§7.26.1ἐς δὲ τὸ ἐπίνειον τὸ Αἰγειρατῶν—ὄνομα τὸ αὐτὸ ἥ τε πόλις καὶ τὸ ἐπίνειον ἔχει—, ἐς οὖν τὸ ἐπίνειον Αἰγειρατῶν δύο καὶ ἑβδομήκοντα ἀπὸ τοῦ κατὰ τὴν ὁδὸν τὴν Βουραϊκήν εἰσιν Ἡρακλέους στάδιοι.
到艾盖拉人的港口——城市和港口拥有相同的名字——因此,到艾盖拉人的港口,从通往布拉路上的赫拉克勒斯神像处起算,共有七十二斯塔迪翁。
ἐπὶ θαλάσσῃ μὲν δὴ Αἰγειράταις οὐδέν ἐστιν ἐς μνήμην, ὁδὸς δὲ ἐκ τοῦ ἐπινείου δύο σταδίων καὶ δέκα ἐς τὴν ἄνω πόλιν.
在海边,对于艾盖拉人来说确实没有什么值得记载的,但从港口到上方的城市有一条十二斯塔迪翁的路。
§7.26.2Ὁμήρου δὲ ἐν τοῖς ἔπεσιν Ὑπερησία ὠνόμασται· τὸ δὲ ὄνομα τὸ νῦν ἐγένετο Ἰώνων ἐποικούντων, ἐγένετο δὲ ἐπʼ αἰτίᾳ τοιᾷδε.
在荷马的史诗中,它被称为许佩瑞西亚;而现在的名字是在伊翁人迁入时产生的,其起因如下。
Σικυωνίων ἀφίξεσθαι στρατὸς ἔμελλεν αὐτοῖς πολέμιος ἐς τὴν γῆν· οἱ δὲ —οὐ γὰρ ἐδόκουν ἀξιόμαχοι τοῖς Σικυωνίοις εἶναι— ἀθροίζουσιν αἶγας, ὁπόσαι σφίσιν ἦσαν ἐν τῇ χώρᾳ, συλλέξαντες δὲ ἔδησαν πρὸς τοῖς κέρασιν αὐτῶν δᾷδας, καὶ ὡς πρόσω νυκτὸς ἦν, ἐξάπτουσι τὰς δᾷδας.
西锡安人的敌军正准备侵入他们的领土;而他们——因为他们自认为并非西锡安人的对手——便把境内所有的山羊都聚集起来,收集好后将松明绑在它们的角上,待到夜深时分,点燃了松明。
§7.26.3Σικυώνιοι δὲ—ἰέναι γὰρ συμμάχους τοῖς Ὑπερησιεῦσιν ἤλπιζον καὶ εἶναι τὴν φλόγα ἐκ τοῦ ἐπικουρικοῦ πυρός—οἱ μὲν οἴκαδε ἐπανήρχοντο, Ὑπερησιεῖς δὲ τῇ τε πόλει τὸ ὄνομα τὸ νῦν μετέθεντο ἀπὸ τῶν αἰγῶν, καὶ καθότι αὐτῶν ἡ καλλίστη καὶ ἡγουμένη τῶν ἄλλων ὤκλασεν, Ἀρτέμιδος Ἀγροτέρας ἐποιήσαντο ἱερόν, τὸ σόφισμα ἐς τοὺς Σικυωνίους οὐκ ἄνευ τῆς Ἀρτέμιδός σφισιν ἐπελθεῖν νομίζοντες.
而西锡安人——因为他们料想是盟军正向许佩瑞西亚人走来,而那火焰是来自援军的篝火——便返回了家园;许佩瑞西亚人则根据山羊(aiges)将城市的名字改为现在的名字(艾盖拉),并在其中最美丽、领头的那只山羊蹲下的地方,建造了一座野外阿尔特弥斯的神庙,因为他们认为对付西锡安人的这一妙计,若非阿尔特弥斯的帮助是不会浮现在脑海中的。
§7.26.4οὐ μὴν καὶ αὐτίκα γε ἐξενίκησεν Αἴγειραν ἀντὶ Ὑπερησίας καλεῖσθαι, ἐπεὶ κατʼ ἐμὲ ἦσαν ἔτι οἳ Ὠρεὸν τὴν ἐν Εὐβοίᾳ τῷ ὀνόματι Ἑστίαιαν ἐκάλουν τῷ ἀρχαίῳ.
不过,用艾盖拉代替许佩瑞西亚的称呼并没有立刻普及,因为在我的时代,依然有人用古老的名字赫斯提哀亚来称呼欧波亚的奥瑞乌斯。
παρείχετο δὲ ἡ Αἴγειρα ἐς συγγραφὴν ἱερὸν Διὸς καὶ ἄγαλμα καθήμενον λίθου τοῦ Πεντελησίου, Ἀθηναίου δὲ ἔργον Εὐκλείδου.
艾盖拉值得记载的景观有一座宙斯神庙和一尊由彭特利科斯石料制成的坐像,那是雅典人尤克里德斯的作品。
ἐν τούτῳ τῷ ἱερῷ καὶ Ἀθηνᾶς ἄγαλμα ἕστηκε· πρόσωπόν τε καὶ ἄκραι χεῖρες ἐλέφαντος καὶ οἱ πόδες, τὸ δὲ ἄλλο ξόανον χρυσῷ τε ἐπιπολῆς διηνθισμένον ἐστὶ καὶ φαρμάκοις.
在这座神庙里还立着一尊雅典娜的神像;其面部、双手末端及双脚是由象牙制成的,而木雕神像的其他部分则在表面用黄金和颜料装饰。
§7.26.5Ἀρτέμιδός τε ναὸς καὶ ἄγαλμα τέχνης τῆς ἐφʼ ἡμῶν· ἱερᾶται δὲ παρθένος, ἔστʼ ἂν ἐς ὥραν ἀφίκηται γάμου.
还有一座阿尔特弥斯的神庙和一尊属于我们这个时代工艺的神像;由一名处女担任女祭司,直到她达到结婚的年龄。
ἕστηκε δὲ καὶ ἄγαλμα ἐνταῦθα ἀρχαῖον, Ἰφιγένεια ἡ Ἀγαμέμνονος, ὡς οἱ Αἰγειρᾶταί φασιν· εἰ δὲ ἀληθῆ λέγουσιν οὗτοι, δῆλός ἐστιν ἐξ ἀρχῆς Ἰφιγενείᾳ ποιηθεὶς ὁ ναός.
这里还立着一尊古老的神像,据艾盖拉人说是阿伽门农之女伊菲革涅亚;如果他们说的是实话,那么显而易见,这座神庙起初就是为伊菲革涅亚建造的。
§7.26.6ἔστι καὶ Ἀπόλλωνος ἱερὸν ἐς τὰ μάλιστα ἀρχαῖον τό τε ἱερὸν αὐτὸ καὶ ὁπόσα ἐν τοῖς ἀετοῖς, ἀρχαῖον δὲ καὶ τοῦ θεοῦ τὸ ξόανον, γυμνός, μεγέθει μέγας· τὸν ποιήσαντα δὲ εἶχεν οὐδεὶς τῶν ἐπιχωρίων εἰπεῖν· ὅστις δὲ ἤδη τὸν Ἡρακλέα τὸν ἐν Σικυῶνι ἐθεάσατο, τεκμαίροιτο ἂν καὶ ἐν Αἰγείρᾳ τὸν Ἀπόλλωνα ἔργον εἶναι τοῦ αὐτοῦ Φλιασίου Λαφάους.
还有一座极其古老的阿波罗神庙,神庙本身和山墙上的所有装饰都是古老的,神灵的木雕像也是古老的,呈裸体且体积巨大;当地人中没有人能说出是谁制作了它;但若有人已经见过西锡安的赫拉克勒斯神像,就会推测艾盖拉的阿波罗神像也是同一位弗利亚斯人拉法埃斯的作品。
§7.26.7Ἀσκληπιοῦ δὲ ἀγάλματα ὀρθά ἐστιν ἐν ναῷ καὶ Σαράπιδος ἑτέρωθι καὶ Ἴσιδος, λίθου καὶ ταῦτα Πεντελησίου.
神庙里有阿斯克勒庇俄斯的立像,另有萨拉皮斯和伊西斯的神像,这些也同样是由彭特利科斯石料制成的。
τὴν δὲ Οὐρανίαν σέβουσι μὲν τὰ μάλιστα, ἐσελθεῖν δὲ ἐς τὸ ἱερὸν οὐκ ἔστιν ἀνθρώποις.
他们最尊崇乌拉尼亚(天之女神),但人类是不允许进入她的神庙的。
θεοῦ δὲ ἣν Συρίαν ἐπονομάζουσιν, ἐς ταύτης τὸ ἱερὸν ἐσίασιν ἐν ἡμέραις ῥηταῖς, ἄλλα τε ὅσα νομίζουσι προκαθαριεύσαντες καὶ ἐς τὴν δίαιταν.
而关于他们称为叙利亚女神的那位神灵的神庙,他们在特定的日子里,在饮食和其他一切习惯事项上进行预先净化后,方能进入。