καὶ Ἴσιδος, λίθου καὶ ταῦτα Πεντελησίου.
アスクレピオスの直立像が神殿の中にあり、別の場所にはサラピスとイシスの像があり、これらもまたペンテリコン大理石でできている。
τὴν δὲ Οὐρανίαν σέβουσι μὲν τὰ μάλιστα, ἐσελθεῖν δὲ ἐς τὸ ἱερὸν οὐκ ἔστιν ἀνθρώποις.
彼らはウラニア(天上の女神)をとりわけ崇拝しているが、その神殿に人間が入ることはできない。
θεοῦ δὲ ἣν Συρίαν ἐπονομάζουσιν, ἐς ταύτης τὸ ἱερὸν ἐσίασιν ἐν ἡμέραις ῥηταῖς, ἄλλα τε ὅσα νομίζουσι προκαθαριεύσαντες καὶ ἐς τὴν δίαιταν.
彼らがシリアの女神と呼ぶ女神の神殿には、特定の日に、食事に関してもその他慣習とされている限りの事前の清めを行った上で入る。